← 埃利亚斯

亚里士多德《范畴篇》注释

§155.9-156.33

互不相属之属的种差差异与宽度规则

埃利亚斯注解了亚里士多德关于不同且互不相属之属的种差在种上也不同的规则(1b16),引入了构成性种差与分割性种差的区分,并讨论并解决了关于对分属中会出现相同种差的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#1

" Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, οἷον ζῴου καὶ ἐπιστήμης." Μετὰ τὸν κανόνα τοῦ βάθους ἔρχεται καὶ ἐπὶ τὸν κανόνα τοῦ πλάτους. καὶ ἐπειδὴ τὸ πλάτος αἱ διαφοραὶ ποιοῦσι, διτταὶ 〈δὲ〉 αἱ διαφοραί (ἢ γὰρ συστατικαὶ ἢ διαιρετικαί), καὶ τὰ γένη δὲ διττά, τὰ μὲν ὑπ’ ἄλληλα τὰ δὲ οὐχ ὑπ’ ἄλληλα, ζητεῖ διὰ τούτων ὁ Ἀριστοτέλης πῶς ἔχουσιν αἵ τε συστατικαὶ διαφοραὶ καὶ αἱ διαιρετικαὶ πρὸς τὰ ὑπ’ ἄλληλα γένη καὶ οὐχ ὑπ’ ἄλληλα, καὶ ἀποφαίνεται λέγων ὅτι τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, τῶν δὲ ὑπ’ ἄλληλα τεταγμένων αἱ μὲν συστατικαὶ αἱ αὐταὶ πάντως, αἱ δὲ διαιρετικαὶ ποτὲ μὲν αἱ αὐταὶ ποτὲ δὲ ἕτεραι. ἑτέρων δὲ γενῶν ἀκουστέον τῶν ὑπὸ διαφόρους κατηγορίας ἀναγομένων1 * * ὡς ζῷον καὶ ἐπιστήμη, ἢ τὰ ὑπὸ τὴν αὐτὴν κατηγορίαν ἀναγόμενα ἀντιδιαιρούμενα δέ, ὡς τὸ σῶμα καὶ ἀσώματον. καὶ ἐπὶ μὲν τῶν ὑπὸ διαφόρους κατηγορίας ἀναγομένων καὶ αἱ συστατικαὶ καὶ αἱ διαιρετικαὶ πάντως ἕτεραί εἰσιν, ὥσπερ ζῴου καὶ ἐπιστήμης, ὧν αἱ κατηγορίαι διάφοροι· αἱ μὲν γὰρ συστατικαὶ τοῦ ζῴου τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν, αἱ δὲ διαιρετικαὶ τὸ λογικὸν καὶ τὸ ἄλογον, θνητὸν καὶ ἀθάνατον, τῆς δὲ ἐπιστήμης συστατικαὶ μὲν τὸ ἄπταιστον καὶ βέβαιον καὶ τὸ περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα καταγίνεσθαι, διαιρετικαὶ δέ, ὡς διεῖλεν ἐν τῷ Γοργίᾳ ὁ Πλάτων, ὅτι τῶν τεχνῶν αἱ μέν εἰσι μόνως λογικαί, ὡς ἡ διαλεκτική, αἱ δὲ μόνως πρακτικαί, ὡς ἡ γραφική, αἱ δὲ λογικαὶ ἅμα καὶ πρακτικαί. καὶ τοῦτο τριχῶς· ἢ γὰρ ἐπίσης ἔχουσι τῷ λόγῳ τὴν πρᾶξιν, ὡς ἡ κιθαρῳδία καὶ ἡ πεττευτικὴ προλέγουσα τὰς βολὰς ὧν χρείαν ἔχει, ἢ πλείονα ἔχει τὸν λόγον τῆς πράξεως, 〈ὡς ἡ ὑποκριτική〉, ὡς ἐπὶ τοῦ ἃ δ’ ἔλαβες, ἀπόδος, πατρὸς ἐμοῦ λαβὼν πάρα εἰπόντος τοῦ δὲ κατὰ τὸ σιωπώμενον ἀνανεύσαντος μόνον ‘ἄπαγε’ πάλιν [Ὀρέστης] οὐ χρήματ’ εἶπον, ἢ τὸ ἀνάπαλιν πλείονα τὴν πρᾶξιν τοῦ λόγου, ὡς ἐπὶ τῆς ἰατρικῆς μᾶλλον πρακτικῆς οὔσης ἢ λογικῆς, ἢ λόγῳ μὲν διὰ τὴν διάγνωσιν χρῆται καὶ θεραπείαν· ὁ γὰρ ἄριστα διαγνοὺς ἄριστα θεραπεύσει * *. οὐ μόνον δὲ ἐπὶ τῶν ὑπὸ διαφόρους κατηγορίας ἀναγομένων ἑτέρων γενῶν ὁ κανὼν οὗτος ἀληθεύει, ἀλλὰ καὶ ἐπὶ τῶν μὴ ὑπ’ ἄλληλα. μὴ ὑπ’ ἄλληλα δὲ ἐστι τὰ ἀντιδιαιρούμενα, ὡς τὸ ἀσώματον τῷ σώματι καὶ τὸ ἔμψυχον τῷ ἀψύχῳ καὶ τὰ τοιαῦτα· οὐδὲ γὰρ τελεῖ τὸ ἕτερον ὑπὸ τὸ ἕτερον ἐπὶ τούτων· τοῦ γὰρ σώματος συστατικαὶ μὲν διαφοραὶ τὸ τριχῇ διαστατὸν τὸ θετὸν ἤτοι θέσιν ἔχον, διαιρετικαὶ δὲ τὸ ἔμψυχον καὶ τὸ ἄψυχον. τοῦ δὲ ἀσωμάτου διαιρετικαὶ μὲν τὸ θεῖον, τὸ ἀγγελικόν, συστατικαὶ δὲ πρὸ τῶν διαιρετικῶν οὖσαι τούτων τὸ ἀδιάστατον, τὸ ἄθετον. Διὸ καὶ ἀποροῦσι λέγοντες ὅτι καὶ ἐπὶ τῶν ὑπὸ μίαν κατηγορίαν ἀναγομένων ἀντιδιαιρουμένων δὲ καὶ μὴ ὑπ’ ἄλληλα ὄντων δυνατὸν τὰς αὐτὰς εἶναι διαφοράς· ἐὰν γὰρ διέλω τὸ ζῷον εἰς χερσαῖον καὶ ἔνυδρον, εἶτα τὸ χερσαῖον εἰς ἔναιμον, οἷον ἄνθρωπον ἵππον, ἢ εἰς ἄναιμον, οἷον μελίττας, ἀκρίδας, διέλω δὲ καὶ τὸ ἔνυδρον εἰς ἔναιμον, οἷον λάβρακα, θῦνον, ὀρφῶν καὶ τὰ τοιαῦτα, ἢ εἰς ἄναιμον, οἷον σηπίαν τευθίδα κάραβον, ἰδοὺ καὶ τῶν ἀντιδιαιρουμένων καὶ μὴ ὑπ’ ἄλληλα ἑτέρων γενῶν αἱ αὐταὶ εὑρίσκονται διαφοραί. κἂν διέλῃ τις τὸ ζῷον εἰς ἔναιμον καὶ ἄναιμον καὶ τὸ ἔναιμον διέλῃ εἰς ἔνυδρον καὶ χερσαῖον καὶ τὸ ἄναιμον ὁμοίως διέλῃ εἰς ἔνυδρον καὶ χερσαῖον, καὶ οὕτως πάλιν εὑρίσκονται αἱ αὐταὶ τῶν αὐτῶν ἀντιδιαιρουμένων αἱ διαφοραί, καὶ τὰ παραδείγματα δῆλα. τί οὖν φαμεν πρὸς ταῦτα; ὅτι ἑτέρας τῷ εἴδει διαφορὰς ὁ Ἀριστοτέλης λέγει τὰς ποιούσας ἕτερα εἴδη ἀεὶ διαφέροντα ἀλλήλων καὶ μηδέποτε ταὐτὸν ὄντα· τὸ γὰρ ἔναιμον τὸ χερσαῖον τῷ ἐναίμῳ τῷ ἐνύδρῳ οὐδέποτέ ἐστι ταὐτὸν τῷ εἴδει, οὐδὲ τὸ ἀνάπαλιν τὸ ἄναιμον τὸ ἔνυδρον τῷ χερσαίῳ τῷ ἀναίμῳ ταὐτόν ἐστί ποτε τῷ εἴδει. αἱ διαφοραὶ δὲ οὐχ ὅτι αἱ αὐταὶ διαφέρουσιν ἀλλήλων·2 πῶς γὰρ τὸ ἔναιμον τοῦ ἐναίμου διοίσει ὡς ἔναιμον, εἰ μὴ προσλάβῃ ἰδιώματά τινα καὶ γίνηται ποῦ μὲν ἄνθρωπος ποῦ δὲ ἰχθύς, εἰ τύχοι;

“对于不同且互不相属的属,其种差在种上也不同,例如动物与知识。” 在深度的规则之后,他也来到了广度的规则。既然种差构成广度,而种差具有二重性(或为构成性的,或为分割性的),属也具有二重性(一些互为从属,另一些互不从属),亚里士多德便通过这些来探究:构成性种差与分割性种差相对于互为从属的属和互不从属的属具有怎样的关系;他断言道:对于不同且互不相属的属,其种差在种上也不同,而对于互为从属的属,构成性种差全然相同,分割性种差则有时相同,有时相异。所谓“不同的属”,应当理解为归入不同范畴者,如动物与知识,或者归入同一范畴但相互对分者,如物体与无形体。在归入不同范畴者的情况下,构成性种差与分割性种差都全然相异,正如范畴各异的动物与知识那样;因为动物的构成性种差是有灵的与有感觉的,分割性种差是有理性的与无理性的、会死的与不死的;而知识的构成性种差是无误的、稳固的、以及关涉始终处于同一状态的事物,分割性种差则是,正如柏拉图在《高尔吉亚篇》中所划分的,技艺中有些纯然是言理性的,如辩证术,有些纯然是实践性的,如绘画,有些则兼备言理性与实践性。这有三种情形:要么行动与言辞相当,如齐特拉琴弹唱,以及预先说出自身所需掷骰点数的掷骰戏;要么言辞多于行动,〈如表演〉,就像在有人说了“还来你所拿走的东西,你从我父亲那里拿走的”而对方在沉默中仅仅摇头拒绝后,他又再次说“走开,我说的不是钱财”那样;要么反过来,行动多于言辞,就像医学的情形,它与其说是言理性的不如说是实践性的,或者说它为了诊断与治疗而使用言辞;因为最善于诊断者将最善于治疗。这一规则不仅对于归入不同范畴的不同属是真实的,而且对于互不从属者也是真实的。互不从属者即是相互对分者,如无形体相对于物体,有灵物相对于无灵物等等;因为在这些情形中,一者绝不从属于另一者。物体的构成性种差是三维延展和可放置的(即具有位置),分割性种差则是有灵的和无灵的;而无形体的分割性种差是神圣的和天使般的,先于这些分割性种差的构成性种差则是无延展的和无位置的。因此人们也提出疑难说:即使对于归入单一范畴、相互对分且互不从属者,也可能具有相同的种差;因为如果我将动物划分为陆生的和水生的,接着将陆生的划分为有血的(例如人、马)或无血的(例如蜜蜂、蝗虫),并将水生的也划分为有血的(例如鲈鱼、金枪鱼、石斑鱼等)或无血的(例如墨鱼、鱿鱼、龙虾),看哪,在相互对分且互不从属的不同属中,也发现了相同的种差。若有人将动物划分为有血的和无血的,并将有血的划分为水生的和陆生的,同样将无血的划分为水生的和陆生的,这样也同样会发现相同对分者具有相同的种差,其例子是显而易见的。那么我们对此如何回答?我们说:亚里士多德所说的“在种上不同的种差”,是指那些构成不同物种的种差,这些物种始终相互有别,绝不相同;因为陆生有血动物与水生有血动物在种上绝非同一,反之水生无血动物与陆生无血动物在种上也绝非同一。但种差并非作为相同之物而彼此有别;因为有血物如果不获取某些独特性质并在一种情况下偶然成为人、在另一种情况下偶然成为鱼,它如何能作为有血物而与有血物相区别呢?

语法注2 条
  1. 1.21ἑτέρων δὲ γενῶν ἀκουστέον τῶν ὑπὸ διαφόρους κατηγορίας ἀναγομένων

    动形容词 ἀκουστέον 用于非人称句中,意为“应当理解为/应当解释为”,后接属格短语 ἑτέρων γενῶν 及其同位语分词短语 τῶν ... ἀναγομένων 作为解释的对象。

  2. 1.21αἱ διαφοραὶ δὲ οὐχ ὅτι αἱ αὐταὶ διαφέρουσιν ἀλλήλων

    句子的核心结构是“种差并非作为相同之物(αἱ αὐταί)而彼此有别(οὐ … διαφέρουσιν)”;οὐχ ὅτι 在上下文中引出被否定的论断(“并不是说……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:155.9-156.33