← 埃利亚斯

亚里士多德《范畴篇》注释

§167.26-169.11

偶性的述谓与种比属更是实体之由

埃利亚斯针对亚里士多德关于在基底之中的偶性的述谓论述进行注解,阐明种因邻近性和比例而比属更是实体,并澄清实体中“更多”的含义及术语的选择理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.31

" Τῶν δὲ ἐν ὑποκειμένῳ ὄντων ἐπὶ τῶν πλείστων οὔτε τοὔνομα οὔτε ὁ λόγος κατηγορεῖται τοῦ ὑποκειμένου." Δεῖ δὲ εἰδέναι ὅτι ἐπί τινων συμβεβηκότων τινὰ ὁμωνύμως κατηγορεῖται1 τῆς οὐσίας, συνωνύμως δὲ οὐδέποτε· οἷον τὸ λευκὸν κατηγορεῖται τοῦ σώματος ὁμωνύμως, οὐ συνωνύμως· οὐδὲ γὰρ τὸν ὁρισμὸν τοῦ λευκοῦ ἐπιδέχεται τὸ σῶμα· οὐδεὶς γὰρ λέγει τὸ σῶμα λευκὸν χρῶμα διακριτικὸν ὄψεως. τινὰ δὲ οὔτε ὁμωνύμως οὔτε συνωνύμως, ὡς ἐπὶ τοῦ χρώματος· οὐδεὶς γὰρ λέγει τὸν ἄνθρωπον χρῶμα, ἀλλ’ οὐδὲ τὸν ὁρισμὸν τοῦ χρώματος ἐπιδέχεται· οὐδὲ γὰρ λέγει τὸν κύκνον χρῶμα ἢ ὅτι κύκνος ἐστὶ χρῶμα ἴδιον αἰσθητῆς ὄψεως.

“在基底之中的事物,就绝大多数而言,其名称和定义都不关于基底被述谓。” 但必须知道,在某些偶性的情形中,有些偶性同名异义地关于实体被述谓,但决不同名同义地被述谓;例如白同名异义地关于物体被述谓,而非同名同义地;因为物体也不接受白的定义;因为没有人把物体称为白这种“分散视觉的颜色”。而另一些偶性则既不同名异义地也不同名同义地被述谓,正如在颜色的情形中那样;因为没有人把人称为颜色,人也不接受颜色的定义;因为没有人把天鹅称为颜色,或者说天鹅是“适合于感觉视觉的颜色”。

§1.32

"Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους· ἔγγιον γὰρ τῇ πρώτῃ οὐσίᾳ ἐστίν." Ἔτι διὰ τούτων προτίθησι τὴν ἄτομον οὐσίαν ὁ Ἀριστοτέλης· ἐν γὰρ ταῖς δευτέραις οὐσίαις μᾶλλον οὐσία ἡ εἰδικὴ ἐστι τῆς γενικῆς ὡς μᾶλλον πλησιάζουσα τῇ ἀτόμῳ οὐσίᾳ τῇ μάλιστα οὐσίᾳ δειχθείσῃ· ὡς γὰρ οἱ πλησιάζοντες τῷ πυρὶ μᾶλλον θερμαίνονται καὶ οἱ πλησίον τῆς μονάδος ἀριθμοὶ μᾶλλον ἑνιαῖοί εἰσιν, οὕτω καὶ ἡ εἰδικὴ οὐσία πλησιάζουσα τῇ ἀτόμῳ οὐσίᾳ μᾶλλον οὐσία ἐστί· πᾶν γὰρ οὗ ἔχει τοῖς πλησίον μᾶλλον μεταδίδωσιν.2 ὅτι δὲ μᾶλλον οὐσία ἡ εἰδικὴ τῆς γενικῆς, διχῶς κατασκευάζει, ἀπό τε τῆς ἐγγύτητος καὶ τῆς ἀναλογίας. καὶ ἀπὸ μὲν τῆς ἐγγύτητος οὕτως· ὅτι οἰκειότερόν ἐστι καὶ ἐγγύτερον τὸν Σωκράτην ἄνθρωπον εἰπεῖν ἢ ζῷον. ἀπὸ δὲ τῆς ἀναλογίας οὕτως· εἰ τὴν ἄτομον οὐσίαν οὐδὲν ἄλλο ἐχαρακτήριζε καὶ ἐποίει μᾶλλον οὐσίαν, εἰ μὴ τὸ ὑποκεῖσθαι3 πᾶσι τοῖς παρ’ ἑαυτήν, τοῦτο δὲ τὸ ὑποκεῖσθαι εἴδεσι μὲν πρὸς γένη ὑπάρχει, γένεσι δὲ πρὸς εἴδη οὐχ ὑπάρχει (οὐ γὰρ ὑπόκεινται τὰ γένη τοῖς εἴδεσι), διὰ τοῦτο μᾶλλον οὐσία ἡ εἰδικὴ τῆς γενικῆς ὡς ὑποκειμένη αὐτῇ. λέγεται δὲ ἐξ ἀναλογίας, ὅτι δύναται καὶ μετὰ ἀναλογίας πλακῆναι οὕτως· ὅτι ὃν λόγον ἔχει ἡ ἄτομος οὐσία πρὸς πάντα τὰ παρ’ αὐτὴν ὑποκειμένη αὐτοῖς καὶ διὰ τοῦτ’ οὖν μάλιστα οὐσία λεγομένη, τοῦτον τὸν λόγον ἔχει καὶ ἡ εἰδικὴ πρὸς τὴν γενικήν· ὑπόκειται γὰρ αὐτῇ καὶ διὰ τοῦτο μᾶλλόν ἐστιν οὐσία. καὶ ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες ὅτι πῶς λέγει μᾶλλον οὐσίαν καὶ ἧττον οὐσίαν αὐτός, ὡς ὂν οὕτω ἓν ἴδιον καὶ τοῦτο, μέλλων καταλέγειν τὰ ἴδια τῆς οὐσίας καὶ ἓν ἴδιον καὶ τοῦτο λέγειν τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον. καὶ λέγομεν ὅτι καὶ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον καὶ οὐκ ἐπιδέχεται· οὐσία μὲν γὰρ οὐσίᾳ παραβαλλομένη, οἷον γενικὴ πρὸς εἰδικήν, ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, αὐτὴ δὲ πρὸς ἑαυτὴν παραβαλλομένη ἀνεπίτατός ἐστι καὶ ἀνάνετος· οὐδεὶς γὰρ λέγει μᾶλλον ἄνθρωπον Πλάτωνα καὶ ἧττον ἄνθρωπον Σωκράτην. Διὰ τί, φασίν, ὥσπερ τὴν ἄτομον οὐσίαν πρώτην ἐκάλεσεν οὐσίαν δι’ ἃς εἴπομεν αἰτίας, μὴ καὶ τὴν εἰδικὴν δευτέραν καὶ τὴν γενικὴν τρίτην ἐκάλεσεν, ἀλλ’ ἑνὶ ὀνόματι δευτέρας ἐκάλεσε τὰς εἰδικὰς καὶ γενικάς; καὶ λέγομεν ὅτι τούτου ἔτυχον τοῦ ὀνόματος, ἐπειδὴ μίαν καὶ τὴν αὐτὴν αὐταῖς χρείαν παρέχεται ἡ ἄτομος οὐσία πρὸς κατηγορίαν.

“在第二实体之中,种比属更是实体;因为种离第一实体更近。” 此外,亚里士多德通过这些话把不可分实体置于优先地位;因为在第二实体中,种的实体比属的实体更是实体,既然它更接近于已被表明为最主要是实体的不可分实体;因为正如靠近火的人被加热得更多,靠近单子的数更具单一性一样,种的实体由于靠近不可分实体,也更是实体;因为一切事物都把它所拥有的更多地分授给靠近它的事物。而关于种的实体比属的实体更是实体这一点,他从邻近性和比例两方面以双重方式予以确立。从邻近性方面是这样:因为称苏格拉底为人比称他为动物更为固有且更近。从比例方面则是这样:如果除了作为自身之外的一切事物的基底之外,没有任何别的东西表征不可分实体并使它更是实体,而这种作为基底对种而言是相对于属而具有的,对属而言相对于种则不具有(因为属并不是种的基底),那么为此缘故,种的实体作为属的基底,比属的实体更是实体。之所以说出自比例,是因为它也可以通过比例被如此编织:不可分实体对于自身之外的所有事物具有何种关系——作为它们的基底,并因此被称为最主要的实体——种对于属也具有何种关系;因为它作为属的基底,并因此更是实体。关于这些就谈到这里。然而有些人提出疑问:既然他正准备列举实体的固有属性,并说这也是固有属性之一,即“不接受更多与更少”,那么他自己怎么能说“更是实体”和“更少是实体”,仿佛这样一来这也是固有属性之一呢?对此我们说,它既接受更多与更少,也不接受;因为实体若与实体相比较,例如属与种相比较,便接受更多与更少;但若与自身相比较,它既无增强亦无减退;因为没有人会说柏拉图更是人而苏格拉底更少是人。他们说:“为什么正如他出于我们所说的理由将不可分实体称为第一实体那样,他不把种的实体称为第二实体、把属的实体称为第三实体,反而以一个名称将种的和属的实体通称为第二实体呢?”对此我们说,它们之所以得到这个名称,是因为不可分实体向它们提供了为了述谓的单一且相同的所需。

§1.33

"Γνωριμώτερον καὶ οἰκειότερον ἀποδώσει τὸ εἶδος ἀποδιδούς ἢ τὸ γένος." Διὰ τί εἰπὼν γνωριμώτερον προσέθηκε τὸ οἰκειότερον; καὶ λέγομεν ὅτι τὸ γνωριμώτερον οὐ ποιεῖ μᾶλλον οὐσίαν τὴν ἄτομον,4 ἐπειδὴ καὶ τὰ συμβεβηκότα πολλάκις καὶ αὐτῆς τῆς ἀτόμου οὐσίας εἰσὶ γνωριμώτερα· οἷον ἀντὶ τοῦ εἰπεῖν ‘κάλεσον τὸν Σωκράτην’ λέγω ‘κάλεσον τὸν φιλόσοφον’. διὰ τοῦτο οὖν προσέθηκε τὸ οἰκειότερον· τὰ γὰρ γνωριμώτερα οὐ δηλοῦσι πάντως τὴν φύσιν τοῦ πράγματος, ὡς πολλὰ τῶν συμβεβηκότων, τὰ δὲ οἰκειότερα μᾶλλον δηλοῦσι.

“给出种的人比给出属的人,将以更加可知且更为固有的方式给出。” 为什么说了“更加可知”之后,他又加上了“更为固有”?对此我们说,“更加可知”并不能使不可分实体更是实体,既然偶性也往往比不可分实体自身更加可知;例如不说“叫苏格拉底来”,而说“叫哲学家来”。因此他才加上了“更为固有”;因为更加可知的事物并不必然揭示事物的自然本性(正如许多偶性那样),而更为固有的事物则更多地揭示它。

语法注4 条
  1. 1.31ἐπί τινων συμβεβηκότων τινὰ ὁμωνύμως κατηγορεῖται

    介词短语 ἐπί τινων συμβεβηκότων(属格)表示范围(“在某些偶性的情形中”),而主语 τινά(中性复数主格)指被述谓在实体之上的某些偶性。谓语动词 κατηγορεῖται 与中性复数主语一致而采用单数形式。

  2. 1.32πᾶν γὰρ οὗ ἔχει τοῖς πλησίον μᾶλλον μεταδίδωσιν

    在 οὗ ἔχει 中,关系代词 ὅ 由于动词 μεταδίδωμι 要求部分属格,或受省略的属格先行词吸引,而被牵引(attractio)为属格 οὗ。整句的骨干是:πᾶν(主语)把自身所拥有的东西[的一部分](οὗ ἔχει,部分属格)更多地分授(μεταδίδωσιν)给靠近者(τοῖς πλησίον,与格)。

  3. 1.32εἰ τὴν ἄτομον οὐσίαν οὐδὲν ἄλλο ἐχαρακτήριζε καὶ ἐποίει μᾶλλον οὐσίαν, εἰ μὴ τὸ ὑποκεῖσθαι

    这是使用未完成过去时直陈式(ἐχαρακτήριζε, ἐποίει)的条件从句(εἰ … εἰ μή …),将先前论证确立的前提置于一种假设/反事实的形式中。主语是 οὐδὲν ἄλλο,表示例外的 εἰ μή 引出实质的主语内容 τὸ ὑποκεῖσθαι(作为基底);μᾶλλον οὐσίαν 则作为宾补(谓词性对格),由 ἐποίει 支配,其宾语为 τὴν ἄτομον οὐσίαν。

  4. 1.33τὸ γνωριμώτερον οὐ ποιεῖ μᾶλλον οὐσίαν τὴν ἄτομον

    双对格结构。主语是中性单数名词化形容词 τὸ γνωριμώτερον,动词 ποιεῖ 的直接宾语是 τὴν ἄτομον [sc. οὐσίαν],而 μᾶλλον οὐσίαν 作为谓词性对格(“使不可分[实体]更是实体”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:167.26-169.11