- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:159.34-161.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯讨论了质疑范畴数目不应恰好为十的各种异议(分别提出范畴应为11、9、8、6、5、4、3、2或1个,涉及盖伦、普罗提诺、叙利亚努斯等人的观点),并予以逐一驳斥,最后总结了本次讲授。
Ἐφ’ οἷς μετὰ τὴν διαίρεσιν τῶν κατηγοριῶν καὶ τὸ πλῆθος ὅτι δέκα καὶ οὔτε πλείους οὔτε ἐλάττους, ὡς ἐδείξαμεν, φέρε τὰς εἰωθυίας ἀπορίας φέρεσθαι κατὰ τῶν κατηγοριῶν ἀπορήσαντες εἴπωμεν τὰς λύσεις αὐτῶν.1 ἀποροῦσι τοίνυν οἱ μειονεξίαν αὐτῶν κατηγοροῦντες ὅτι διὰ τί μὴ ἕνδεκα αἱ κατηγορίαι προστιθεμένου τοῦ ἔχεσθαι· τί δήποτε γὰρ τῷ μὲν ποιεῖν τὸ πάσχειν ἀντέταξε, τῷ δὲ ἔχειν τὸ ἔχεσθαι οὐκέτι; καὶ λύει τοῦτο Συριανὸς λέγων ὅτι ὑπὸ τὸ κεῖσθαι ἀνάγεται τὸ ἔχεσθαι, ἔχομεν δὲ μίαν κατηγορίαν τὸ κεῖσθαι· τὸ γὰρ ἐχόμενον ἐν τῷ ἔχοντι κεῖται· οἷον ἔχει τις δακτύλιον ἢ ἱμάτιον ἢ ὑποδήματα, ταῦτα ἐν τῷ ἔχοντι κεῖνται. ἄλλοι ἀποροῦσιν, οἱ πλεονεξίαν αὐτῶν κατηγοροῦντες, διὰ τί μὴ ἐννέα αἱ κατηγορίαι, τοῦ ποιεῖν καὶ πάσχειν ὑπὸ τὸ κινεῖσθαι ἀναγομένων· ἀμφότερα γὰρ κινοῦνται, καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον. πρὸς ὅ φαμεν ὅτι οὐχ ἣν κίνησιν κινεῖται τὸ ποιοῦν, κινεῖται καὶ τὸ πάσχον, οὐδὲ ἣν κίνησιν κινεῖται τὸ πάσχον, ταύτην ἀντιδρᾷ καὶ τὸ ποιοῦν· οἷον τὸ πῦρ θερμαίνει, 〈ἀλλ’〉 οὐ καθὸ θερμαίνει ψύχεται, οὐδὲ πάλιν ἡ χιὼν καθὸ ψύχει θερμαίνεται· καθόλου γὰρ οὐδὲν τῶν ὄντων καθὸ ποιεῖ καὶ πάσχει, οὐδὲ καθὸ πάσχει καὶ ποιεῖ. ἄλλοι δὲ διὰ τί μὴ ὀκτὼ αἱ κατηγορίαι, τοῦ ποιεῖν καὶ τοῦ πάσχειν ὑπὸ τὰ πρός τι ἀναγομένων. πρὸς ὅ φαμεν ὅτι τὸ ποιοῦν καὶ τὸ πάσχον τῶν πρός τι, τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν, τὰ ἀπαρέμφατα, οὐ πρός τι. ἄλλοι δὲ διὰ τί μὴ ἓξ αἱ κατηγορίαι, τοῦ ἔχειν καὶ τοῦ κεῖσθαι ὑπὸ τὰ πρός τι ἀναγομένων. ἡ αὐτὴ δὲ λύσις, ὅτι τὸ ἔχον καὶ τὸ κείμενον τῶν πρός τι, τὸ δὲ ἔχειν καὶ τὸ κεῖσθαι, τὰ ἀπαρέμφατα, οὐ πρός τι. ἄλλοι διὰ τί μὴ πέντε αἱ κατηγορίαι, ὡς ὁ Γαληνός, οὐσία ποσὸν ποιὸν πρός τι πρός τί πως ἔχον. πρὸς ὅ φαμεν ὅτι οὐ δύναται τὸ πρός τί πως ἔχον γένος εἶναι τῶν λοιπῶν κατηγοριῶν· ἐν γὰρ τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις οὐκ ἔστι τάξις οὐδὲ τὸ πρότερον καὶ τὸ δεύτερον, ἐπὶ δὲ τῶν συνθέτων κατηγοριῶν ἔστι τάξις· πρότεραι γὰρ αἱ ἐξ οὐσίας καὶ ποσοῦ τῶν ἐξ οὐσίας καὶ ποιοῦ καὶ αἱ ἐξ οὐσίας καὶ ποιοῦ τῶν ἐξ οὐσίας καὶ πρός τι. εἰ δέ τις εἴποι τέσσαρας κατηγορίας μόνον, οὐσίαν ποσὸν ποιὸν πρός τι, τὰς δὲ ἓξ ὡς σχετικὰς ὑπὸ τὰ πρός τι ἀνάγεσθαι, ῥητέον ὅτι ἐπὶ τῶν πρός τι ψιλὴ σχέσις ἐστίν, ἐπὶ δὲ τῶν λοιπῶν ἓξ κατηγοριῶν οὐκ ἔστι ψιλὴ σχέσις ἀλλὰ σχέσις μεθ’ ὕλης, οὐσία μετὰ ποσοῦ, οὐσία μετὰ ποιοῦ, οὐσία μετὰ τῶν πρός τι. ἄλλοι διὰ τί μὴ τέσσαρες αἱ κατηγορίαι, ὥς φησιν ὁ Πλωτῖνος, οὐσία ποσὸν ποιὸν πρός τι· αἱ γὰρ λοιπαὶ ἐκ τῆς συμπλοκῆς τούτων ἐγένοντο. καὶ λύει ὁ αὐτὸς λέγων2 ὅτι κἂν σύνθετοι ὦσιν, ἀλλ’ οὖν ἁπλῆ ἡ νόησις αὐτῶν· ἄλλο δὲ εἶδος τοῦ ἁπλοῦ παρὰ τὸ σύνθετον, καὶ ἄλλο τὸ σύνθετον· ἄλλο γὰρ ἄνθρωπος εἶναι καὶ ἄλλο ψυχὴ εἶναι, ἄλλο σώματι εἶναι καὶ ἄλλο ἀνθρώπῳ εἶναι. ἕτεροί φασι διὰ τί μὴ τρεῖς αἱ κατηγορίαι, οὐσία ποσὸν ποιόν· τὰ γὰρ πρός τι οἰκείαν ὕλην μὴ ἔχοντα ἐν τούτοις θεωρεῖται. πρὸς οὓς φαμεν ὅτι κἂν οἰκείαν ὕλην μὴ ἔχωσιν, ἀλλ’ οὖν ἄλλο εἶδος τῶν πρός τι· τὰ δὲ πράγματα τῷ εἴδει κρίνεται, οὐ τῇ ὕλῃ· ἄνθρωπος γὰρ καὶ βοῦς καὶ ἵππος κοινὴν ἔχοντες τὴν ὕλην διάφορον εἶδος ἔχουσιν. ἄλλοι φασὶ διὰ τί μὴ δύο αἱ κατηγορίαι, οὐσία καὶ συμβεβηκός. καὶ λέγομεν ὅτι οὐ δύναται τὸ συμβεβηκὸς γένος εἶναι τῶν ἐννέα· οὐδέποτε γὰρ ἀπὸ τῶν εἰδῶν τῶν ἀπὸ γένους καταγομένων τὰ μὲν καθ’ αὑτὰ τὰ δὲ κατὰ συμβεβηκότα εὑρήσεις,3 ἀλλ’ ἢ πάντα καθ’ αὑτά, ὡς τὰ μέρη τῆς οὐσίας, ἢ πάντα ἐν σχέσει, ὡς τὰ μέρη τοῦ πολλαπλασίου, τὸ διπλάσιον τὸ τριπλάσιον τὸ τετραπλάσιον· ἐπὶ δὲ τῶν ἐννέα κατηγοριῶν τὰ πρός τι μόνον ἐν σχέσει εἰσίν. ἕτεροι διὰ τί μὴ μία κατηγορία, τὸ ὂν διὰ πάντων διῆκον. καὶ λέγομεν ὅτι οὐ δύναται τὸ ὂν γένος εἶναι τῶν δέκα κατηγοριῶν. τούτου δὲ καὶ αἱ αἰτίαι εἴρηνται ἡμῖν ἀνωτέρω. ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις. 〈Περὶ οὐσίας〉.
在此之后,继范畴的划分以及如我们所示其数目为十且不多不少之后,来吧,让我们提出通常针对范畴所提出的疑难,并陈述它们的解决方案。那些指责范畴过少的人提出疑问:在加上“被持有”之后,为什么范畴不是十一个?究竟为什么他给“能动”对置了“受动”,却不再给“所持”对置“被持有”?叙利亚努斯解决了这一疑难,他说“被持有”归入“配位”之下,而我们拥有“配位”这单一范畴;因为被持有者乃是配位于持有者之中:例如某人戴着戒指或穿着斗篷或穿鞋,这些都是配位于持有者之中。 指责范畴过多的另一些人提出疑问:在“能动”与“受动”归入“被运动”之下的情况下,为什么范畴不是九个?因为能动者和受动者二者皆在运动。对此我们说,能动者所受之运动并非受动者所受之运动,能动者亦不以受动者所受之运动进行反作用;例如火使之发热,但并不就其发热而言变冷;反之雪亦不就其致冷而言变热;因为一般而言,存在之物中没有任何东西就其能动而言受动,亦不就其受动而言能动。 另一些人问,在“能动”与“受动”归入“关系”之下的情况下,为什么范畴不是八个?对此我们说,能动者与受动者属于关系,但作为不定式的“能动”与“受动”本身却并非关系。 另一些人问,在“所持”与“配位”归入“关系”之下的情况下,为什么范畴不是六个?解决方式是相同的:所持者与配位者属于关系,但作为不定式的“所持”与“配位”本身却并非关系。 另一些人问,如盖伦所主张的,范畴为什么不是五个,即实体、量、质、关系、具某种状态的相关者?对此我们说,“具某种状态的相关者”不可能成为其余范畴的属;因为在作为属划分为种的事物中,既不存在次序,也不存在先后,但在复合范畴的情况中却存在次序;因为由实体和量构成的范畴先于由实体和质构成的范畴,由实体和质构成的范畴先于由实体和关系构成的范畴。 如果有人说范畴仅有四个,即实体、量、质、关系,而其余六个作为相对性的归入“关系”之下,那么必须回答说:在关系的情况中存在单纯的关系,而在其余六个范畴的情况中,存在的不是单纯的关系,而是带有质料的关系:实体伴随着量,实体伴随着质,实体伴随着关系。 另一些人问,正如普罗提诺所说,范畴为什么不是四个:实体、量、质、关系?因为其余的范畴是由这些范畴结合而成的。而他本人也通过如下说法解决了这一问题:即使它们是复合的,然而对它们的概念把握却是单纯的;单纯者的形相有别于复合者,复合者亦属不同;因为作为人存在是一回事,作为灵魂存在是另一回事;作为身体存在是一回事,作为人存在是另一回事。 另一些人说,为什么范畴不是三个:实体、量、质?因为关系没有其自身的质料,是在这些范畴中被观察到的。对这些人我们说,即使它们没有自身的质料,然而关系的形相却是不同的;而事物是由形相判定,而非由质料判定;因为人、牛和马拥有共同的质料,却拥有不同的形相。 另一些人说,为什么范畴不是两个:实体与偶性?我们说,偶性不可能成为这九个范畴的属;因为在从一个属派生出的诸种中,你绝不会发现一些是依自身的,另一些是偶性的,而要么全部是依自身的,如实体的各个部分;要么全部是在关系之中的,如倍数的各个部分——双倍、三倍、四倍;但在九个范畴中,唯有“关系”是在关系之中的。 另一些人问,为什么范畴不是一个,即贯穿一切的“存在”?我们说,“存在”不可能成为十个范畴的属。关于此点的原因,我们在上文也已经陈述过了。本讲到此结束。 〈论实体〉
- 1.22Ἐφ’ οἷς μετὰ τὴν διαίρεσιν τῶν κατηγοριῶν καὶ τὸ πλῆθος ὅτι δέκα καὶ οὔτε πλείους οὔτε ἐλάττους, ὡς ἐδείξαμεν, φέρε τὰς εἰωθυίας ἀπορίας φέρεσθαι κατὰ τῶν κατηγοριῶν ἀπορήσαντες εἴπωμεν τὰς λύσεις αὐτῶν.
句首 Ἐφ’ οἷς 为承上启下的介词短语,意为“在此之后”。主干结构由带有名词性 ὅτι 从句的介词短语 μετὰ τὴν διαίρεσιν... καὶ τὸ πλῆθος... 引导,后接劝诱副词 φέρε 以及与伴随状语分词 ἀπορήσαντες 连用的第一人称复数虚拟式 εἴπωμεν。不定式 φέρεσθαι 依附于分词 εἰωθυίας,意为“通常被指向/提出的”。
- 1.22καὶ λύει ὁ αὐτὸς λέγων
ὁ αὐτός 既可指代前文刚刚提及的普罗提诺(Πλωτῖνος),亦可指注解者自身。鉴于紧邻的前句解释了普罗提诺主张四个范畴的根据,此处将其理解为普罗提诺本人(“他本人……解决道”)最为融贯,表明是普罗提诺自己预先化解了这一复合性所带来的困难。
- 1.22οὐδέποτε γὰρ ἀπὸ τῶν εἰδῶν τῶν ἀπὸ γένους καταγομένων τὰ μὲν καθ’ αὑτὰ τὰ δὲ κατὰ συμβεβηκότα εὑρήσεις
主动词为 εὑρήσεις(第二人称单数将来时)。介词短语 ἀπὸ τῶν εἰδῶν... 表示“在派生自属的诸种之中”。句法上,τὰ μέν... τὰ δέ... 作为 εὑρήσεις 的宾语,而 καθ’ αὑτά 与 κατὰ συμβεβηκότα 充当宾语补足语(双宾格构式,即“你绝不会发现一些是依自身的,另一些是偶性的”)。
