- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:161.17-163.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德《范畴篇》第5章开篇论述实体(2a11)之前,埃利亚斯概括了必须预先把握的六个要点,并具体探讨了第一点(为何从实体开始)和第二点(实体的多重涵义以及此处所讨论的是何种实体)。
" Οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως." Ἓξ δέ τινα κεφάλαια δεῖ προλαβεῖν τοῦ περὶ τῆς οὐσίας λόγου·1 πρῶτον μὲν διὰ τί ἀπὸ οὐσίας ἤρξατο ὁ Ἀριστοτέλης, δεύτερον ποσαχῶς ἡ οὐσία καὶ περὶ ποίας αὐτῷ ὁ λόγος, τρίτον διὰ τί φιλοκαθόλου ὢν ὁ Ἀριστοτέλης καὶ προτάττων ἀεὶ τὰ καθόλου τῶν μερικῶν (αὐτὸς γάρ ἐστιν ἐν τοῖς Ἀποδεικτικοῖς ὁ λέγων ὅτι τοσοῦτον κρείττω ἐστὶ τὰ καθόλου τῶν μερικῶν ὅσον τὰ ἀίδια τῶν φθαρτῶν καὶ ἡ ἐπιστήμη τῆς αἰσθήσεως), νῦν τὰ ἐναντία ποιεῖ καὶ τὴν μερικὴν προτάττει οὐσίαν, τέταρτον εἰ δύναται ὡς γένος ἡ οὐσία διαιρεθῆναι (δόξει γὰρ μὴ δύνασθαι· ἐπὶ γὰρ τῶν ὡς γένος εἰς εἴδη διαιρουμένων οὐκ ἔστι τάξις, ἐπὶ δὲ τῆς οὐσίας τῶν μερῶν ἔστι τάξις, καὶ οὐ μόνον τάξις ἔστιν, ἀλλὰ καὶ ὀνόματα ἔλαχον τοιαῦτα, πρῶτον καὶ δεύτερον οὐσία), πέμπτον εἰ μὴ ὡς γένος δύναται διαιρεθῆναι, κατὰ ποῖον εἶδος διαιρέσεως διαιρεῖται εἰς πρῶτον καὶ δεύτερον, ἕκτον εἰ ὑγιῶς ἔχει ὁ ἀποδεδομένος τῆς οὐσίας ὁρισμός, ὅτι οὐσία ἐστὶν ἥτις οὐδὲ καθ’ ὑποκειμένου λέγεται οὐδὲ ἐν ὑποκειμένῳ ἐστί· δόξει γὰρ μὴ ὑγιῶς ἔχειν, διότι οὐ τὸ τί ἐστιν ἡ οὐσία λέγει, ἀλλὰ τί οὐκ ἔστιν, ὅπερ ὑπάρχει καὶ τῷ μηδαμῇ μηδαμῶς ὄντι· τὸ γὰρ ὅλως μὴ ὂν οὐδὲ καθ’ ὑποκειμένου λέγεται οὐδὲ ἐν ὑποκειμένῳ ἐστί. ταῦτα δεῖ τὰ ἓξ προλαβεῖν καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου, διὰ τί ἀπὸ τῆς οὐσίας ἤρξατο. καὶ λέγομεν τούτου τρεῖς αἰτίας· ἢ ὅτι προηγεῖσθαι δεῖ τὸ αὐθυπόστατον τοῦ ἑτεροϋποστάτου, ἢ ὅτι μία μὲν ἡ οὐσία πολλὰ δὲ τὰ συμβεβηκότα, προηγεῖται δὲ τὸ ἓν τῶν πολλῶν, ἢ ὅτι φύσει προτερεύει ἡ οὐσία τῶν συμβεβηκότων· συνεισφέρεται γὰρ καὶ οὐ συνεισφέρει, συναναιρεῖ καὶ οὐ συναναιρεῖται.2 δεύτερον ἦν κεφάλαιον, ποσαχῶς ἡ οὐσία καὶ περὶ ποίας αὐτῷ ὁ λόγος. δεῖ οὖν εἰδέναι ὅτι ἑξαχῶς ἡ οὐσία λέγεται· ἡ γὰρ οὐσία ἢ πᾶσαν ὕπαρξιν δηλοῖ, ἥτις καὶ κατὰ συμβεβηκότων φέρεται ὡς καὶ αὐτῶν διὰ τὸ ὑφεστάναι οὐσιῶν λεγομένων, ἢ τὴν μὴ ἐν ὑποκειμένῳ φύσιν τὴν ἀντιδιαιρουμένην τοῖς συμβεβηκόσιν· αὕτη δὲ ἡ μὴ ἐν ὑποκειμένῳ φύσις ἢ ἁπλῆ ἐστιν ἢ σύνθετος, καὶ εἰ μὲν ἁπλῆ, ἢ κρείττων τῆς συνθέτου ἢ χείρων τῆς συνθέτου, κρείττων μὲν ὡς θεὸς νοῦς ψυχή, χείρων δὲ ὡς ὕλη καὶ εἶδος. χείρονα δὲ ταῦτα τῆς συνθέτου, ἐπειδὴ διὰ τὴν σύνθεσιν παρελήφθησαν· καθόλου γὰρ ἔστιν εἰπεῖν ὅτι ὅσα διά τινος χρείαν παραλαμβάνονται χείρονά εἰσιν ἐκείνου τοῦ δι’ ὃ παρελήφθησαν, ὡς χαλινοποιητικὴ ἱππικῆς χείρων καὶ δρυτομικὴ ναυπηγικῆς. οὕτως μὲν ἡ ἁπλῆ. σύνθετος δὲ ἡ καθ’ ἑαυτήν, ὡς Σωκράτης Πλάτων Ἀλκιβιάδης, ἢ σχετική, ὡς ὁ τὶς ἄνθρωπος καὶ ὁ τὶς ἵππος· τὸ γὰρ τὶς πρὸς τὸ πᾶς λέγεται, ὅπερ ἐστὶ σχέσεως. ἔστι τις καὶ οὐσία ἕκτη, περιεκτικὴ τῆς συνθέτου καὶ σχετικῆς. τοσαυταχῶς τῆς οὐσίας λεγομένης περὶ ποίας τῷ Ἀριστοτέλει ὁ λόγος; καὶ λέγομεν ὅτι οὐ περὶ τῆς πᾶσαν ὕπαρξιν δηλούσης (τοῦτο γὰρ αἱ δέκα διδάσκουσι κατηγορίαι), οὐ περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου (ταῦτα γὰρ φυσιολογίας διδάξαι ἴδιον), οὐ περὶ τῆς συνθέτου καὶ καθ’ αὑτήν (ταῦτα γὰρ πάλιν φυσιολογίας διδάξαι ἴδιον, οἷον δαλοὺς καὶ αἶγας καὶ κομήτας καὶ διάττοντας καὶ αὐτῶν τὴν φύσιν ἀναπτύξαι), ἀλλὰ περὶ τῆς συνθέτου καὶ σχετικῆς, οἷον τοῦ τινὸς ἀνθρώπου· αὕτη γὰρ καὶ πρότασιν ποιεῖ, περὶ ἣν καὶ ἡ διαλεκτικὴ καταγίνεται· ἡ γὰρ διαλεκτικὴ οὐ τὰς φύσεις ζητεῖ, ἀλλὰ τὰς σχέσεις τῶν οὐσιῶν· σιωπάσθωσαν γὰρ αἱ διαφοραὶ ὡς μήτε περιέχουσαι κυρίως (ὁ γὰρ ἄνθρωπος ὁ τὶς λογικὸς μὲν λέγεται, λογικότης δὲ οὐ λέγεται), μήτε συνεγνωσμέναι τῷ πολλῷ ἀνθρώπῳ·3 ὁ γὰρ πολὺς ἄνθρωπος λογικὸν μὲν ζῷον εἰπεῖν οἶδε, λογικότητα δὲ εἰπεῖν οὐκ οἶδεν. ἔστι δὲ ἕκτη οὐσία ἡ περιεκτικὴ τῆς συνθέτου καὶ σχετικῆς· τὰς γὰρ διαφορὰς ἐδείξαμεν μὴ περιέχειν, αὕτη δὲ ἡ ἕκτη οὐσία γενικὴ λέγεται καὶ εἰδική. ταύτην καλεῖ δευτέραν οὐσίαν ὁ Ἀριστοτέλης. εἰ δὲ ἀπορήσει τις διὰ τί μὴ καὶ αὕτη ὑπὸ τὴν διαίρεσιν ἔπεσε, λέγομεν ὅτι οὐκ ἠδύνατο· ἐν πᾶσι γὰρ τοῖς ἀντιδιῃρημένοις σκέλεσι θεωρεῖται καὶ οὐκ ἠδύνατο ἑνὶ σκέλει ἀντιδιαιρεθῆναι· δύναται γὰρ αὐτὴ καὶ ἁπλῆ εἶναι καὶ σύνθετος, καὶ κρείττων τῆς συνθέτου καὶ χείρων τῆς συνθέτου οὖσα· ἁπλῆ μὲν ὅταν λαμβάνηται γενικωτάτη, σύνθετος δὲ ὅταν λαμβάνηται εἰδικωτάτη, κρείττων τῆς συνθέτου ὅταν λαμβάνηται πρὸ τῶν πολλῶν, χείρων τῆς συνθέτου ὅταν λαμβάνηται ἐπὶ τοῖς πολλοῖς. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.
“在最严格和最原本的意义上被称为实体的,”在论述实体之前,必须预先把握六个要点:第一,亚里士多德为何从实体开始;第二,实体有几种说法,以及他的论述是关于哪一种实体的;第三,亚里士多德既然是一位普遍者的爱好者,且总是把普遍者置于个别者之前(因为正是他自己在《后分析篇》中说,普遍者优于个别者,正如永恒者优于可毁灭者、科学知识优于感觉一样),为何现在却反其道而行之,将个别实体置于首位;第四,实体能否作为属而被划分(因为看来是不能的;因为在作为属划分为种的事物中不存在次序,但在实体的诸部分中却存在次序,而且不仅存在次序,甚至还获得了第一实体和第二实体这样的名称);第五,如果不能作为属被划分,它是按照何种划分形式被划分为第一和第二的;第六,所给出的关于实体的定义是否健全——即实体是既不表述一个基体、也不在一个基体之中的东西(因为看来是不健全的,因为它说的不是实体是什么,而是实体不是什么,而这也适用于无论如何全然不存在之物;因为全然不存在之物既不表述一个基体,也不在一个基体之中)。 必须预先把握这六个要点,并且应当从第一个要点开始:他为何从实体开始。对此我们陈述三个原因:要么是因为自立存在者必须先于由他者存在者;要么是因为实体是一,而偶性是多,且一先于多;要么是因为实体在自然上先于偶性;因为实体随偶性一同被引入却并不一同引入偶性,实体将偶性一同消灭却并不随偶性一同被消灭。 第二个要点是:实体有几种说法,以及他的论述是关于哪一种实体的。因此必须知道,实体有六种说法。因为实体要么指称一切现存存在——这也应用于偶性,以至于偶性也因其存在而被称作实体;要么指称不处于基体之中的本性,它与偶性相对划分。而不处于基体之中的这种本性,要么是单纯的,要么是复合的;若是单纯的,要么优于复合者,要么劣于复合者:优于复合者的如神、理智、灵魂;劣于复合者的如质料和形相。而这些之所以劣于复合者,是因为它们是为了复合而被采纳的;因为普遍而言可以说,凡是因某种需要而被采纳的事物,都劣于采纳它们所为了的那个事物,正如制辔术劣于骑术,伐木术劣于造船术。单纯实体便是如此。另一方面,复合实体要么是依其自身的,如苏格拉底、柏拉图、阿尔西比亚德;要么是相对的,如某个人、某匹马;因为“某个”是相对于“一切”而言的,这属于关系。此外还有第六种实体,它包容复合且相对的实体。 既然实体有如此多的说法,那么亚里士多德的论述是关于哪一种实体的?我们说,不是关于指称一切现存存在的实体(因为这是十个范畴所教导的);不是关于劣于复合者的单纯实体(因为教导这些是自然哲学的本分);不是关于依其自身的复合实体(因为教导诸如火把、山羊〔状流星〕、彗星、流星之类并揭示它们的天性,这又是自然哲学的本分);而是关于复合且相对的实体,例如某个人;因为正是它构成了命题,辩证法也正是以此为对象的;因为辩证法不探求实体的本性,而是探求实体的关系。且让种差被置于沉默之中吧,因为种差既不在严格意义上包容(因为某个人被称为理性的,却不被称为理性特征),也不为普通人所熟悉(因为普通人知道说“理性动物”,却不知道说“理性特征”)。而第六种实体乃是包容复合且相对者的实体;因为我们已经表明种差并不包容,而这第六种实体被称为属的〔实体〕和种的〔实体〕。亚里士多德所称的第二实体正是这个。如果有人提出疑问:为何这种实体也没有归入划分之下?我们回答说,这是不可能的;因为它是在所有相互对分的分支中被观察到的,不可能与某一个单独的分支相对分;因为它既能是单纯的也能是复合的,既能优于复合者也能劣于复合者:当它被当作最高属时是单纯的,当它被当作最低种时是复合的,当它被当作先于多者时优于复合者,当它被当作后于多者时劣于复合者。借着神的助佑,本讲至此结束。
- 1.23τοῦ περὶ τῆς οὐσίας λόγου
修饰不定式 προλαβεῖν 的宾语 ἓξ δέ τινα κεφάλαια 的属格,或表示话题的属格,配合动词前缀 προ- 表示“在关于实体的论述之前预先把握”。
- 1.23συνεισφέρεται γὰρ καὶ οὐ συνεισφέρει, συναναιρεῖ καὶ οὐ συναναιρεῖται
主语为前句的 ἡ οὐσία。通过动词 συνεισφέρω(一同引入/蕴涵)与 συναναιρέω(一同消灭)的主动相与被动相的对照,揭示了实体与偶性之间单向的逻辑与本性依赖关系。
- 1.23σιωπάσθωσαν γὰρ αἱ διαφοραὶ ὡς μήτε περιέχουσαι κυρίως (...) μήτε συνεγνωσμέναι τῷ πολλῷ ἀνθρώπῳ
由第三人称复数现在时被动命令语气(σιωπάσθωσαν)与主语 αἱ διαφοραί 构成,其后带有由 ὡς 引导的分词短语(περιέχουσαι 与 συνεγνωσμέναι)表示理由,表达在辩证法探讨中暂且将“种差”搁置不提的论辩指令。
