← 埃利亚斯

亚里士多德《范畴篇》注释

§164.18-166.4

第一实体与第二实体定义的合理性

埃利亚斯通过援引关于神和质料的界说,回应了对以否定词定义第一实体的质疑,阐明了“最严格地、最原本、最主要”的三重赞辞与“被称为”这一限定的意涵,并解释了第二实体为何被界定为包含不可分实体者而非单纯被称作“属和种”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25

" Οὐσία ἐστὶν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη." Ἕκτον ἦν κεφάλαιον τῶν προτεθέντων ζητῆσαι εἰ ὑγιῶς ἔχει ὁ ἀποδεδομένος ὁρισμὸς τῆς ἀτόμου οὐσίας· δόξει γὰρ μὴ ὑγιῶς ἔχειν, ἐπειδὴ ἁρμόζει καὶ τῷ μηδαμῇ μηδαμῶς ὄντι (λέγει γὰρ τί οὐκ ἔστιν ἡ οὐσία, τί δὲ ἔστιν οὐ λέγει), καὶ ὅτι ἔδει τὴν οὕτω προτιμηθεῖσαν οὐσίαν ὑπ’ αὐτοῦ διὰ καταφατικῶν λέξεων ὁρισθῆναι καὶ μὴ δι’ ἀποφατικῶν, ἐπειδὴ χείρων ἡ ἀπόφασις τῆς καταφάσεως· ἡ γὰρ ἀπόφασις ἀναίρεσιν καὶ φθορὰν μιμεῖται, ἡ δὲ κατάφασις γένεσιν καὶ θέσιν, ὅπερ ἐστὶ τιμιώτερον. καὶ ἀρκτέον ἀπὸ τῆς δευτέρας λύσεως.1 οὐκ ἀεὶ χείρων ἡ ἀπόφασις· ἐπὶ γὰρ τῶν ἄκρων χρώμεθα αὐτῇ, θεοῦ λέγω καὶ ὕλης. ἐπὶ μὲν θεοῦ οὕτως· θεός ἐστιν ὃ μήτε νοῦς μήτε ψυχὴ μήτε γένος, οὐδὲ σῶμα οὐδὲ ἀσώματον, κρεῖττον δὲ τούτων ἁπάντων. ἐπὶ δὲ τῆς ὕλης οὕτως· ὕλη ἐστὶν ὃ μήτε θεός ἐστι μήτε νοῦς μήτε ψυχὴ μήτε εἶδος μήτε στέρησις, χεῖρον δὲ τούτων ἁπάντων. διὸ ὁ Πλάτων ἀνομοίως ὡμοιῶσθαι λέγει, ὡμοιῶσθαι μὲν ὅτι ἐξ ἀποφάσεως ἕκαστον ὁρίζεται, ἀνομοίως δὲ διότι ποῦ μὲν πρόσκειται τὸ κρεῖττον τούτων πάντων ποῦ δὲ τὸ χεῖρον. ἀλλ’ οὐδὲ τῷ μηδαμῇ μηδαμῶς ἁρμόζει· ἐπεξηγεῖται γὰρ τὸν ὁρισμόν, ὅτι διὰ τοῦτο οὐ λέγεται καθ’ ὑποκειμένου, ἐπειδὴ ὑπόκειται τοῖς καθ’ ὑποκειμένου· εἰ δὲ ταῦτα οὕτως, οὐ μόνον τί οὐκ ἔστι λέγει, ἀλλὰ καὶ τί ἔστι· τὸ γὰρ ὑποκείμενόν τισιν ὄν ἐστιν.

“实体是在最严格、最原本且最主要的意义上被称为〔实体〕的。” 所提出的诸要点中的第六项是探究:为不可分实体给出的定义是否健全;因为它似乎并不健全,既然它甚至适用于绝非以任何方式存在的事物(因为它说明了实体不是什么,却没有说明它是什么),又因为被他如此推崇的实体理应用肯定性的言词来定义,而不应用否定性的言词,既然否定劣于肯定;因为否定模仿毁灭与败坏,而肯定模仿生成与确立,后者乃是更为尊贵的。而我们应当从第二种解答开始。否定并不总是劣等的;因为我们在对待极点时使用它,我指的是神和质料。对神而言是这样:“神既非理智、非灵魂、非属,亦非有形体者、非无形体者,而是胜于所有这些者。”对质料而言则是这样:“质料既非神、非理智、非灵魂、非形相、非缺失,而是劣于所有这些者。”因此柏拉图说它们是“非类似地被类似”,说被类似是因为每一者都是从否定而被定义的,说非类似地则是因为在这一方附加上了“胜于所有这些者”,在另一方附加上了“劣于所有这些者”。然而[这一定义]也绝非适用于根本不存在的事物;因为他对这定义作了详述,表明正因它是那些关于基底而被言述者的基底,所以才不关于基底被言述;而如果这些情况如此,它不仅说明了它不是什么,而且说明了它是什么;因为作为某些事物的基底者乃是存在的事物。

§1.26

"Οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη." Πανταχόθεν ἀνυμνεῖ τὴν ἄτομον οὐσίαν ὁ Ἀριστοτέλης, ἀπὸ τῶν φωνῶν διὰ τοῦ κυριώτατα (ἔπαινος γὰρ τῆς φωνῆς ἡ κυριολεξία, ὥσπερ ψόγος ἡ μεταφορὰ καὶ ἡ κατάχρησις· διὸ οἱ γραμματικοὶ τὰ κύρια τῶν ὀνομάτων ἐπὶ τῶν ἀτόμων οὐσιῶν τιθέασιν), ἀπὸ τῶν νοημάτων διὰ τοῦ πρώτως (πρῶτον γὰρ νοοῦμεν τὰς ἀτόμους οὐσίας καὶ ἀπ’ αὐτῶν ἐρχόμεθα εἰς ἔννοιαν τῶν καθόλου οὐσιῶν), ἀπὸ τῶν πραγμάτων διὰ τοῦ μάλιστα· μάλιστα γάρ ἐστιν ἡ ἄτομος οὐσία, εἴ γε τὰ συμβεβηκότα διὰ ταύτην εἰσίν· ὥσπερ γὰρ τὸν παιδαγωγὸν φιλοῦντες διὰ τοὺς παῖδας μᾶλλον τοὺς παῖδας φιλοῦμεν καὶ ὥσπερ τὸν κεκερασμένον οἶνον διὰ τὸν ἄκρατον λέγοντες μεθύσκειν τὸν ἄκρατον μᾶλλον λέγομεν μεθύσκειν, οὕτως ἐπειδὴ τὰ συμβεβηκότα διὰ τὴν ἄτομον οὐσίαν εἰσί, μάλιστά ἐστιν οὐσία.

“实体是在最严格、最原本且最主要的意义上被称为〔实体〕的。” 亚里士多德从各个方面赞美不可分实体:从语言表达上通过“最严格地”(因为词语的本义是对表达的赞扬,正如隐喻和借用是贬损一样;因此文法家们把专有名词分配给不可分实体);从思想上通过“最原本”(因为我们首先思考不可分实体,并由它们走向普遍实体的概念);从实际上通过“最主要”;因为如果偶性确实是因它而存在,那么不可分实体便是最主要存在的;正如我们在因孩子们而爱伴学仆人时更爱孩子们,又正如我们在说混合酒因纯酒而使人醉时更说纯酒使人醉一样,既然偶性是因不可分实体而存在的,它便以这种方式最主要是实体。

§1.27

"Λεγομένη." Ἐκόλασεν ἐνταῦθα ὁ Ἀριστοτέλης ὅλας τὰς εὐφημίας προσθεὶς τὸ λεγομένη, ὡς ἂν τῆς ἀτόμου οὐσίας κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένης, μὴ οὔσης δέ,2 ἄλλης δὲ οὔσης τῆς κυριώτατα καὶ πρώτως καὶ μάλιστα κατ’ ἀλήθειαν οὔσης.

“被称为。” 在此亚里士多德通过加上“被称为”而抑制了所有的颂词,仿佛不可分实体只是在最严格、最原本且最主要的意义上被称为如此,而在事实上并非如此,而真正说来在最严格、最原本且最主要的意义上存在者乃是另一者。

§1.28

"Ἥτις οὐδὲ καθ’ ὑποκειμένου λέγεται οὐδὲ ἐν ὑποκειμένῳ τινί ἐστιν." Ὅταν ὁ Ἀριστοτέλης τὰ ἄλλοις δοκοῦντα λέγῃ, προστίθησι τὸ λεγομένη ἢ τὸ λέγεται, ὡς ἐπὶ τοῦ κυριώτατα καὶ πρώτως καὶ μάλιστα προσέθηκε τὸ λεγομένη, ὡς ἂν ὑπ’ ἄλλων αὐτῆς οὕτω λεγομένης καὶ οὐχ ὑπ’ αὐτοῦ, ὅταν μέντοι αὐτὸς οὕτως δοξάζῃ, τὸ ἔστι προστίθησιν, 〈ὡς〉ἥτις οὐδὲ καθ’ ὑποκειμένου τινὸς λέγεται οὐδὲ ἐν ὑποκειμένῳ τινί ἐστι. τὸ δὲ λέγεται δεῖ λαβεῖν ἐνταῦθα ἀντὶ τοῦ κατηγορεῖται, καὶ οὐκ ὀνομάζεται.3

“它既不关于基底被言述,也不在任何基底之中。” 每当亚里士多德表述他人所认为的见解时,他就会加上“被称为”或“被言述”,正如在“最严格、最原本且最主要”上他加上了“被称为”,仿佛那是被他人而非被他自己这样称呼的;然而,每当他自己如此判定时,他就会加上“是”,正如[在说到]“它既不关于任何基底被言述,也不在任何基底之中”[的实体]时那样。而这里的“被言述”必须理解为代替“被述谓”,而不是“被命名”。

§1.29

"Δεύτεραι δὲ οὐσίαι λέγονται τὰ εἴδη, ἐν οἷς εἴδεσιν αἱ πρῶται λεγόμεναι οὐσίαι ὑπάρχουσιν." Ἀποροῦσι δέ τινες διὰ τί μὴ εἶπεν ὅτι δεύτεραι οὐσίαι εἰσὶ τὰ γένη καὶ τὰ εἴδη. καὶ λέγομεν ὅτι καὶ συμβεβηκότα περιελάμβανεν, εἰ τοῦτο εἶπεν· ἔστι γὰρ καὶ ἐν συμβεβηκόσι γένος καὶ εἶδος, ὡς χρῶμα καὶ τὸ λευκόν. ἵνα οὖν ταῦτα φύγῃ, ἀκριβέστερον εἶπεν ὅτι δευτέρας οὐσίας καλῶ τὰς περιεχούσας τὴν ἄτομον οὐσίαν, τὴν γενικὴν καὶ τὴν εἰδικήν. ταῦτα ἔχει ἡ πρᾶξις.

“被称为第二实体的是那些种,在这些种中存在着被称为第一实体的实体。” 有些人感到疑惑,为什么他不直接说第二实体就是属和种。我们说,如果他这样说了,他就会把偶性也包含进去了;因为在偶性中也存在属和种,例如颜色和白。因此,为了避开这些,他更为精确地说:“我把包含不可分实体的那些实体,即属的实体和种的实体,称为第二实体。”本讲的内容即是这些。

语法注3 条
  1. 1.25ἀρκτέον ἀπὸ τῆς δευτέρας λύσεως

    使用动词性形容词 ἀρκτέον 的无人称句式(“应当从……开始”)。它表明作者首先着手回应所提出的两个疑难中的后一个(即使用否定词而非肯定词进行定义)。

  2. 1.27ὡς ἂν τῆς ἀτόμου οὐσίας κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένης, μὴ οὔσης δέ

    小词组合 ὡς ἄν 后接属格独立结构(τῆς ἀτόμου οὐσίας ... λεγομένης ... μὴ οὔσης δέ),表示一种假设性或主观认定(“仿佛不可分实体只是被称为……而实际上并非……”),突出了名义上的称谓与实在的存在之间的对比。

  3. 1.28ἀντὶ τοῦ κατηγορεῖται, καὶ οὐκ ὀνομάζεται

    介词 ἀντί 后接带有冠词的定式动词 τοῦ κατηγορεῖται,表示替代(“代替‘被述谓’,而不是‘被命名’”)。它指明了此处 λέγεται 的具体逻辑含义是述谓而非单纯的称呼。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:164.18-166.4