← 埃利亚斯

亚里士多德《范畴篇》注释

§156.33-158.15

从属属中分割性种差的共享

埃利亚斯援引哲学家厄斯塔提奥,阐明在从属属中种差可以相同这一规定适用于分割性种差而非构成性种差,并论述了否定陈述在先的原因、换质换位的逻辑构造、“在种上”这一限定的意义以及“从属”一词单数用法的精确性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#2

δεῖ δὲ καὶ τοῦτο ἐπίστασθαι, ὡς φησιν Εὐστάθιος ὁ φιλόσοφος ὑπομνηματίσας τὰς Κατηγορίας, ὅτι ὅταν λέγῃ ὁ Ἀριστοτέλης τῶν δέ γε ὑπ’ ἄλληλα οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι, ὅτι περὶ τῶν διαιρετικῶν λέγει,1 οὐ περὶ τῶν συστατικῶν· αἱ γὰρ συστατικαὶ μέρη εἰσίν, ὥσπερ τὸ ἔμψυχον καὶ τὸ αἰσθητικὸν τοῦ ζῴου· μέρη γὰρ ταῦτα τοῦ ζῴου δοκεῖ εἶναι ὡς συμπληρωτικὰ αὐτοῦ, οὐκέτι δὲ διαφοραὶ αὐτοῦ, ἐάν τις ἀκριβῶς θεωρήσῃ. αἱ δὲ διαιρετικαὶ κυρίως διαφοραί εἰσιν ὡς διαφόρων εἰδῶν ποιητικαί. ἐπὶ τούτων οὖν τῶν διαιρετικῶν ἐν τοῖς ὑπαλλήλοις δυνατόν ποτε τὰς αὐτὰς εἶναι διαιρετικὰς τοῦ ὑπεράνω καὶ τοῦ ὑποκάτω· ἐὰν γὰρ διέλω τὸ ζῷον εἰς πτηνὸν καὶ ἔνυδρον, οὐ δύναμαι τὰς αὐτὰς ποιῆσαι διαιρετικὰς τοῦ ζῴου ἁπλῶς πτηνοῦ καὶ ἐνύδρου· οὔτε γὰρ τὸ πτηνὸν εἰς λογικὸν καὶ ἄλογον διαιρεθῆναι δυνατὸν οὔτε τὸ ἔνυδρον, ἐάν τις τὸ ζῷον τὸ εἰς αὐτὰ διαιρεθὲν ἐπιτηδεύῃ διελεῖν εἰς λογικὸν καὶ ἄλογον· ἀδύνατον γάρ. εἰ δὲ διέλω τὸ ζῷον εἰς χερσαῖον καὶ ἔνυδρον, τὸ χερσαῖον δύναμαι διελεῖν εἰς λογικὸν καὶ ἄλογον· εἰς γὰρ ἄνθρωπον καὶ ἵππον. διαιρῶ δὲ καὶ τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον (ἐξὸν γάρ)· καὶ ἰδοὺ αἱ αὐταὶ εὑρίσκονται τοῦ ζῴου καὶ τοῦ ὑποκάτω διαφοραί, τὸ λογικὸν καὶ τὸ ἄλογον, τοῦ ζῴου καὶ τοῦ χερσαίου τοῦ ἐκ τῆς διαιρέσεως τοῦ ζῴου καταγομένου· καὶ τὸ χερσαῖον γὰρ διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. Ἄλλαι 〈οὖν〉 εἰσιν αἱ συστατικαὶ τούτων καὶ διαιρετικαὶ διαφοραί· αἱ γὰρ τοῦ ἀσωμάτου διαφοραί, κἂν συστατικαὶ ὦσι κἂν διαιρετικαί, οὐκ εἰσιν αἱ αὐταὶ ταῖς διαιρετικαῖς καὶ συστατικαῖς τοῦ σώματος. ὑπ’ ἄλληλα δέ ἐστι τὰ κατὰ βάθος προϊόντα, ὡς τὸ σῶμα τὸ ἔμψυχον τὸ ζῷον ὁ ἄνθρωπος. ἐπὶ δὲ τῶν ὑπ’ ἄλληλα αἱ μὲν συστατικαὶ πάντως αἱ αὐταί (τὰ γὰρ ἐπάνω τῶν ὑποκάτω πάντως κατηγορεῖται), αἱ δὲ διαιρετικαὶ ποτὲ μὲν αἱ αὐταὶ ποτὲ δὲ ἕτεραι· ἐὰν γὰρ διέλῃς τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, οὐ δύνασαι διελεῖν τὸ λογικὸν εἰς λογικὸν καὶ ἄλογον· διὸ ἕτεραι. εἰ δὲ διέλῃς τὸ ζῷον εἰς θνητὸν καὶ ἀθάνατον καὶ τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, αἱ αὐταί εἰσιν. ὅταν οὖν λέγῃς, ὦ Ἀριστότελες, τῶν δέ γε ὑπ’ ἄλληλα τεταγμένων οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι, περὶ τῶν συστατικῶν λέγεις ἢ τῶν διαιρετικῶν, εἰ μὲν περὶ τῶν συστατικῶν, ἐπειδὴ αὗται πάντως αἱ αὐταί, τί βούλεται τὸ οὐδὲν κωλύει ἐπὶ μέσου ἀεὶ λεγόμενον; εἰ δὲ περὶ τῶν διαιρετικῶν;2 τί ἐροῦμεν πρὸς τὸν κανόνα τοῦ βάθους περὶ τῶν συστατικῶν εἰρημένον; καὶ λέγομεν ὅτι μήποτε δι’ ἀμφότερα, καὶ διὰ μὲν τὰς διαιρετικὰς τὸ οὐδὲν κωλύει διὰ δὲ τὰς συστατικὰς ὅτι πάντως αἱ αὐταί, ὡς ἔχει ὁ κανὼν τοῦ βάθους. ἀποροῦσι δέ τινες ὅτι διὰ τί προέταξε τὸ ἀποφατικὸν τοῦ καταφατικοῦ. καὶ λέγομεν ὅτι ὡς ἀναγκαῖον ἐνδεχομένου· πάντως γὰρ ἐπὶ τῶν ἀποφατικῶν, τοῦτ’ ἔστι τῶν μὴ ὑπ’ ἄλληλα [φημί], ἄλλαι εἰσὶ καὶ ἄλλαι, ἐπὶ δὲ τοῦ καταφατικοῦ, φημὶ τοῦ ὑπαλλήλου, ἐνδέχεται τὰς διαιρετικὰς καὶ τὰς αὐτὰς εἶναι καὶ ἑτέρας. καὶ διὰ τί τὸ μὲν ἀναγκαῖον τὸ δὲ ἐνδεχόμενον; ἐπειδὴ τὸ τῇ συναντιθέσει ἀντίστροφον ἀεὶ ἀπὸ τοῦ ἑπομένου γινόμενον αὐτὸς ἐκ τοῦ ἡγουμένου ἐποίησεν·3 εἶπε γὰρ ὅτι τῶν ἑτερογενῶν καὶ τῶν μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραί εἰσι πάντως αἱ διαφοραὶ ἀμφότεραι * *, ὀφείλων εἰπεῖν ὅτι ‘ὧν δὲ αἱ αὐταί εἰσι διαφοραί, ταῦτα ὑπ’ ἄλληλα’. καλῶς δὲ πρόσκειται ὅτι ἕτεραι τῷ εἴδει, ἵνα τὰς οὐσιώδεις λάβωμεν διαφοράς· εἰ γὰρ μὴ ταύτας ἀλλὰ συμβεβηκυίας λάβωμεν, δυνατὸν τῶν ὑπὸ διαφόρους κατηγορίας ἀναγομένων τὰς αὐτὰς εἶναι διαφοράς· διαιρῶ γὰρ τὸ ζῷον εἰς ὑπόπουν καὶ ἄπουν, καὶ τὸ σκεῦος εἰς ὑπόπουν καὶ ἄπουν, καὶ τὸ μὲν ζῷον ἀνάγεται ὑπὸ τὴν οὐσίαν τὸ δὲ σκεῦος ὡς ὄργανον ὑπὸ τὸ πρός τι. δεῖ δὲ καὶ τοῦτο εἰδέναι ὅτι ὑπάλληλον ἑνικῶς μᾶλλον δεῖ λέγειν ἢ ὑπάλληλα πληθυντικῶς· τὰ γὰρ ὑπάλληλα δοκοῦσιν ὑφ’ ἑαυτὰ ἀνάγεσθαι, ὅπερ ἀδύνατον· οὐδὲ γὰρ τὸ ζῷον ὑπὸ τὸ λογικὸν τελεῖ ποτε, εἰ καὶ τὸ λογικὸν ὑπὸ τὸ ζῷον. ταῦτα ἔχει ἡ πρᾶξις.

还应当了解这一点,正如注解《范畴篇》的哲学家厄斯塔提奥所说:当亚里士多德说“但在互为从属者中,没有什么妨碍它们相同”时,他谈论的是分割性种差,而非构成性种差;因为构成性种差是部分,正如动物的有灵与有感觉那样;因为如果有人精确考察,这些似乎是作为动物的补充成分而是动物的部分,不再是它的种差。而分割性种差才是严格意义上的种差,因为它们产生不同的物种。因此在从属者中的这些分割性种差方面,上位者的分割性种差与下位者的分割性种差有时可能是相同的。因为如果我将动物划分为有翼的与水生的,我便无法使动物的分割性种差纯然与有翼者和水生者的分割性种差相同;因为如果有人试图将划分为它们两者的动物再划分为有理性的与无理性的,那么既不可能将有翼者划分为有理性的与无理性的,也不可能将水生者如此划分;因为这是不可能的。但如果我将动物划分为陆生的与水生的,我便能够将陆生者划分为有理性的与无理性的:即划分为人与马。我也将动物划分为有理性的与无理性的(因为这是可能的);看哪,相同的种差——有理性的与无理性的——被发现既属于动物,也属于其下位者,属于动物以及源自动物划分的陆生者;因为陆生者也被划分为有理性的与无理性的。因此,这些[相互对分者]的构成性种差与分割性种差是不同的;因为无形体的种差,无论构成性的还是分割性的,都与物体的分割性与构成性种差不相同。而互为从属者是沿深度推进的事物,如物体、有灵物、动物、人。在互为从属者中,构成性种差全然相同(因为上位者必然全被述说于下位者),而分割性种差则有时相同,有时相异;因为如果你将动物划分为有理性的与无理性的,你就不能将有理性者划分为有理性的与无理性的;因此它们相异。但如果你将动物划分为会死的与不死的,并将有理性者也划分为会死的与不死的,它们便是相同的。那么,亚里士多德啊,当你说道“但在互为从属者中,没有什么妨碍它们相同”时,你谈论的是构成性种差还是分割性种差?如果是关于构成性种差,既然这些全然相同,那么始终用于中间事态的“没有什么妨碍”是什么意思?如果是关于分割性种差,对于就构成性种差而言的深度规则,我们该说什么?于是我们说:也许是兼顾两者——对于分割性种差而言是“没有什么妨碍”,对于构成性种差而言则是如深度规则所具有的那样“全然相同”。有些人提出疑问:为何他将否定表述置于肯定表述之前?我们说:正如必然者置于或然者之前;因为在否定者中,即在互不从属者中,[它们的种差]全然互不相同,而在肯定者中,我是指从属者,分割性种差既可能是相同的,也可能是相异的。又为什么一者是必然的而另一者是或然的?因为尽管通过换质换位法进行的换位始终来自于后件,他自己却从前件做出了换位;因为他说不同且互不相属的属其两种种差都全然不同,尽管他本应当说“凡种差相同者,皆互为从属”。此外,附加“在种上相异”是很妥当的,以便我们把握本性上的种差;因为如果我们把握的不是这些而是偶性种差,那么归入不同范畴者的种差也可能相同;因为我将动物划分为有足的与无足的,也将器具划分为有足的与无足的,动物归入实体,而器具作为工具则归入关系。还应当明白这一点:更应当用单数说“从属者”,而不是用复数说“诸从属者”;因为复数的诸从属者似乎是相互归入彼此之下,这是不可能的;因为即使有理性者从属于动物,动物也绝不从属于有理性者。本讲包含这些内容。

语法注3 条
  1. 1.21ὅτι ὅταν λέγῃ ὁ Ἀριστοτέλης τῶν δέ γε ὑπ’ ἄλληλα οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι, ὅτι περὶ τῶν διαιρετικῶν λέγει

    结构 ὅτι ὅταν... ὅτι 是连词 ὅτι 跨越插入的时间/条件从句(ὅταν λέγῃ...)而发生的冗赘复现(resumptive 结构)。第二个 ὅτι 引导从属分句的谓语动词 λέγει,共同构成 ἐπίστασθαι 的宾语从句。

  2. 1.21εἰ δὲ περὶ τῶν διαιρετικῶν;

    此条件分句与前文的 εἰ μὲν περὶ τῶν συστατικῶν 相对成文,省略了动词 λέγεις(“如果[你谈论的是]关于分割性种差”)。紧随其后的疑问句 τί ἐροῦμεν...(“我们将说什么……?”)充当其归结分句。

  3. 1.21ἐπειδὴ τὸ τῇ συναντιθέσει ἀντίστροφον ἀεὶ ἀπὸ τοῦ ἑπομένου γινόμενον αὐτὸς ἐκ τοῦ ἡγουμένου ἐποίησεν

    名词化短语 τὸ τῇ συναντιθέσει ἀντίστροφον(“换质换位”)作宾格,充当 ἐποίησεν 的直接宾语。分词短语 ἀεὶ ἀπὸ τοῦ ἑπομένου γινόμενον(“向来是从后件产生的”)带有让步意味,用以说明主语 αὐτός(亚里士多德)却将其“从前件(ἐκ τοῦ ἡγουμένου)”做出的逻辑偏差。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:156.33-158.15