← 埃利亚斯

亚里士多德《范畴篇》注释

§174.24-175.32

同义述谓与实体的固有属性

埃利亚斯阐明了“不在基底之中”由于同样属于种差因而严格来说并非实体的固有属性(3a21),进而探讨第二种固有属性,即“被同义地述谓”(3a33),解释其何以被视为实体的固有属性,以及种差在何种意义上被同义地述谓。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.39

" Οὐκ ἴδιον οὐσίας." Τοῦτο ὀφείλων εἰπεῖν ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει, εἶπεν ὅτι οὐκ ἔστιν ἴδιον·1 καὶ τὸ ἴδιον γὰρ τῷ μόνῳ χαρακτηρίζεται καὶ οὐ τῷ παντί.

“并非实体的固有属性。” 他本应当说这并不单属于实体,却说了它并非固有属性;因为固有属性是以“唯独”而非以“全部”为特征的。

§1.40

"Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως ἀπ’ αὐτῶν λέγεσθαι." Δεύτερον ἴδιον τῆς οὐσίας τὸ συνωνύμως κατηγορεῖσθαι. ἀλλὰ τοῦτο ὑπάρχει καὶ τοῖς συμβεβηκόσι· τὸ γὰρ χρῶμα τοῦ λευκοῦ τούτου συνωνύμως κατηγορεῖται. ἀλλ’ εἶπεν οὕτως· ὅτι δεύτερον ἴδιον τῆς οὐσίας τὸ συνωνύμως κατηγορεῖσθαι μόνον· τὰ γὰρ συμβεβηκότα καὶ ὁμωνύμως κατηγοροῦνται καὶ συνωνύμως καὶ παρωνύμως καὶ ἑτερωνύμως. καὶ τὰ παραδείγματα εἴρηται ἀνωτέρω. ἢ καὶ ἄλλως δεῖ εἰπεῖν· ὅτι τὸ δεύτερον ἴδιον τῆς οὐσίας τὸ συνωνύμως κατηγορεῖσθαι τῶν πρώτων οὐσιῶν· τὰ γὰρ συμβεβηκότα εἰ καὶ συνωνύμως κατηγοροῦνται, ἀλλ’ οὐ τῶν πρώτων οὐσιῶν, ἀλλὰ τῶν οἰκείων ἀτόμων. τοῦτο δὲ οὐδὲ πάσῃ ὑπάρχει τῇ οὐσίᾳ οὐδὲ μόνῃ· πάσῃ μὲν γὰρ οὐχ ὑπάρχει διὰ τὴν ἄτομον οὐσίαν ἀκατηγόρητον οὖσαν. ἀλλ’ οὐδὲ μόνῃ· καὶ αἱ διαφοραὶ γὰρ συνωνύμως κατηγοροῦνται. πῶς οὖν ἴδιον τὸ μηδαμῶς ἴδιον; εἰ γὰρ μηδὲ πάσῃ μηδὲ μόνῃ ὑπάρχει, οὐδὲ ὅλως δύναται ἴδιον εἶναι, τοῦ ἰδίου πάσῃ καὶ μόνῃ καὶ ἀεὶ ὑπάρχοντος. μήποτε οὖν ὡς ἕτερον κοινὸν ὑπάρχει τῆς οὐσίας καὶ τῆς διαφορᾶς, ὡς ὅτε ἔλεγεν ὅτι κοινωνεῖ ἡ οὐσία τῇ διαφορᾷ, καθὰ ἀμφότερα συνωνύμως κατηγοροῦνται. ἀλλ’ ἐπειδὴ ὅσον ἀπὸ τοῦ λεχθέντος πέντε εὑρίσκονται τὰ ἴδια τῆς οὐσίας, τῶν ἐξηγητῶν ἓξ εἰωθότων λέγειν, εἰπὲ ὅτι2 κατεφρόνησε νῦν τῆς ἀντιδιαστολῆς τῆς οὐσίας πρὸς τὴν διαφορὰν καὶ ἀμφότερα ὡς οὐσίας ἔλαβε. καὶ μήποτε ἴδιον εὑρίσκεται τῆς οὐσίας καὶ μᾶλλον ἴδιον· τοῦ γὰρ πρώτου ἰδίου πάσῃ μὲν ὑπάρχοντος μὴ μόνῃ δέ, τοῦτο μόνῃ ὑπάρχει οὐ πάσῃ δέ· τὰ γὰρ ἴδια στενοχωρεῖσθαι θέλοντα3 τῷ μόνῳ χαρακτηρίζεται καὶ οὐ τῷ παντί. Ἐφ’ οἷς ἀποροῦσιν ὅτι πῶς λέγεται τὰς διαφορὰς συνωνύμως κατηγορεῖσθαι, εἴ γε αἱ διαφοραὶ τοῦ οἰκείου ὀνόματος οὐ μεταδιδόασιν· οὐδεὶς γὰρ λέγει ὅτι ἄνθρωπος λογικότης. πρὸς ὃ φαμέν· διττὸν τὸ συνώνυμον παρὰ τῷ Ἀριστοτέλει, ἢ τὸ μεταδιδοῦν ὀνόματος καὶ πράγματος ἢ τὸ συντελοῦν πρὸς ὕπαρξιν· οὕτω γὰρ αὐτὸς ἐν τῷ Περὶ τῆς ψυχῆς λόγῳ τὴν ψυχὴν συνωνύμως λέγει τοῦ ζῴου κατηγορεῖσθαι, ἐπειδὴ συντελεῖ πρὸς τὴν ὕπαρξιν αὐτοῦ, κἂν μὴ μεταδίδωσιν ὀνόματος καὶ πράγματος· οὐδεὶς γὰρ λέγει τὸ ζῷον ψυχήν, ἀλλ’ οὐδὲ τὸν ὁρισμὸν τῆς ψυχῆς ἐπιδέχεται τὸ ζῷον. ἀλλ’ ἐπειδὴ ὁ Ἀριστοτέλης βούλεται καὶ τὴν διαφορὰν οὐ μόνον πράγματος ἀλλὰ καὶ ὀνόματος μεταδιδόναι, μήποτε μεταδίδωσί πως, εἰ καὶ παρωνύμως λέγεται ἀπὸ τῆς λογικότητος. ἢ καὶ ἄλλως· ὅτι ὥσπερ τὸ λευκὸν διττόν, τοῦτ’ ἔστι τὸ λελευκωμένον ξύλον καὶ αὐτὴ ἡ λευκότης, μήποτε δυνάμεθα λέγειν ὅτι καὶ τὸ λογικὸν διττόν, τοῦτ’ ἔστιν αὐτὴ ἡ λογικότης καὶ τὸ λογικὸν ζῷον. ἢ καὶ ἄλλως· ὅτι κἂν μὴ δυνάμεθα εἰπεῖν τὸν ἄνθρωπον λογικότητα, λέγομεν αὐτὸν λογικότητα ἔχειν. ἔδειξεν οὖν ὁ λόγος ὅτι ἡ διαφορὰ συνωνύμως κατηγορεῖται κυρίως.

“而且一切事物由它们同义地被言说,属于实体和种差。” 实体的第二种固有属性是被同义地述谓。但这也属于偶性;因为颜色就这一白色物而言是被同义地述谓的。但他这样说:实体的第二种固有属性是仅被同义地述谓;因为偶性既被同名地述谓,也被同义地、派生地以及异名地述谓。而例子已在上面给出。或者应当以另一种方式说:实体的第二种固有属性是就第一实体而言被同义地述谓;因为偶性即使被同义地述谓,也并非就第一实体而言,而是就其自身的个体而言被述谓。但这既不属于全部实体,也不单属于实体;因为它之所以不属于全部,是因为个别实体不可作为谓项述谓于任何事物。而且也不单属于实体;因为种差也被同义地述谓。那么,绝非固有属性的东西怎会是固有属性呢?因为如果它既不属于全部,也不单属于它自身,它就根本不可能是固有属性,因为固有属性属于全部、唯独属于它且恒常属于它。那么,这难道不是作为实体与种差的另一个共同特征而存在,正如他说实体与种差在二者都被同义地述谓这一点上有共通之处那样吗?但是,既然从所说的内容来看只发现了实体的五种固有属性,而注解家们习惯说有六种,那么就说他现在忽视了实体与种差的对立区分,而将二者都当作实体来把握。而且,这或许被发现是实体的固有属性,且更是固有属性;因为第一种固有属性属于全部却不单属于它,而这[第二种固有属性]单属于它却不属于全部;因为固有属性倾向于被严格限定,是以“唯独”而非以“全部”为特征的。对此,人们提出疑难:如果种差不赋予其自身固有的名称,种差又怎能说是被同义地述谓的呢?因为没有人说“人是理性”。对此我们说:在亚里士多德那里同义之物有两重,要么是同时赋予名称和事物的,要么是有助于实存的;因为他本人在《论灵魂》中说,灵魂被同义地述谓于动物,因为它有助于动物的实存,即使它并不赋予名称和事物;因为没有人称动物为灵魂,动物也不接受灵魂的定义。但由于亚里士多德希望种差不仅赋予事物而且赋予名称,或许它在某种程度上赋予了名称,即使它是从理性派生地言说的。或者以另一种方式[说]:正如白的东西有两重,即被变白的木材与白本身,我们难道不能说理性的东西也有两重,即理性本身与理性动物吗?或者以另一种方式[说]:即使我们不能说人是理性,我们却说他具有理性。因此论证表明,种差在严格意义上是被同义地述谓的。

语法注3 条
  1. 1.39Τοῦτο ὀφείλων εἰπεῖν ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει, εἶπεν ὅτι οὐκ ἔστιν ἴδιον

    现在分词 ὀφείλων 与主要动词 εἶπεν 构成转折与让步关系,表达“他本应当说……,却实际说了……”。

  2. 1.40εἰπὲ ὅτι

    在由 ἐπειδή 引导的原因从句及插入的属格独立结构(τῶν ἐξηγητῶν ἓξ εἰωθότων λέγειν)之后的主句中,使用了第二人称单数祈使语气 εἰπέ。这是注解家在给出疑难解答时的程式化用语。

  3. 1.40στενοχωρεῖσθαι θέλοντα

    中性复数主格分词 θέλοντα 修饰主语 τὰ ἴδια。动词 θέλω 搭配不定式(στενοχωρεῖσθαι)用于非生物主语,表达拟人化的倾向或固有属性(“倾向于受到限定”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:174.24-175.32