- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:169.12-171.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯注解亚里士多德《范畴篇》2b12–2b22,讨论述谓的三种分类(合乎自然的、反乎自然的与偶性的),并阐明同阶的种之间以及个别实体之间为何绝不存在一者比另一者更是实体的情况。
" Τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου." Καὶ πῶς μᾶλλον ἴδιον τὸ μηδὲ ὅλως ἴδιον; καὶ λέγομεν, ὡς τὸ ἧττον βαρὺ μᾶλλον κοῦφον λέγομεν, οὕτω καὶ τὸ ἧττον κοινὸν μᾶλλον ἴδιόν φαμεν· ὁ γὰρ ἄνθρωπος ἧττον κοινὸν ὡς πρὸς τὸ ζῷον· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει, κατὰ φύσιν ἐχούσης τῆς κατηγορίας·1 ἡ 〈γὰρ〉 κατηγορία τριττή, ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν ἢ κατὰ συμβεβηκός. κατὰ φύσιν, ὅταν τὰ γένη τῶν εἰδῶν κατηγορῆται, παρὰ φύσιν δέ, ὅταν τὰ εἴδη τῶν γενῶν, ὡς ἵνα εἴπῃ τις ὅτι τόδε τὸ προσερχόμενον ζῷον ἄνθρωπός ἐστιν (εὑρίσκεται γὰρ κατηγορῶν τὸν ἄνθρωπον τοῦ ζῴου), κατὰ συμβεβηκὸς δέ, ὡς ὅταν 〈τὰ〉 ἐν τῷ αὐτῷ ὑποκειμένῳ συμβεβηκότα ἀλλήλων κατηγορῆται, οἷον τοῦ Σωκράτους ὄντος φαλακροῦ καὶ φιλοσόφου λέγωμεν ὅτι ὁ φαλακρὸς φιλόσοφός ἐστιν. ἢ κατὰ συμβεβηκὸς ἡ κατηγορία, ὡς ὅταν ἡ οὐσία τοῦ συμβεβηκότος κατηγορῆται, οἷον ἵνα εἴπω ὅτι τὸ λευκὸν τὸ προσερχόμενον ζῷόν ἐστιν· εὑρίσκομαι γὰρ κατηγορῶν τοῦ συμβεβηκότος τὸ ζῷον.
“因为种对个别的人而言更为固有。” 而且全然不固有的事物,怎么能说是更为固有的呢?对此我们说,正如我们把较不重的事物称为较轻一样,我们也把较不普遍的事物称为更为固有的;因为人相对于动物而言是较不普遍的;因为属关于种被述谓,而当述谓合乎自然时,种关于属并不换位;因为述谓有三重:或合乎自然,或反乎自然,或出于偶性。合乎自然是指属关于种被述谓;反乎自然则是指种关于属被述谓,例如有人说这只走近前来的动物是人(因为他实际上是在把人关于动物述谓);而出于偶性则是指同一基底之中的诸偶性相互述谓,例如苏格拉底既是秃头的又是哲学家时,我们说秃头的人是哲学家。或者说出于偶性的述谓是指实体关于偶性被述谓,例如我说走近前来的白物是一只动物;因为我实际上是在把动物关于偶性述谓。
"Αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη2 οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν." Συγκρίνας ὁ Ἀριστοτέλης τὰς οὐσίας κατὰ βάθος, ὅτε τὴν ἄτομον πρὸς τὴν καθόλου παρέβαλε, δεικνὺς ὅτι μᾶλλον οὐσία, καὶ ὅτε τὴν καθόλου〈πρὸς τὴν καθόλου〉 συνέκρινε, δεικνύων ὅτι μᾶλλον οὐσία ἡ εἰδικὴ τῆς γενικῆς, νῦν κατὰ πλάτος συγκρίνει αὐτάς,3 τάς τε ἀτόμους καὶ τὰς καθόλου, καί φησιν ὅτι αἱ ἄτομοι οὐσίαι ὁμοίως πᾶσι τοῖς παρ’ ἑαυτὰς μίαν 〈καὶ〉 τὴν αὐτὴν παρέχουσι χρείαν, ὥσπερ Σωκράτης καὶ Ἄργος ὁ κύων καὶ Ξάνθος ὁ ἵππος. εἰ δὲ αἱ ἄτομοι οὐσίαι, καὶ αἱ εἰδικαὶ οὐσίαι ὁμοίως οὐσίαι ὡς ἴσον ἀφεστηκυῖαι τῶν ἀτόμων οὐσιῶν. καὶ οὕτω μὲν ἡμεῖς. ὁ δὲ Ἀριστοτέλης ἄλλῃ τάξει ἐχρήσατο· πρῶτον γὰρ τὴν εἰδικὴν συγκρίνει καὶ τότε τὴν ἄτομον. καὶ ἄξιον ἀπορῆσαι διὰ τί μὴ πρῶτον τὰς ἀτόμους συνέκρινεν, ἵνα ὡς γνώμοσι ταύταις χρησάμενος οὕτω συνέκρινε τὰς εἰδικάς. καὶ λέγομεν ὅτι ὡς ὁμολογούμενον τοῦτο παρῆκεν· ἔγνωσται γὰρ τοῦτο συνήθως ὅτι ὁμοίως οὐσίαι 〈αἱ〉 ἄτομοι ἐκ τῆς ὑπογραφῆς, ὅτι ὑπερθετικαῖς φωναῖς ἐχρήσατο, τῷ κυριώτατα καὶ μάλιστα, τοῦ δὲ ὑπερθετικοῦ οὐκ ἔστιν ὑπερθετικώτερον. εἰ δὲ τοῦτο, οὐκ ἔστι μᾶλλον ἄτομος οὐσία ἀτόμου οὐσίας, κἂν ἀνομοιοειδὴς εἴη. πάλιν ἀποροῦσιν, εἰ ὁμοίως οὐσίαι αἱ ἄτομοι, ἔσται ὅδε ὁ μύρμηξ καὶ ὅδε ὁ ἥλιος ὁμοίως οὐσίαι. καὶ λέγομεν ὅτι κατὰ τὸν σκοπὸν τῶν Κατηγοριῶν ὁμοίως οὐσίαι· σκοπὸς γὰρ ταῖς Κατηγορίαις οὐ περὶ πραγμάτων ἢ πράγματα διαλαβεῖν καὶ τὴν φύσιν αὐτῶν ζητῆσαι, ἀλλὰ καθὸ σημαίνονται ὑπὸ τοιῶνδε φωνῶν· τὸ γὰρ περὶ φωνῶν ζητεῖν μόνων γραμματικῶν, τὸ δὲ περὶ φύσεων τῶν ὄντων φυσιολογίας. καὶ ταῦτα ἐν τούτοις. Ὁ δὲ Ἀριστοτέλης ἀπορεῖ πρὸς ἑαυτὸν ὅτι ‘πῶς ἀνωτέρω δευτέρας οὐσίας εἶπον τὰ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων οὐσιῶν, καὶ οὐχ ἁπλῶς τὰ γένη καὶ τὰ εἴδη;’ καί φησιν, ἵνα μὴ τὰ συμβεβηκότα περιλάβωμεν· ἔστι γὰρ καὶ ἐν αὐτοῖς γένη καὶ εἴδη, ὡς τὸ χρῶμα καὶ τὸ λευκόν. δείκνυσιν οὖν ἐνταῦθα ὅτι τὰ γένη καὶ τὰ εἴδη τῶν πρώτων οὐσιῶν οὐσίαι εἰσί, τὰ δὲ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων συμβεβηκότων οὐκ εἰσιν οὐσίαι. δείκνυσιν οὖν οὕτω λέγων· τὰ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων οὐσιῶν οὐσίαν συμπληροῦσι, τὰ δὲ οὐσίαν συμπληροῦντα οὐσίαι εἰσί, τὰ γένη ἄρα καὶ τὰ εἴδη τῶν πρώτων οὐσιῶν οὐσίαι εἰσί. διὰ δὲ τὸ ἀνάπαλιν τοῦ κανόνος· ἐπειδὴ τὰ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων συμβεβηκότων οὐσίαν οὐ συμπληροῦσι, τὰ δὲ οὐσίαν μὴ συμπληροῦντα οὐσίαι οὐκ εἰσι, τὰ γένη ἄρα καὶ τὰ εἴδη τῶν ἀτόμων συμβεβηκότων οὐσίαι οὐκ εἰσι. καὶ ἄλλως· τὰ γένη καὶ τὰ εἴδη τῶν πρώτων οὐσιῶν ὑπόκεινται τοῖς καθόλου συμβεβηκόσι, τὰ τοῖς καθόλου συμβεβηκόσιν ὑποκείμενα οὐσίαι εἰσί, τὰ γένη ἄρα καὶ τὰ εἴδη τῶν πρώτων οὐσιῶν οὐσίαι εἰσί. καὶ διὰ τὸ ἀνάπαλιν τοῦ κανόνος· ἐπειδὴ τὰ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων συμβεβηκότων οὐχ ὑπόκεινται τοῖς καθόλου συμβεβηκόσι, τὰ τοῖς καθόλου συμβεβηκόσι μὴ ὑποκείμενα οὐσίαι οὐκ εἰσι, τὰ γένη ἄρα καὶ τὰ εἴδη τῶν ἀτόμων συμβεβηκότων οὐσίαι οὐκ εἰσιν.
“然而在各种本身之中,凡不是属的,绝不比另一种更是实体。” 亚里士多德在纵向深度上比较了实体——既在把不可分实体与普遍实体相比较而表明前者更是实体时,也在把普遍实体与普遍实体相比较而表明种的实体比属的实体更是实体时——如今他在横向广度上比较它们,包括不可分实体与普遍实体,并说不可分实体对于自身之外的所有事物同样提供单一且相同的所需,正如苏格拉底、狗阿尔戈斯和马克珊托斯那样。而如果不可分实体是如此,种的实体由于与不可分实体距离相等,也同样是实体。我们是这样论述的。然而亚里士多德使用了另一种次序;因为他首先比较种的实体,然后才比较不可分实体。有人理当提出疑问:为什么他不首先比较不可分实体,以便把它们作为标准来据此比较种的实体?对此我们说,他是把这作为公认之事而略过了;因为不可分实体同样是实体这一点,从描画中便为人所熟知,因为他使用了最高级的词语,即‘最主要地’和‘最’,而对于最高级而言不再有更高级的了。而如果是这样,一种不可分实体并不比另一种不可分实体更是实体,即使它属于不同的种。人们又提出疑问:如果不可分实体同样是实体,那么这只蚂蚁与这轮太阳就将同样是实体。对此我们说,按照《范畴篇》的主旨,它们同样是实体;因为《范畴篇》的主旨不是论述实际事物或讨论事物并探究其本性,而是在于事物如何被这些语词所意谓;因为仅仅探究语词属于语法学家的工作,而探究存在者的本性则属于自然哲学。关于这些就谈到这里。亚里士多德则向自己提出疑问:‘为什么我此前把不可分实体的属和种称为第二实体,而不是简单地称为属和种呢?’他说,这是为了让我们不把偶性包括进来;因为在偶性之中也存在属和种,如颜色和白。因此他在这里表明,第一实体的属和种是实体,而不可分偶性的属和种不是实体。于是他如此论证说:不可分实体的属和种补全实体,补全实体的事物是实体,因此第一实体的属和种是实体。而依据法则的对反推论:既然不可分偶性的属和种不补全实体,而不补全实体的事物不是实体,因此不可分偶性的属和种不是实体。又以另一种方式:第一实体的属和种作为普遍偶性的基底,作为普遍偶性基底的事物是实体,因此第一实体的属和种是实体。而依据法则的对反推论:既然不可分偶性的属和种不作为普遍偶性的基底,不作为普遍偶性基底的事物不是实体,因此不可分偶性的属和种不是实体。
"Αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη." Καλῶς εἶπεν ὅσα μή ἐστι γένη, ἵνα μὴ ὑπάλληλά τις λάβῃ· 〈ἐὰν γὰρ ὑπάλληλά τις λάβῃ〉, οὐκέτι εἶδος εἴδει συγκρίνει, ἀλλ’ εἶδος γένει, ὅπερ νῦν ἡμῖν οὐ πρόκειται ζητεῖν.
“然而在各种本身之中,凡不是属的。” 他说‘凡不是属的’是恰当的,以免有人选取中间种;因为若选取中间种,就再不是把种与种相比较,而是把种与属相比较了,而这在当下并不是我们所要探究的课题。
- 1.34κατὰ φύσιν ἐχούσης τῆς κατηγορίας
属格独立结构,表限定或条件:“当述谓合乎自然时”。紧接其后述谓被分为“合乎自然”、“反乎自然”与“出于偶性”三类,用以说明只有种作主词而属作谓词的配置才符合自然且不可换位。
- 1.35ὅσα μή ἐστι γένη
在由关系代词 ὅσα 引导的关系从句中,否定词 μή 与直陈式第三人称单数 ἐστι 连用。这并非陈述排除具体种的事实,而是表达具有条件泛指性的限定(“凡是不是属的种”),故使用 μή 而非 οὐ。
- 1.35Συγκρίνας ὁ Ἀριστοτέλης ... νῦν κατὰ πλάτος συγκρίνει αὐτάς
整句的骨架是:主语 ὁ Ἀριστοτέλης 由统摄两个 ὅτε 从句的分词 Συγκρίνας 修饰,表述先前的步骤,随后落到由副词 νῦν 引导的主要动词 συγκρίνει 上。这一结构清晰地标示出从纵向深度(层级间)的比较转向横向广度(同阶间)的比较。
