← 埃利亚斯

亚里士多德《范畴篇》注释

§163.4-164.17

第一实体的优先性与实体划分的性质

埃利亚斯讨论了关于实体的六个预备要点中的第三至第五项,解释了为何个别实体被置于普遍实体之前,说明第一与第二实体的次序并非出于属的横向对分而是源于纵向层级演进,并论证将实体划分为第一和第二只是一种教学法上的列举而非严格的逻辑划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24

" Οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη." Τρίτον ἦν κεφάλαιον τῶν προτεθέντων ζητῆσαι διὰ τί φιλοκαθόλου ὢν ὁ Ἀριστοτέλης καὶ ἀεὶ προτάττων τὰ καθόλου τῶν μερικῶν νῦν τὴν μερικὴν καὶ ἄτομον οὐσίαν προτάσσει τῆς καθόλου. καὶ λύομεν τοῦτο οὕτως· ἢ ὅτι τῇ πρὸς ἡμᾶς τάξει ἐχρήσατο (πρὸς ἡμᾶς γὰρ αὕτη πρώτη· πρῶτον γὰρ τοῖς μερικοῖς ἐντυγχάνομεν καὶ οὕτως τοῖς καθόλου), ἢ καὶ ἄλλως ὅτι καὶ κατ’ ἀλήθειαν πρώτη ἐστὶν ἡ ἄτομος οὐσία τῆς καθόλου ἐπὶ τοῖς πολλοῖς·1 αὕτη γὰρ ἐπινοίᾳ λαμβανομένη συμβεβηκός ἐστιν. ὅτι δὲ οὐκ ἔστιν αὕτη κυρίως πρώτη τῆς καθόλου ταύτης ἐπὶ τοῖς πολλοῖς, δηλοῖ αὐτὸς ἑκατέρᾳ προσθεὶς τὸ λεγομένη, ὡς μηδὲ ταύτης, φημὶ τῆς ἀτόμου, κατὰ ἀλήθειαν πρώτης οὔσης μηδὲ τῆς καθόλου δευτέρας. τέταρτον ἦν κεφάλαιον ὅτι εἰ δύναται ὡς γένος διαιρεθῆναι ἡ οὐσία εἰς πρώτην καὶ δευτέραν· ἐν τοῖς γὰρ ὡς γένος εἰς εἴδη διαιρουμένοις οὐκ ἔστι τὸ πρῶτον καὶ τὸ δεύτερον * * ἔστι πρώτη οὐσία καὶ δευτέρα.2 πρὸς ὃ φαμεν ὅτι ὁ κανὼν οὗτος ἐπὶ τῶν ἀντιδιαιρουμένων ἔρρωται· ἐκεῖ γὰρ οὐκ ἔστι τὸ πρῶτον καὶ τὸ δεύτερον· οὐδὲ γὰρ πρῶτον τὸ ἀσώματον τοῦ σώματος ἢ τὸ ἔμψυχον τοῦ ἀψύχου ἢ τὸ λογικὸν τοῦ ἀλόγου, οὐδὲ ἐπὶ ποσοῦ πρῶτον τὸ διωρισμένον τοῦ συνεχοῦς ἢ ἐπὶ ποιοῦ τὸ λευκὸν τοῦ μέλανος. εἰ δὲ κατὰ βάθος ληφθῇ ἡ διαίρεσις,3 ἔστι τὸ πρῶτον καὶ τὸ δεύτερον· τὸ γὰρ γένος πρότερον τῶν οἰκείων εἰδῶν καὶ τὰ εἴδη τῶν ἀτόμων. εἰ δὲ ἀναιρεῖ τις τὴν κατὰ βάθος διαίρεσιν ἤτοι πρόοδον, ἀναιρεῖ πᾶν γένος· ἐπειδὴ γὰρ ἐν πάσῃ κατηγορίᾳ ἐστὶ καὶ γενικώτατον καὶ ὑπάλληλον καὶ εἰδικώτατον καὶ ἄτομον καὶ πρῶτόν ἐστι τὸ γενικώτατον τοῦ ὑπαλλήλου καὶ τὸ ὑπάλληλον τοῦ εἰδικωτάτου καὶ τὸ εἰδικώτατον τοῦ ἀτόμου, ἀναιρουμένης τῆς κατὰ βάθος διαιρέσεως πάντα ἐκεῖνα ἀναιρεῖται. πέμπτον ἦν κεφάλαιον κατὰ ποῖον εἶδος διαιρέσεως διαιρεῖται ἡ οὐσία εἰς πρῶτον καὶ δεύτερον. καὶ λέγομεν, ὡς γένος εἰς εἴδη οὐ δύναται, αὐτοῦ Ἀριστοτέλους λέγοντος τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί,4 οἷον ζῴου καὶ ἐπιστήμης· ζῴου μὲν διαφοραὶ λογικὸν καὶ ἄλογον, πεζὸν ἔνυδρον, ἐπιστήμης δὲ πταιστὸν ἄπταιστον, ἐνυπόθετον ἀνυπόθετον· εὑρίσκομεν δὲ ἐπὶ παντὸς γένους τὸ πρῶτον καὶ τὸ δεύτερον, οἷον τοῦ ποσοῦ τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον καὶ τοῦ ποιοῦ, ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων γενῶν. ἐὰν οὖν συγχωρηθῇ διαιρεθῆναι ἡ οὐσία ὡς γένος εἰς πρῶτον καὶ δεύτερον, εὑρισκόμεθα πᾶν γένος οὕτω διαιροῦντες καὶ τὰς αὐτὰς διαφορὰς ποιοῦντες τῶν ἑτέρων γενῶν. εἰ δὲ λέγω ὅτι οὐ δύναται ὡς γένος διαιρεθῆναι, κατ’ οὐδὲν εἶδος τῶν ἓξ διαιρέσεων διαιρεῖται ἡ οὐσία εἰς πρῶτον καὶ δεύτερον, ἐπειδὴ αἱ διαιρέσεις διακρίσεως χάριν ἐπενοήθησαν, διὰ τὸ τὰ τμήματα χωρίζειν ἀπ’ ἀλλήλων, ἵνα μὴ περιέχωσιν ἑαυτά (ἐν οὐδεμιᾷ γὰρ διαιρέσει τὰ τμήματα περιέχει ἄλληλα, καὶ οὐδεὶς διαιρεῖ τὸν Σωκράτην εἰς χεῖρας καὶ δακτύλους, ἐπειδὴ ἡ χεὶρ ἡ τοῦ Σωκράτους καὶ τοὺς δακτύλους περιέχει), ἐνταῦθα δὲ περιέχει ἡ καθόλου οὐσία τὴν ἄτομον. τί οὖν δεῖ εἰπεῖν; ὅτι τάξις ἐστὶ διδασκαλικὴ καὶ ἀπαρίθμησις ψιλή, ὡς εἴ τις τὸν γραμματικὸν εἴποι καταγίνεσθαι περὶ συλλαβὰς λέξεις στοιχεῖα, οὐχ ὅτι διαίρεσίς ἐστι τοῦτο (περιέχει γὰρ ἡ λέξις τὰς συλλαβὰς καὶ αἱ συλλαβαὶ τὰ στοιχεῖα· οὐδὲ γὰρ τὸ ἐκφωνούμενον εἰς ταῦτα διαιρεῖται), πάλιν ὡς εἴ τις εἴποι τὸν φυσικὸν διαλαμβάνειν περὶ τοῦ ἀποίου σώματος, περὶ ὕλης καὶ εἴδους καὶ περὶ τῶν τεσσάρων στοιχείων, οὐχ ὅτι διαίρεσίς ἐστιν αὕτη· περιέχει γὰρ τὸ εἶδος τὴν ὕλην καὶ τὰ στοιχεῖα τὸ ἄποιον σῶμα. ταῦτα ἔχει ἡ πρᾶξις.

“在最严格、最原本且最主要的意义上被称为实体的,”所提出的诸要点中的第三项是探究:亚里士多德既然是一位普遍者的爱好者,且总是把普遍者置于个别者之前,为何现在却将个别且不可分的实体置于普遍实体之前。我们这样解决这一疑难:要么是因为他采用了相对于我们的次序(因为相对于我们而言这是在先的;因为我们首先遇到个别者,然后才以这种方式遇到普遍者),要么换一种方式说,在事实上不可分实体确实也先于多者之上的普遍实体;因为后者在依思想被把握时乃是一种偶性。而这种不可分实体在严格意义上并不先于这种多者之上的普遍实体,这一点他自己通过给两者都加上“被称为”一词而表明了,仿佛连这不可分实体——我指的是不可分实体——在事实上也不是第一的,普遍实体也不是第二的。第四个要点是:实体能否作为属被划分为第一实体和第二实体;因为在作为属划分为种的事物中不存在第一和第二,[……然而在实体中]却有第一实体和第二实体。对此我们说,这条规则适用于并列对分的事物;因为在那里并不存在第一和第二;既非无形体者先于有形体者,也非有灵魂者先于无灵魂者,亦非理性者先于非理性者,在数量中亦非分离者先于连续者,在性质中亦非白先于黑。但如果划分是按深度被理解的,则存在第一和第二;因为属先于其固有的种,而种先于不可分者。如果有人否定按深度的划分即演进,他便否定了每一个属;因为既然在每一个范畴中都存在最高属、中间者、最底种和不可分者,且最高属先于中间者,中间者先于最底种,最底种先于不可分者,那么一旦按深度的划分被否定,所有那些便全都被否定了。第五个要点是:实体是按照何种划分形式被划分为第一和第二的。我们说,它不能作为属划分为种,因为亚里士多德自己说过,“属不同且不相互从属者,其种差在种上也不同”,例如动物与知识;动物的种差是理性的与非理性的、陆生的与水生的,而知识的种差是可错的与不可错的、有前提的与无前提的;但我们在每一个属中都发现第一和第二,例如数量有第一和第二,性质也是如此,在其余各属中同样如此。因此,如果允许实体作为属被划分为第一和第二,我们就会发现自己在按这种方式划分每一个属,并为不同的属设立相同的种差。但我若是说它不能作为属被划分,实体就不能按照六种划分中的任何一种形式被划分为第一和第二,因为划分是为了辨别而设想出来的,是通过将各个部分彼此隔开以使它们不相互包含(因为在任何划分中部分都不会相互包含,没有谁会把苏格拉底划分为手和手指,因为苏格拉底的手也包含着手指),然而在这里普遍实体却包含着不可分实体。那么应当说什么呢?应当说这是一种教学上的次序和纯粹的列举,正如有人会说文法家关注音节、字词和字母一样,这并不是说这是一种划分(因为字词包含音节,音节包含字母;发出的言词也不能划分为这些),又正如有人会说自然哲学家论述无性质的物体、质料与形相以及四元素一样,这也不是因为这是一种划分;因为形相包含质料,元素包含无性质的物体。本讲的内容即是这些。

语法注4 条
  1. 1.24ἐπὶ τοῖς πολλοῖς

    修饰 τῆς καθόλου 的状语性短语,与前一讲末尾(§1.23)的 πρὸ τῶν πολλῶν(先于多者)相对照。它指在许多具体事物之后依凭理智抽象而成的普遍(即 post rem 或概念上的普遍),紧随其后的 ἐπινοίᾳ λαμβανομένη(依思想被把握时)进一步解释了此意。

  2. 1.24οὐκ ἔστι τὸ πρῶτον καὶ τὸ δεύτερον * * ἔστι πρώτη οὐσία καὶ δευτέρα

    校勘本中出现的星号表明此处存在文本脱落(lacuna)。根据前半句 οὐκ ἔστι τὸ πρῶτον καὶ τὸ δεύτερον(不存在第一和第二)与后半句 ἔστι πρώτη οὐσία καὶ δευτέρα(存在第一实体与第二实体)之间的明确对照,脱落处原应包含如“然而在实体中”(ἐπὶ δὲ τῆς οὐσίας)之类的转折补充,译文按此对比逻辑处理。

  3. 1.24εἰ δὲ κατὰ βάθος ληφθῇ ἡ διαίρεσις

    与上文同层次分支的横向对分(τῶν ἀντιδιαιρουμένων)形成句法与概念上的对比。短语 κατὰ βάθος(按深度)与下文的 πρόοδος(演进/下降)同义,指从最高属向下经由中间层次直至最底种和个体的纵向阶梯式级差。

  4. 1.24αὐτοῦ Ἀριστοτέλους λέγοντος τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί

    αὐτοῦ Ἀριστοτέλους λέγοντος 是表示原因的属格绝对结构,依附于主句动词 οὐ δύναται(不能够)。引文出自亚里士多德《范畴篇》1b16;句中 τῶν ἑτερογενῶν... 作所属属格或关联属格,修饰 ἕτεραι ... αἱ διαφοραί(它们的种差也不同)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:163.4-164.17