← 埃利亚斯

亚里士多德《范畴篇》注释

§171.7-172.28

实体不在基底之中的共通固有属性

埃利亚斯解释了亚里士多德在《范畴篇》中为何将“基底之中不存在”作为实体的固有属性提出,解答了为何称其为“共通”的疑难,并探讨了第一实体与第二实体均不在基底之中的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37

" Κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι." Δείξας ὁ Ἀριστοτέλης τὰ οἷς ὑπάρχει ἡ οὐσία διὰ τῆς διαιρέσεως, ὅτε τὴν πρώτην πρὸς τὴν καθόλου παρέβαλλε, λέγων αὐτὴν μᾶλλον οὐσίαν, καὶ ὅτε τὴν καθόλου πρὸς τὴν καθόλου, λέγων τὴν εἰδικὴν τῆς γενικῆς μᾶλλον οὐσίαν, καὶ κατὰ πλάτος πάλιν συγκρίνας, ὅτε τὰς ἀτόμους ἔλεγεν ὅτι ὁμοίως οὐσίαι εἰσί, νῦν δείκνυσι καὶ τὰ ὑπάρχοντα τῇ οὐσίᾳ καὶ καταλέγει τὰ ἴδια τῆς οὐσίας. καὶ δέον ὁρισμὸν εἰπεῖν ἐπὶ τῆς οὐσίας τοῦτο οὐ ποιεῖ,1 ἐπειδὴ γένος γενικώτατον ἡ οὐσία, τοῦ δὲ γενικωτάτου γένους οὐκ ἔστι γένος οὔτε συστατικαὶ διαφοραί, ἐξ ὧν καὶ πᾶς ὁρισμὸς λαμβάνεται· ἐφ’ ὧν δὲ ὁρισμὸν ἀποδοῦναι οὐκ εὐποροῦμεν, ἀγαπῶμεν κἂν διὰ τῶν ἰδίων αὐτῶν ἀποδιδόναι. διὰ τοῦτο οὖν ὁ Ἀριστοτέλης μὴ δυνηθεὶς εἰπεῖν ὁρισμὸν τῆς οὐσίας, τὰ ἴδια αὐτῆς καταλέγει· ἔχει γὰρ ὁμοιότητα ὁ ὁρισμὸς καὶ τὸ ἴδιον τῷ ἑκάτερον ἀντιστρέφειν καὶ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχειν. καταλέγει οὖν τὰ ἴδια τῆς οὐσίας καί φησιν ὅτι κοινὸν κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. διὸ καὶ ἀποροῦσιν ὅτι τί δήποτε ἴδια προθέμενος εἰπεῖν κοινοῦ ἐμνήσθη. καὶ λέγουσι πρὸς τοῦτό τινες ὅτι οὐκ ἄτοπον τὸ αὐτὸ καὶ κοινὸν εἶναι καὶ ἴδιον, ὡς τὸ γελαστικὸν πρὸς μὲν τὸ ὁμοιοειδὲς κοινόν, ἴδιον δὲ ὡς πρὸς τὰ ἀνομοιοειδῆ. ἀλλ’ εἰ τὸ αὐτὸ καὶ κοινὸν καὶ ἴδιον δύναται εἶναι, διὰ τί μὴ φύσει ἴδιον αὐτὸ ἐκάλεσε τῷ οἰκείῳ ὀνόματι; ἀλλὰ τούτου τὴν αἰτίαν ἐροῦμεν· καθ’ ἕκαστον γὰρ ἴδιον ἐφ’ ἑκάστης κατηγορίας δύο ζητεῖ ὁ φιλόσοφος, εἰ πάσῃ ὑπάρχει [τῇ οὐσίᾳ] ἢ οὐ πάσῃ καὶ εἰ μόνῃ ἢ οὐ μόνῃ· καὶ εἰ μὲν εὕρῃ ὅτι πάσῃ μὲν ὑπάρχει οὐ μόνῃ δέ, κοινὸν αὐτὸ καλεῖ, εἰ δὲ μόνῃ μὲν ὑπάρχει οὐ πάσῃ δέ, ἴδιον αὐτὸ καλεῖ· τὰ γὰρ ἴδια στενοχωρεῖσθαι θέλοντα2 τῷ μόνῳ χαρακτηρίζεται καὶ οὐ τῷ παντί, ὥσπερ τὰ κοινὰ τῷ παντὶ καὶ οὐ τῷ μόνῳ. καθ’ ἑκάστην δὲ κατηγορίαν προτάττει τὰ ψευδῆ ἴδια τῶν ἀληθῶν, ἵνα οἷον κεκαθαρμένοις ἡμῖν καθαρὰν προσαγάγῃ τὴν ἀλήθειαν, ὥς φησιν ὁ Πλάτων ‘μὴ καθαροῖς καθαροῦ ἐφάπτεσθαι μὴ θεμιτόν’. καὶ κυρίως μὲν ἴδιον τὸ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχον. ἀλλὰ τοιοῦτον ἐπὶ τῆς οὐσίας οὐχ εὗρεν ὁ Ἀριστοτέλης ἀποδοῦναι, ἀλλὰ ψευδῆ καταλέγει, κἂν τούτοις ἧττον ἴδιον τὸ πάσῃ μὲν ὑπάρχον οὐ μόνῃ δέ, μᾶλλον δὲ ἴδιον τὸ μόνῃ μὲν ὑπάρχον οὐ πάσῃ δέ. εὐθὺς οὖν τὸ πρῶτον λεγόμενον ἧττόν ἐστιν ἴδιον, διὸ καὶ προέταξεν αὐτὸ λέγων ὅτι κοινὸν πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. καὶ ὅτι μὲν πάσῃ οὐσίᾳ ὑπάρχει νῦν δεικνύει, ὅτι δὲ οὐ μόνῃ ἐφεξῆς δείξει. ὅτι δὲ πάσῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ, δείκνυσι δύο λήμματα βραχύτατα προλαμβάνων, τὴν διαίρεσιν τῆς οὐσίας, ὅτι ἡ οὐσία ἢ πρώτη ἢ δευτέρα, καὶ τὰς ὑπογραφὰς αὐτῶν, ὅτι ἡ μὲν πρώτη οὐσία οὔτε καθ’ ὑποκειμένου οὔτε ἐν ὑποκειμένῳ, ἡ δὲ δευτέρα καθ’ ὑποκειμένου μέν, οὐκ ἐν ὑποκειμένῳ δέ. εἰ δὲ ταῦτα οὕτως ἔχει, οὐδεμία οὐσία ἐστὶν ἐν ὑποκειμένῳ. δείκνυσι δὲ καὶ ἴδιον ὅτι οὔτε αἱ δεύτεραι οὐσίαι ἐν ὑποκειμένῳ λέγων οὕτως· αἱ δεύτεραι οὐσίαι συνωνύμως κατηγοροῦνται τῶν πρώτων οὐσιῶν, τὰ δὲ ἐν ὑποκειμένῳ ὄντα οὐδέποτε συνωνύμως κατηγοροῦνται τῶν πρώτων οὐσιῶν, ἀλλ’ ἢ ὁμωνύμως, ὡς τὸ λευκὸν τοῦ Σωκράτους, ἢ παρωνύμως, ὡς ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικός, ἢ ἑτερωνύμως, ὡς ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος· αἱ δεύτεροι ἄρα οὐσίαι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ. ἀλλ’ ἐπειδὴ αἱ δεύτεραι οὐσίαι τῷ καθ’ ὑποκειμένου λέγεσθαι φαντασίαν παρέχουσι τοῦ ἐν ὑποκειμένῳ εἶναι, δείκνυσιν ὅτι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ λέγων οὕτως· εἰ ἦσαν, φησίν, ἐν ὑποκειμένῳ, οὐ δήπου ὑποκειμένοις ἐχρῶντο τοῖς οἰκείοις ἀτόμοις πρὸς ὕπαρξιν, ὅπου γε καὶ αὐτὰ τὰ ὁμολογούμενα ἐν ὑποκειμένῳ εἶναι οὐ κέχρηνται3 ὑποκειμένοις τοῖς οἰκείοις ἀτόμοις πρὸς ὕπαρξιν, ἀλλὰ ταῖς πρώταις οὐσίαις. ἐὰν οὖν ἐν ὑποκειμένῳ αἱ δεύτεραι οὐσίαι 〈ὦσιν〉, ἄτοπα πολλὰ ἔχει ὁ λόγος· εὑρεθήσονται γὰρ πρὸς τῷ ἐν ὑποκειμένῳ αὐτὰς εἶναι καὶ ἐν ὑποκειμένοις οὖσαι τοῖς οἰκείοις ἀτόμοις,4 καίτοι ἐδείχθη μηδὲν τῶν ἐν ὑποκειμένῳ τῷ οἰκείῳ ἀτόμῳ χρώμενον ὑποκειμένῳ πρὸς ὕπαρξιν.

“不在基底之中,是所有实体所共通的。” 亚里士多德通过划分指出了实体所属的事物——当时他把第一实体与普遍实体相比较,说第一实体更具有实体性;把普遍实体与普遍实体相比较,说种的实体比类的实体更具有实体性;又在横向维度上进行比较,当时他说不可分的个体同样都是实体——现在他也指明属于实体的诸属性,并列举实体的固有属性。而且,本应当对实体给出定义,他却没有这样做,因为实体是最高之类,而最高之类既不存在类,也不存在构成性的种差,而一切定义正是由此得来的;对于那些我们无法给出定义的事物,我们哪怕只借助于其固有属性来表述,也就满足了。因此,亚里士多德由于未能给出实体的定义,便列举它的固有属性;因为定义与固有属性具有相似性,在于二者都可以换位,且仅属于唯一、属于全部并且永远属于。因此他列举实体的固有属性,并说不在基底之中是所有实体所共通的。由此人们也提出疑难:为何他本打算陈述固有属性,却提及了共通之物?对此有人说,同一事物既是共通的又是固有的并无不合情理,正如能笑对于同种之物是共通的,而对于不同种之物则是固有的。但是,如果同一事物既能是共通的又能是固有的,为什么他不依照本性,用其本来的名称称它为固有属性呢?然而我们将说明其原因:因为哲学家在每个范畴中针对每一项固有属性探求两点,即它是属于全部[实体]还是不属于全部,以及是仅属于该范畴还是不单属于该范畴;如果他发现它属于全部但不单属于该范畴,便称之为共通的;如果它仅属于该范畴但不属于全部,便称之为固有属性;因为固有属性倾向于受到狭限,乃是以仅属于唯一而非属于全部为特征,正如共通之物是以属于全部而非仅属于唯一为特征。他在每个范畴中都将伪固有属性置于真固有属性之前,以便向仿佛已受净化的我们引出纯全的真理,正如柏拉图所说:“未净化者触碰纯净者是不合神圣法则的”。而严格意义上的固有属性,乃是仅属于唯一、属于全部且永远属于者。但在实体的情况中,亚里士多德并未能找到这样的东西来给出,而是列举伪固有属性;而且在这些之中,属于全部但不单属于该范畴者,固有属性的程度较低,而仅属于该范畴但不属于全部者,固有属性的程度较高。因此,首先被提及的这一项固有程度较低,由此他也将它置于最前,说不在基底之中是所有实体所共通的。它属于所有实体,他现在便予以证明,而它并非仅属于实体,他随后将予以证明。至于不在基底之中属于所有实体,他是通过预先假定两个极简短的前提来证明的,即实体的划分——实体若非第一实体即是第二实体;以及它们的描述性说明——第一实体既不就基底叙说也不在基底之中存在,而第二实体虽就基底叙说,却不在基底之中存在。如果这些情况属实,那么没有任何实体是在基底之中的。此外,他还专门证明了第二实体也不在基底之中,他是这样说的:第二实体同名同义地述谓第一实体,而凡在基底之中的事物绝不同名同义地述谓第一实体,而是要么同名异义地述谓,如白述谓苏格拉底;要么派生名地述谓,如从文法派生出文法家;要么异名地述谓,如从德性派生出有德之人;因此第二实体不在基底之中。然而,由于第二实体因就基底被叙说而造成了一种在基底之中存在的表象,他就表明它们并不在基底之中,如此说道:他说,如果它们是在基底之中,必定不会使用属于它们自身的个体作为基底来获得存在,何况即便公认在基底之中的事物本身,也并不使用属于它们自身的个体作为基底来获得存在,而是使用第一实体。因此,如果第二实体[在]基底之中,这一论述将包含诸多荒谬之处;因为除了它们在基底之中存在之外,还将发现它们也是在作为基底的属于它们自身的个体之中存在,尽管已经表明,在基底之中的事物没有一个使用其自身的个体作为基底来获得存在。

语法注4 条
  1. 1.37καὶ δέον ὁρισμὸν εἰπεῖν ἐπὶ τῆς οὐσίας τοῦτο οὐ ποιεῖ

    δέον 是无人称动词 δεῖ 的中性单数宾格分词,充当宾格绝对独立结构(accusative absolute),表达让步或转折(“虽然本应当陈述……”),作主要小句 τοῦτο οὐ ποιεῖ 的状语从句。

  2. 1.37τὰ γὰρ ἴδια στενοχωρεῖσθαι θέλοντα

    θέλοντα 是动词 θέλω 带有无生命抽象主语(τὰ ἴδια)的拟人化或倾向性用法,意为“倾向于受到狭限”或“旨在受到限制”。它表明固有属性(ἴδιον)的本质恰在于缩小其指涉范围(τὸ μόνον)。

  3. 1.37ὅπου γε καὶ αὐτὰ τὰ ὁμολογούμενα ἐν ὑποκειμένῳ εἶναι οὐ κέχρηνται

    ὅπου γε 是表示原因或情境的连词短语,意为“既然”、“鉴于……这一事实”。它引入一个公认的事实(偶性并不使用其自身个体作为基底),作为前句非真实条件句结果从句(οὐ δήπου ἐχρῶντο)的论据。

  4. 1.37πρὸς τῷ ἐν ὑποκειμένῳ αὐτὰς εἶναι καὶ ἐν ὑποκειμένοις οὖσαι τοῖς οἰκείοις ἀτόμοις

    介词短语 πρὸς τῷ 加上带冠词不定式(ἐν ὑποκειμένῳ αὐτὰς εἶναι)表示递进或附加(“除了它们在基底之中存在之外”)。随后的 καὶ... οὖσαι 是主格述语分词,与主句被动动词 εὑρεθήσονται 的主语一致,构成“它们还将被发现也是存在于作为基底的其自身个体之中”的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:171.7-172.28