- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:154.8-155.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯回应了第二个疑难,指出对实体固有属性的列举并非轮廓勾勒,随后以圆心、声音以及质料的逐步形相化为例,论述了在“在基底之中”的述谓中,被述谓者如何既对基底是共通普遍的又是特有的。
πρὸς δὲ τὴν ἄλλην φαμὲν ἀπορίαν ὅτι οὐδὲν τῶν ἰδίων τῆς οὐσίας ὧν καταλέγει ὑπογραφή ἐστι τῆς οὐσίας· πάντα γὰρ ὅσα ἴδια αὐτῆς καταλέγει ἢ μόνῃ μὲν οὐσίᾳ ὑπάρχει οὐ πάσῃ δέ, ἢ πάσῃ μὲν οὔ, μόνῃ δὲ τῇ ὑπογραφῇ.1 καὶ τὰ κυρίως ἴδια καὶ μόνῳ καὶ παντὶ καὶ ἀεὶ θέλουσιν ὑπάρχειν, ὡς μεμαθήκαμεν. Διττῆς δὲ οὔσης τῆς κατηγορίας, τῆς μὲν καθ’ ὑποκειμένου τῆς δὲ ἐν ὑποκειμένῳ, ἡ ἐν ὑποκειμένῳ κατηγορία ἄλλο ἄλλῳ λέγουσα ὑπάρχειν οὐδεμίαν παρέχει ζήτησιν. ἡ δὲ καθ’ ὑποκειμένου κατηγορία θέλουσα δεῖξαι τὸ ἕτερον 〈ὅπερ τὸ ἕτερον〉, τοῦτ’ ἔστι τὸ κατηγορούμενον ὅπερ τὸ ὑποκείμενον, ζήτησιν παρέχει· ἐρεῖ γάρ τις ‘ποῖόν ἐστι τὸ κατηγορούμενον ζῷον τοῦ ἀνθρώπου, αὐτὸ τὸ ἐγκατατεταγμένον ἢ ἄλλο καθολικώτερον; εἰ μὲν γὰρ τὸ ἐγκατατεταγμένον, ἀδολεσχία ἡ κατηγορία αὐτὴ ἑαυτῆς κατηγοροῦσα, εἰ δὲ τὸ καθόλου, συνεπεκταθήσεται τὸ μερικὸν τῷ καθόλου καὶ ἔσται τὸ μερικὸν ὅπερ τὸ καθόλου.’ τοῦτο ἡμεῖς φαμεν ὅτι καθόλου τὸ κατηγορούμενον καὶ κοινότερον θέλει εἶναι τοῦ ὑποκειμένου καὶ ἰδικώτερον· εἰ μὲν γὰρ κοινότερόν ἐστιν, οὐκ ἔστιν ἀδολεσχία ἡ κατηγορία, εἰ δὲ ἴδιόν ἐστιν ἑκάστου, οὐ συνεπεκταθήσεται τὸ μερικὸν τῷ καθόλου, ὡς ἐπὶ τοῦ κέντρου καὶ τοῦ σημείου τοῦ κύκλου· τὸ γὰρ σημεῖον ἐκεῖνο πασῶν τῶν ἐξ αὐτοῦ εὐθειῶν ἐκλαβόμενον καὶ κοινόν ἐστιν ἁπασῶν καὶ ἴδιον ἑκάστης. καὶ ἡ φωνὴ τοῦ κήρυκος καὶ κοινῇ ἐστιν ἅπασιν ἀκουστὴ καὶ ἰδίᾳ ἑκάστῳ, καὶ ἐν πᾶσίν ἐστι κἀν τῷ ἀέρι μία οὖσα. καὶ αὐτὸ δὲ τὸ δοκοῦν ἐξισάζειν ἴδιον καθολικώτερον δοκεῖ εἶναι, ἐπειδὴ τὰ ἄρθρα τοῖς καθόλου προσδιορισμοῖς ἰσοδυναμοῦσιν· ἐν γὰρ τῷ λέγειν ‘ὁ ἄνθρωπος γελαστικόν’ οὐδὲν ἄλλο λέγομεν ἢ ὅτι πᾶς ἄνθρωπος γελαστικόν· τὸ δὲ πᾶς ἀντὶ τοῦ ἕκαστος νοεῖται· ἑκάστου δὲ ἀνθρώπου τὸ γελαστικὸν καθολικώτερον. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν ὅτι δύναται τὸ αὐτὸ καὶ καθολικώτερον εἶναι τοῦ ὑποκειμένου καὶ ἰδικὸν αὐτοῦ· ἰδοὺ γὰρ ὁρῶμεν ὅτι ἡ ἀνείδεος ὕλη προϊοῦσα ἐκ τῆς οὐσίας πρότερον εἰδοποιεῖταί πως τὰς διαστάσεις προσλαμβάνουσα ποσουμένη, εἶτα ποιοῦται, εἶτα ποιεῖ τὸ ἔμψυχον σῶμα, μετ’ αὐτὸ τὸ ζῷον, εἶτα ἐπὶ τούτοις τὸν ἄνθρωπον καὶ τὸν Σωκράτην ἔσχατον, κἀκεῖ ἀποτελευτᾷ. καὶ τὰ μὲν πρὸ τοῦ Σωκράτους πάντα εἰδοποιοῖς διαφοραῖς διαφέρει ἀλλήλων, ὁ δὲ Σωκράτης τινὶ ἰδιοτροπίᾳ διαφέρει τῶν ἄλλων ἀνθρώπων, ἥτινι ἐπιφοιτᾷ τὸ εἶδος τὸ μερικὸν τοῦ τινὸς ἀνθρώπου μηκέτι ἄλλην κατὰ φύσιν διαφορὰν ἐπιδεχόμενον,2 διὸ καὶ μένει ἀδιαίρετον. καὶ ὅρα πῶς ἡ αὐτὴ ὕλη, πᾶσιν ὑποκειμένη κοινῶς, καὶ ἰδίᾳ ἑκάστῳ ὑπόκειται. οὕτω καὶ ἐπὶ τοῦ ζῴου ἔχει ἢ τοῦ ἐμψύχου· τὸ αὐτὸ καὶ κοινὸν καὶ ἴδιον ἑκάστου γίνεται, κοινὸν μὲν ὡς πολλοῖς ὑπάρχον, ἴδιον δὲ προσλαβὸν εἰδοποιοὺς διαφορὰς καὶ γινόμενον εἶδος ἄλλοτε ἄλλο, κατ’ ἀναλογίαν τῆς ὕλης πᾶσιν ὑποκείμενον κοινῶς καὶ ἰδίᾳ ἑκάστῳ. ταῦτα ἔχει καὶ ἡ παροῦσα πρᾶξις.
针对另一个疑难,我们说:他所列举的实体的固有属性没有一个是实体的轮廓勾勒;因为凡是他列举为实体固有的东西,要么仅属于实体却非属于全部实体,要么属于全部实体却非仅属于实体(并非仅属于轮廓勾勒)。正如我们所学到的,严格意义上的固有属性必须既仅属于它、属于它全部,且始终属于它。述谓既有二重——一者为“关于基底”,另一者为“在基底之中存在”,那么陈述一物属于另一物的“在基底之中存在”的述谓并不提供任何探究。然而,旨在表明一物恰恰是另一物(即被述谓者恰恰是基底)的“关于基底”的述谓,则提供了探究;因为有人会问:“被述谓于人的动物是什么样的?是排布在人内部的那个自身,还是某个更普遍的别物?因为如果是排布在内部的那个,述谓就是述谓自身的废话;但如果是普遍者,个别者就会随着普遍者一同扩展,个别者就会恰恰成为普遍者。”对此我们说:被述谓者既必须比基底更普遍、更具共通性,又必须是基底所特有的;因为如果它更具共通性,述谓就不是废话;如果它是各物所特有的,个别者就不会随着普遍者一同扩展,正如圆的中心和点的情况那样;因为那个点关联于从其出发的所有直线,既对所有直线是共通的,又是每一条直线所特有的。又如传令官的声音,既共通地被所有人听见,又个别地被每一个人听见,它存在于所有人之中,而在空气中它也是单一的。而且,那看似等同的固有属性自身也显得更为普遍,因为冠词等同于普遍限定词;因为在说“人是能笑的”时,我们所说的无非是“所有人都是能笑的”;而“所有”是代替“每个”来理解的;对于每个人而言,能笑的属性都更为普遍。还可以以另一种方式说:同一事物既能比基底更普遍,又能是它的特有物;因为看哪,我们看到无定形的质料从实体推进,首先通过获取维度而被赋予数量,以某种方式被赋予形相,接着获得性质,接着产生有灵物体,在这之后产生动物,接着在这些之上产生人,并最后产生苏格拉底,并在那里告终。苏格拉底之前的一切事物都通过赋予形相的种差彼此相异,而苏格拉底则凭借某种独特性质与其他人类相异,某个具体人的个别形相临在于这一独特性质之上,不再容纳任何其他依本性的种差,因此也保持为不可分割的。请看同一质料如何既共通地作为一切事物的基底,又个别地作为每一事物的基底。在动物或有灵物的情形中也是如此;同一事物既成为共通的,又成为各物所特有的——作为属于多者它是共通的,但通过获取赋予形相的种差并时而成为这种形相、时而成为那种形相,它又成为特有的,依质料的类比,既共通地作为一切的基底,又个别地作为每一者的基底。当前的讲课内容也就是这些。
- 1.20ἢ πάσῃ μὲν οὔ, μόνῃ δὲ τῇ ὑπογραφῇ
与前半句“ἢ μόνῃ μὲν οὐσίᾳ ὑπάρχει οὐ πάσῃ δέ”(要么仅属于实体却非属于全部实体)相对照,后半句意在表达“要么属于全部实体却非仅属于实体”。末尾的“τῇ ὑπογραφῇ”作为补充短语,说明该属性仅符合轮廓勾勒的要求(属于全部),却未满足仅属于实体这一真正固有的条件。
- 1.20ἥτινι ἐπιφοιτᾷ τὸ εἶδος τὸ μερικὸν τοῦ τινὸς ἀνθρώπου μηκέτι ἄλλην κατὰ φύσιν διαφορὰν ἐπιδεχόμενον
阴性与格关系代词“ἥτινι”的先行词是紧邻的阴性名词“ἰδιοτροπίᾳ”(独特性质)。关系节的主语是中性短语“τὸ εἶδος τὸ μερικὸν τοῦ τινὸς ἀνθρώπου”(某个具体人的个别形相),现在分词“ἐπιδεχόμενον”作为中性主格与该主语“τὸ εἶδος”保持性数格的一致。
