- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:166.5-167.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯阐释了亚里士多德关于第一实体作为偶性的存在基础与第二实体的述谓基础而被需要的论证,并回应了阿芙洛狄西亚的亚历山大关于第一实体在本性上在先的观点以及叙利亚努斯关于普遍与个别的疑难。
" Φανερὸν δὲ ἐκ τῶν εἰρημένων." Ἐπαινέσας ὁ Ἀριστοτέλης πανταχόθεν τὴν ἄτομον οὐσίαν, ἀπὸ τῶν φωνῶν διὰ τοῦ κυριώτατα, ἀπὸ τῶν νοημάτων διὰ τοῦ πρώτως, ἀπὸ τῶν πραγμάτων διὰ τοῦ μάλιστα, ἐπειδὴ ᾔσθετο ἑαυτοῦ μὴ ἀξίως τῆς εὐφημίας ὑπογράψαντος1 (τῷ γὰρ ὄντι οὐ τί ἔστιν εἶπεν, ἀλλὰ τί οὐκ ἔστι), καὶ ὅτι τοῦτο ἁρμόζει τῷ μηδαμῇ μηδαμῶς ὄντι, ἐξαίρει αὐτὴν διὰ τῆς ὑπογραφῆς δυνάμει ταῦτα λέγων· οὐ δεῖ στῆναι μέχρι τῆς ἀποφάσεως, ἀλλὰ δεῖ ἐλθεῖν καὶ ἐπὶ τὸ ἀντικείμενον· οὐ γὰρ αἱ ἀποφάσεις τὸ τί ἔστι λέγουσιν, ἀλλὰ τὸ τί οὐκ ἔστι· διὰ τοῦτο γὰρ οὐ λέγω αὐτὸ καθ’ ὑποκειμένου, ἐπειδὴ ὑπόκειται τοῖς καθ’ ὑποκειμένου, ὡς διὰ τοῦτο χρείαν παρέχειν τὴν ἄτομον οὐσίαν πᾶσι τοῖς παρ’ ἑαυτήν· τριττῶν γὰρ ὄντων πάντων, ἡ πρώτη οὐσία, ἡ δευτέρα, τὰ συμβεβηκότα, περὶ τὴν ἄτομον οὐσίαν τὰ συμβεβηκότα καὶ αἱ δεύτεραι οὐσίαι, ἀλλὰ τοῖς συμβεβηκόσι χρείαν παρέχεται πρὸς ὕπαρξιν, ταῖς δὲ δευτέραις οὐσίαις πρὸς κατηγορίαν. εἰ οὖν πᾶσι χρείαν παρέχεται τοῖς παρ’ ἑαυτήν, πῶς οὐ δικαίως κυριώτατα καὶ πρώτως καὶ μάλιστά ἐστιν οὐσία; ὅτι δὲ χρείαν παρέχει πᾶσι τοῖς παρ’ ἑαυτήν, τεχνικῶς κατασκευάζει αὐτός, καὶ οὐ δείκνυσιν ὅτι ἡ εἰδικὴ οὐσία δεῖται τῆς ἀτόμου οὐσίας πρὸς κατηγορίαν, οἷον ἄνθρωπος (τοῦτο γὰρ πᾶσι κατάδηλον, ὡς δηλοῖ τὸ πολλάκις κύριον ὄνομα εἰς τὸ προσηγορικὸν μεταβάλλειν καὶ ἀντὶ τοῦ εἰπεῖν ‘κάλεσόν μοι τὸν Σωκράτην’ φάναι ‘τὸν ἄνθρωπον ἐκεῖνον κάλεσόν μοι’), * * καὶ δεικνύων αὐτὸς ὅτι γε τὸ ζῷον δεῖται τῆς ἀτόμου οὐσίας κατασκευάζει οὕτως· οὐκ ἔστι ζῷον ὃ οὐκ ἔστιν ἵππος ἢ βοῦς ἢ ἄνθρωπος, οὐκ ἔστιν ἄνθρωπος ὃς οὐκ ἔστι Σωκράτης ἢ Πλάτων ἢ Ἀλκιβιάδης, οὐκ ἔστιν ἄρα ζῷον ὃ οὐκ ἔστιν ἐν Σωκράτει ἢ Πλάτωνι ἢ Ἀλκιβιάδῃ. ὁμοίως καὶ ἐπὶ τῶν συμβεβηκότων οὐ δεικνύει ὅτι τόδε τὸ λευκὸν δεῖται τῆς ἀτόμου οὐσίας, ἀλλ’ ὅτι τὸ χρῶμα, λέγων οὕτως· οὐκ ἔστι χρῶμα ὃ μή ἐστιν ἐν σώματι, οὐκ ἔστι δὲ σῶμα ὃ μή ἐστι λευκὸν ἢ μέλαν ἢ πυρρόν, οὐκ ἔστιν ἄρα χρῶμα ὃ μή ἐστιν ἐν τῷδε τῷ σώματι ἢ ἐν τῷδε. οὕτω τοῦ Ἀριστοτέλους δείξαντος ὅτι πᾶσι τοῖς παρ’ ἑαυτὴν χρείαν παρέχεται ἡ ἄτομος οὐσία καὶ ὅτι μὴ οὔσης ταύτης οὐδὲν τῶν ἄλλων ὑφίσταται, ἐπιτείνων ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος τὴν εἰς φιλοσοφίαν καινοτομίαν πειρᾶται κατασκευάζειν ὅτι καὶ φύσει προτέρα ἐστὶν ἡ ἄτομος οὐσία πάντων· ὅτι γὰρ συναναιρεῖ, ἔδειξεν αὐτὸς ὁ Ἀριστοτέλης, ὅτι δὲ οὐ συναναιρεῖται, παραδεικνύει αὐτὸς οὕτως· ἰδού, φησίν, ὁ καθόλου ἥλιος ἀναιρεθεὶς τὸν τινὰ ἥλιον οὐκ ἀνεῖλε.2 πρὸς ὅ φαμεν ὅτι τὸ καθόλου διττόν, τὸ μὲν σχετικὸν ὡς πᾶς ἄνθρωπος (τὸ γὰρ πᾶς ἀεὶ σχετικόν), τὸ δὲ ἑνιαῖον καὶ κατ’ αὐτὴν τὴν φύσιν λεγόμενον, ὡς τὸ ἄνθρωπος οὑτωσὶ ψιλὸν λεγόμενον. ὅλον οὖν τὸ καθόλου, οὐ τὸ σχετικὸν λέγω ἀλλὰ τὸ ἕτερον, ἐχώρησεν ἐν τῷ ἡλίῳ· ἠδυνήθη γὰρ ὁ ἥλιος πάσας τὰς ἰδιότητας δέξασθαι τοῦ καθόλου ἡλίου, ὅπερ ἐπὶ τοῦ ἀνθρώπου ἀδύνατον· οὐδεὶς γὰρ ἀνθρώπων πάσας τὰς ἰδιότητας τοῦ καθόλου ἀνθρώπου δέξασθαι ἠδυνήθη διὰ τὸ ἄλλον μὲν εἶναι γραμματικὸν ἄλλον δὲ ἰατρόν. διὸ καὶ κέρματα ἀνθρώπου τοὺς κατὰ μέρος ἀνθρώπους εἶπεν ὁ Πλάτων. καὶ ταῦτα μὲν ἐν τούτοις. Ἀπορεῖ δὲ ὁ Συριανὸς οὑτωσὶ λέγων· εἰ τὸ καθόλου συμβεβηκὸς ἐν τῇ ἀτόμῳ οὐσίᾳ ὑφίσταται, ἔσται καὶ τὸ μερικὸν συμβεβηκὸς ἐν τῇ καθόλου οὐσίᾳ. πρὸς ὅ φαμεν ὅτι τὸ καθόλου συμβεβηκὸς λέγομεν ἐν τῇ ἀτόμῳ οὐσίᾳ ὑπάρχειν, οὐχ ὅτι κατ’ ἀλήθειαν ἐν αὐτῇ [τῇ καθόλου οὐσίᾳ] τὴν ὕπαρξιν ἔχει, ἀλλ’ ὅτι προηγουμένως τὰ συμβεβηκότα πάντα ἐν ταῖς ἀτόμοις οὐσίαις ἔχουσι τὸ εἶναι, κἂν εἰ ἀσώματος τύχῃ οὖσα ἡ ἄτομος οὐσία, ἐν αὐτῇ πρώτως ὑπάρχουσι τὰ συμβεβηκότα αὐτῆς, ὡς ἐπὶ τῆς ψυχῆς (ἐν γὰρ τῇ τινὶ ψυχῇ θεωρεῖται ἀρετὴ ἢ κακία· μεταβάλλει γὰρ κατὰ ταῦτα), κατὰ δεύτερον λόγον καὶ ἐν τοῖς καθόλου λέγονται εἶναι, ἐπινοητικῶς δέ. πρὸς δὲ τὸ δεύτερόν φαμεν ὅτι τὸ μερικὸν συμβεβηκός ἐστιν ἐν τῇ καθόλου οὐσίᾳ, οὐχ ὅτι κατὰ ἀλήθειαν ἐν αὐτῇ ὑφίσταται (κἂν γὰρ τὸ σῶμα εἴπῃς τὸ καθόλου. καὶ τοῦτο ἀσώματόν ἐστιν), ἀλλ’ ὅτι τοὺς λόγους ἔχει ἡ καθόλου οὐσία, ἤτοι τὸ καθόλου σῶμα, προαγωγοὺς τῶν συμβεβηκότων.
“从已说的话来看这是显而易见的。” 亚里士多德从各个方面赞美不可分实体——从语言表达上通过“最严格地”,从思想上通过“最原本”,从实际上通过“最主要”——之后,因为他察觉到自己以不配于此颂词的方式对它作了描述(因为事实上他没有说明它是什么,而是说明了它不是什么),并且这适用于根本不存在的事物,所以他通过这一描述提升了它,实质上说了如下的话:不应止步于否定,而必须走向相反的一方;因为否定并不说明是什么,而是说明不是什么;因为我说它不关于基底被言述正是为此,既然它作为那些关于基底被言述者的基底,从而为此缘故,不可分实体向它自身之外的所有事物提供了所需;因为一切事物分为三类:第一实体、第二实体和偶性,偶性和第二实体围绕着不可分实体,而它向偶性提供存在的所需,向第二实体提供述谓的所需。因此,如果它向自身之外的所有事物提供了所需,它又怎能不是当之无愧地在最严格、最原本且最主要的意义上是实体呢?而关于它向自身之外的所有事物提供了所需这一点,是他自己熟练地确立起来的,并且他并未证明种的实体(例如人)为了述谓而需要不可分实体(因为这对于所有人都是一清二楚的,正如常常把专有名词变为通名,不说“替我叫苏格拉底来”,而说“替我叫那个人来”所表明的那样)。[此处有缺文]并且他自己表明动物至少需要不可分实体,以如下方式论证道:不存在既非马、又非牛、亦非人的动物;不存在既非苏格拉底、又非柏拉图、亦非阿尔西比亚德的人;因此不存在不在苏格拉底、柏拉图或阿尔西比亚德之中的动物。同样地,在偶性的情况下,他也并未证明这特定的白需要不可分实体,而是证明颜色需要,他说:不存在不在物体之中的颜色;而又不存在非白、非黑亦非红的物体;因此不存在不在这个特定物体或那个特定物体之中的颜色。在亚里士多德这样证明了不可分实体向自身之外的所有事物提供所需,并且若无此者其他任何事物都不能存立之后,阿芙洛狄西亚的亚历山大推进了哲学上的创新,试图论证不可分实体在自然上也先于所有事物;因为亚里士多德自己已经表明了它能共同消灭,而关于它不被共同消灭,他[亚历山大]则这样举例说明:“看哪,”他说,“普遍的太阳即便被消灭,也没有消灭特定的太阳。”对此我们说,普遍有两种:一种是相关的,如“每个人”(因为“每个”总是相关的),另一种则是单一体并按自然本身而被言述的,如单独如此言述的“人”。因此,整个普遍——我指的不是相关的普遍而是另一种普遍——进入了太阳之中;因为太阳能够接纳普遍太阳的一切固有属性,而这在人身上是不可能的;因为没有人能够接纳普遍人的一切固有属性,既然一人是文法家,另一人是医生。因此柏拉图也称个别的人为“人的零钱”。关于这些就谈到这里。而叙利亚努斯则提出疑问,这样说道:“如果普遍偶性存立在不可分实体之中,那么个别偶性也将存在于普遍实体之中。”对此我们说,我们说普遍偶性属于不可分实体,并不是因为在事实上它在其中拥有存在,而是因为首要地所有偶性都在不可分实体中拥有存在,哪怕不可分实体碰巧是无形体的,其偶性也首要地存在于其中,正如在灵魂的情形中那样(因为在特定的灵魂中可以看到德性或恶德;因为灵魂依这些而变化);次要地它们也被说成是在普遍者之中,但这是在构想上的。而针对第二点,我们说,个别偶性存在于普遍实体之中,并不是因为它在事实上存立于其中(因为即便你说是普遍物体,这物体也是无形体的),而是因为普遍实体,即普遍物体,拥有产生偶性的那些理则。
- 1.30ᾔσθετο ἑαυτοῦ μὴ ἀξίως τῆς εὐφημίας ὑπογράψαντος
知觉动词 αἰσθάνομαι 支配反身代词属格 ἑαυτοῦ 和属格分词 ὑπογράψαντος,构成补充从句,意为“察觉到自己作了……的描述”。
- 1.30ὁ καθόλου ἥλιος ἀναιρεθεὶς τὸν τινὰ ἥλιον οὐκ ἀνεῖλε
分词 ἀναιρεθείς 表让步或条件(“即便被消灭”),与主动词 οὐκ ἀνεῖλε 一同构成一个假想的思想实验,用以表明共同消灭的非对称性。
