← 埃利亚斯

亚里士多德《范畴篇》注释

§177.5-178.12

论种差的实体性与实体意指的诸疑难

埃利亚斯依次探讨了上一分段提出的关于实体意指的五个疑难中的其余四个,阐明了种差为何是实体、属和种为何既可在“何物”也可在“何种性质”中被述说、调和了亚里士多德与柏拉图关于确定性的看法,并化解了因混淆普遍与个别而产生的“无人”谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.41#2

δεύτερον ὅτι καὶ ἐκ τούτου φαίνεται τοῦ ἰδίου, τοῦ κατὰ τὴν ὁμοιότητα ἰδίου, οὐκ ἐκ τοῦ κατὰ τόδε τι, ὅτι οὐσίαι αἱ διαφοραί, οὐ μόνον ὅτι οὔκ εἰσιν ἐν ὑποκειμένῳ καὶ ὅτι συνωνύμως κατηγοροῦνται καὶ ὅτι μέρη οὐσιῶν εἰσιν, ἀλλ’ ὅτι καὶ ἀνομοιότητα οὐσιῶν σημαίνουσιν· ὡς γὰρ αἱ δεύτεραι οὐσίαι ὁμοιότητα σημαίνουσαι τῶν κατὰ μέρος οὐσιῶν οὐσίαι εἰσίν, οὕτω καὶ αἱ διαφοραὶ ἀνομοιότητα οὐσιῶν σημαίνουσαι οὐσίαι εἰσί· τῶν γὰρ ἀντιδιαιρουμένων μία ἡ ἐπιστήμη, τοῦτ’ ἔστιν ὁμοιότητος καὶ ἀνομοιότητος. τρίτον ἐπιστήσωμεν ὅτι πῶς ἀνωτέρω ἐλέγομεν1 τὰ γένη καὶ τὰ εἴδη ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, νῦν δὲ ἐν τῷ ὁποῖόν τί ἐστι. καὶ λέγομεν ὅτι ἀμφότερα ἀληθῆ· εἰ μὲν γὰρ λάβῃς αὐτὸ τὸ ἐγκατατεταγμένον πρᾶγμα καὶ οὐ τὸ σχετικὸν ἐν τοῖς κατὰ μέρος ζῷον ἢ τὸν ἄνθρωπον, ἐν τῷ τί ἐστι κατηγορεῖται, εἰ δὲ τὸ ἐξῃρημένον, τοῦτ’ ἔστι τὸ πρὸ τῶν πολλῶν καὶ σχετικόν, ἐν τῷ ὁποῖόν τι ἐστι κατηγορεῖται· ὁμοιότητα γὰρ οὐσιῶν δηλοῖ· εἰ μὲν γὰρ αὐτὸ τὸ πρᾶγμα καθ’ αὑτὸ σκοποῦμεν ἀσχέτως καὶ τὴν φύσιν αὐτοῦ, τῷ τί ἐστι χρώμεθα (τοῦτο γὰρ ὁρισμοῦ πρόσρημα καὶ φύσεως καὶ τοῦ εἶναι δηλωτικόν), εἰ δὲ τὴν σχέσιν καὶ ὁμοιότητα ζητοῦμεν, ἣν ἔχει τὸ καθόλου πρὸς τὰ κατὰ μέρος, τῷ ὁποῖόν τί ἐστι χρώμεθα· ὁ γὰρ καθόλου ἄνθρωπος ἢ τὸ ζῷον, ὁμοιότητα δηλοῦντα τῶν οἰκείων μερῶν ἢ εἰδῶν, τοιόνδε τι σημαίνουσι καὶ ὁμοιότητα οὐσιώδη δηλοῦσι. τέταρτον ἐπιστήσωμεν ὅτι ὁ μὲν Ἀριστοτέλης τόδε τι καλεῖ τὴν ἄτομον οὐσίαν, τοιόνδε τὴν δευτέραν, ὁ δὲ Πλάτων ὑπεναντίως αὐτῷ. καὶ λέγομεν ὅτι ἀμφότερα ἀληθῆ· ἑκάτερος γὰρ τὸ μὲν ὡρισμένον τόδε καλεῖ, τὸ δὲ ἀόριστον τοιόνδε. ἔστι δὲ ἐν ἑκατέρῳ καὶ ὡρισμένον καὶ ἀόριστον· ἐν μὲν τῇ ἀτόμῳ οὐσίᾳ ὡρισμένον μὲν τὸ ἓν τῷ ἀριθμῷ, ἀόριστον δὲ τῷ μηδὲ τὴν περὶ αὐτῆς προσηγορίαν ἀναμένειν, οἷον Σωκράτης (ἐν ῥοῇ γὰρ καὶ ἀπορροῇ τὸ εἶναι ἔχει, ὥσπερ καὶ τὰ ἄλλα φυσικὰ ἐν παντὶ νῦν μεταβάλλει· ἐν γὰρ τῷ λέγειν ‘κάλεσον τὸν καθήμενον’ ἀνίσταται καὶ οὐκ ἀνέμεινε τὴν οἰκείαν προσηγορίαν), ἐπὶ δὲ τῆς δευτέρας οὐσίας ὡρισμένον τὸ ἀμετάβλητον οἷον τοῦ καθόλου ἀνθρώπου καὶ τοῦ ζῴου, ἀόριστον δὲ τῷ ἀλλάσσεσθαι τὸ καθόλου, ὅταν πολλῶν ἔχωμεν ἔννοιαν· εἰ γὰρ εἴπω ‘ἄνθρωπος’, περιέλαβον τὸν Σωκράτην. πέμπτον δὲ καὶ τελευταῖον δεῖ ἐπιστῆσαι ὅτι παρὰ τὴν ἄγνοιαν τούτου τοῦ σημαινομένου γίνονται οἱ οὔτιδες παραλογισμοὶ κατὰ τὸν παρ’ Ὁμήρῳ Ὀδυσσέα ἐν καιρῷ Οὖτιν αὑτὸν καλέσαντα. ἔχει δὲ ὁ παραλογισμὸς οὕτως· ὅστις ἐν Ἀθήναις, οὗτος οὐκ ἐν Μεγάροις, ἄνθρωπος δὲ ἐν Ἀθήναις, ἄνθρωπος ἄρα οὐκ ἐν Μεγάροις. καὶ λέγομεν ὅτι παραλογισμός ἐστιν ἐν τῷ τίς· τὸ γὰρ ὅστις ὁ μὲν ἐπὶ τοῦ καθόλου βιάζεται αὑτῷ εἶναι, ὅπερ ἐστὶ ψεῦδος, ὁ δὲ ἐπὶ τοῦ μερικοῦ αὐτὸ λαμβάνει.2 καὶ ἀληθής ἐστιν ὁ λόγος τότε, ἐὰν τὸ μερικὸν λαμβάνωμεν· ὁ γάρ τις ἄνθρωπος, φέρε εἰπεῖν Σωκράτης ἢ ἄλλος τις τῶν κατὰ μέρος ἀνθρώπων, ὁ ὢν ἐν Ἀθήναις ἐν Μεγάροις οὐκ ἔστιν, ἵνα μὴ διασπασθῇ αὐτὸς ἑαυτοῦ. οὕτω δὲ δεῖ λέγειν· ὅστις ἐν Ἀθήναις, οὗτος οὐκ ἐν Μεγάροις· Σωκράτης ἐν Ἀθήναις, Σωκράτης ἄρα οὐκ ἐν Μεγάροις. ταῦτα ἔχει ἡ θεωρία.

第二,也是根据这种固有属性,即根据相似性的固有属性——而不是根据作为某个这的固有属性——可以明白种差是实体,这不仅因为它们不在基底之中,且被同名同义地述说,且是实体的组成部分,而且因为它们意指实体的非相似性;因为正如第二实体意指个别实体的相似性因而作为实体存在,种差也意指实体的非相似性因而作为实体存在;因为相互对立划分的事物的知识是同一的,即关于相似性与非相似性的知识是一回事。 第三,我们要考察,为何先前我们说属和种是在“是什么”中被述说,而现在却说是在“是怎样的”中被述说。我们说,两者都是真实的;因为如果你把事物本身把握为内在于个别事物之中的事物,而不是作为关系性的事物,无论是动物还是人,它都是在“何物存在”中被述说的;但如果把它把握为超越的事物,即先于多数者的、关系性的事物,它就是在“何种性质存在”中被述说的;因为它表明实体的相似性;因为如果我们无涉关系地独立考察事物本身及其本性,我们使用“何物存在”(因为这是定义的称谓,表明本性与存在),但如果我们探求普遍者对个别者所具有的关系与相似性,我们使用“何种性质存在”;因为普遍的人或动物表明其固有的部分或种的相似性,意指这样的一种东西,并表明实体性的相似性。 第四,我们要考察,亚里士多德称个别实体为某个这,称第二实体为这样的一种东西,而柏拉图却与他恰恰相反。我们说,两者都是真实的;因为两人都称确定者为“这”,称不确定者为“这样的一种东西”。而在两者之中既有确定者也有不确定者:在个别实体中,在数目上为一者是确定的,但在甚至不能等待关涉自身的称谓这一点上则是不确定的,例如苏格拉底(因为他在流转与流逝中具有存在,如同其他自然物在每一个“现在”中都在变化;因为在人说“叫那个坐着的人”之时,他站了起来,并没有等待那属于他的称谓);而在第二实体上,不可变者是确定的,例如普遍的人和动物,但当我们拥有多数者的概念时普遍者会发生变换,在这点上是不确定的;因为如果我说“人”,我就包括了苏格拉底。 第五也是最后,必须考察的是,由于对这种意指的无知,产生了类似荷马史诗中在危急关头自称无人者的奥德修斯那样的“无人”谬误。这一谬误如下:“凡在雅典者,此人不在墨加拉;但人在雅典;因此人不在墨加拉”。我们说,谬误出在“某人”上;因为一方面有人强使“凡某人”属于普遍者,这是虚妄的,而另一方面有人将其理解为个别者。当我们取个别者时,论证在此情况下是真实的;因为某个特定的人,比方说苏格拉底或某个别的个别人,如果在雅典,就不会在墨加拉,免得他自身与自身撕裂。因此应当这样说:“凡在雅典者,此人不在墨加拉;苏格拉底在雅典;因此苏格拉底不在墨加拉”。义理探究的内容即是这些。

语法注2 条
  1. 1.41τρίτον ἐπιστήσωμεν ὅτι πῶς ἀνωτέρω ἐλέγομεν

    连词 ὅτι 之后紧接着间接疑问副词 πῶς。这是晚期希腊语和注疏文献中常见的 ὅτι 赘用法,仅用作引导主节动词 ἐπιστήσωμεν 宾语从句的标志。

  2. 1.41τὸ γὰρ ὅστις ὁ μὲν ἐπὶ τοῦ καθόλου βιάζεται αὑτῷ εἶναι, ὅπερ ἐστὶ ψεῦδος, ὁ δὲ ἐπὶ τοῦ μερικοῦ αὐτὸ λαμβάνει

    ὁ μὲν ... ὁ δὲ 在此对比了论辩中的两组操作(或在大小前提间对词项的不同处理):一方面强使 ὅστις 普遍地适用(导致前提为假),另一方面则将其视作个别者。βιάζεται 意为“强使……归属”,αὑτῷ 为关联与格(“为其自身的论证”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:177.5-178.12