← 埃利亚斯

亚里士多德《范畴篇》注释

§153.3-154.8

述谓传递规则与按深度的归结

埃利亚斯注解了亚里士多德《范畴篇》1b10关于述谓传递的规则(深度规则),证明两个前提都必须是“在基底之中”才能避免错误推论,阐述了将存在者归结为范畴的逆向过程,并解决了一个疑难,指出这是一条规则而非定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20#1

" Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου λεχθήσεται." Ἐπειδὴ αἱ κατηγορίαι καὶ βάθος ἔχουσι καὶ πλάτος (βάθος μὲν τὴν εἰς τὰ μερικώτερα αὐτῶν πρόοδον, πλάτος δὲ τὴν εἰς τὰ πλάγια μετάστασιν, οἷον ἵνα βάθος μὲν λάβῃς οὕτως,1 τὴν οὐσίαν καὶ τὸ σῶμα καὶ τὸ ἔμψυχον καὶ τὸ ζῷον, καὶ οὕτως ἐφεξῆς), διὰ τοῦτο ὁ Ἀριστοτέλης κανόνα καὶ τοῦ πλάτους καὶ τοῦ βάθους ἡμῖν παραδίδωσι, καὶ νῦν μὲν τοῦ βάθους, ἐφεξῆς δὲ καὶ τοῦ πλάτους. ἔστι δὲ ὁ κανὼν οὕτως· ὅταν τὸ πρῶτον τοῦ δευτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου καὶ τὸ δεύτερον τοῦ τρίτου, καὶ τὸ πρῶτον τοῦ τρίτου κατηγορηθήσεται ὡς καθ’ ὑποκειμένου· οἷον τὸ ἔμψυχον κατηγορεῖται τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου, καὶ τὸ ἔμψυχον τοῦ ἀνθρώπου κατηγορηθήσεται. καλῶς δὲ πρόσκειται ἐν τῷ κανόνι καθ’ ὑποκειμένου· εἰ γὰρ μέλλει ἀληθὴς εἶναι ὁ κανών, δεῖ ἑκατέραν τῶν προτάσεων καθ’ ὑποκειμένου εἶναι· εἴτε γὰρ αἱ δύο ὦσιν ἐν ὑποκειμένῳ, οὐδὲν συνάγεται ἀληθές, εἴτε ἡ μία καθ’ ὑποκειμένου ἡ δὲ λοιπὴ ἐν ὑποκειμένῳ, καὶ ἢ ἡ μία ἢ ἡ δευτέρα, οὐδὲ οὕτως ἀληθές τι συνάγεται. καὶ δὴ εἰλήφθωσαν αἱ δύο ἐν ὑποκειμένῳ, οἷον ‘ὁ ἄνθρωπος λευκός, τὸ λευκὸν δισύλλαβον, ὁ ἄνθρωπος ἄρα δισύλλαβον’· ἐὰν συμπερανθῇ οὕτως, ψεῦδος τὸ συναγόμενον. εἰλήφθω πάλιν ἡμῖν ἐν ὑποκειμένῳ ἡ μία καὶ ἡ δευτέρα καθ’ ὑποκειμένου, οἷον ‘ὁ ἄνθρωπος λευκός, τὸ λευκὸν χρῶμα, ὁ ἄνθρωπος ἄρα χρῶμα’, καὶ ἔστι ψεῦδος τὸ συναγόμενον. εἰλήφθω πάλιν ἡ μὲν μία καθ’ ὑποκειμένου οἷον ‘ὁ ἄνθρωπος ζῷον’, ἡ 〈δὲ〉 δευτέρα ἐν ὑποκειμένῳ, οἷον ‘τὸ ζῷον δισύλλαβον’, οὐδὲν ἀληθές τι συνάγεται. καὶ ἔχομεν διὰ τούτου τὸ ἀνάπαλιν τοῦ κανόνος·2 οὗτος γὰρ πάντα τὰ ὄντα ὑπὸ τὰς δέκα κατηγορίας ἀνάγει· ὥσπερ γὰρ ὁ κανὼν ἐδείκνυε τὸ πρῶτον τῷ δευτέρῳ ὑπάρχον καὶ τὸ δεύτερον τῷ τρίτῳ, οὕτω καὶ διὰ τοῦ ἀνάπαλιν ἔστι δεῖξαι τὰ ὕστερα καὶ δεύτερα ὑπὸ τὰ πρῶτα ἀναγόμενα, οἷον ὁ ἄνθρωπος ὑπὸ τὸ ζῷον τὸ δὲ ζῷον ὑπὸ τὸ ἔμψυχον καὶ τὸ σῶμα καὶ τὴν οὐσίαν, καὶ ὁ ἄνθρωπος ὑπὸ τὴν οὐσίαν ἀναχθήσεται. καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ὡσαύτως. Ἀποροῦσι δέ τινες λέγοντες ὅτι ὁρίζεται τὸ καθ’ ὑποκειμένου, ὅτε λέγει, 〈εἰ〉 τὸ πρῶτον τῷ δευτέρῳ ὑπάρχει καὶ τὸ δεύτερον τῷ τρίτῳ, ὅτι καὶ τὸ πρῶτον τῷ τρίτῳ ὑπάρχει, ἀλλὰ καὶ τὸ οὐκ ἐν ὑποκειμένῳ ὁρίζεται, φημὶ δὴ τὴν οὐσίαν [ἢ καὶ ὑποκείμενον], ὅτε καταλέγει τὰ ἴδια τῆς οὐσίας· αἱ γὰρ ὑπογραφαὶ ἐκ τῶν ἰδίων λαμβάνονται. αὕτη ἡ ἀπορία. λύομεν δὲ αὐτὴν οὕτως· ὅτι κανών ἐστιν ὁ λεχθείς, οὐχ ὁρισμὸς ἢ ὑπογραφή· ἐν οὐδεμιᾷ γὰρ ὑπογραφῇ ἤτοι ὁρισμῷ τὸ ὁριστὸν ἤτοι τὸ τοῦ ὁριστοῦ ὄνομα ἐν αὐτῇ τῇ ὑπογραφῇ παραλαμβάνεται·3 οὐδεὶς γὰρ λέγει ὅτι ἄνθρωπός ἐστι ζῷον ἄνθρωπος· νῦν δὲ ἐν τῷ κανόνι πολλάκις τὸ ὁριστὸν παρελήφθη, φημὶ τὸ καθ’ ὑποκειμένου.

“当一物作为关于基底那样被述谓于另一物时,凡关于被述谓者所言说的,对于基底也同样将被言说。” 由于范畴既具有深度又具有广度(深度是它们朝向其更为个别之物的推进,而广度是向旁侧的移转;例如,为了让你这样把握深度:实体、物体、有灵物、动物,以及依此类推),因此亚里士多德向我们传授了关于广度和深度的规则,现在是关于深度的规则,随后也将传授关于广度的规则。该规则如下:当第一者作为关于基底那样被述谓于第二者,而第二者被述谓于第三者时,第一者也将作为关于基底那样被述谓于第三者;例如,有灵物被述谓于动物,动物被述谓于人,有灵物也将被述谓于人。规则中附加“关于基底”是恰当的;因为如果规则要是真的,两个前提都必须是“关于基底”的;因为无论两者都是“在基底之中存在”,推导不出任何真理;抑或一者是“关于基底”,而剩下的一者是“在基底之中存在”(无论是第一者还是第二者),即使这样也推导不出任何真理。诚然,假设两者都被取为“在基底之中存在”,例如“人是白的,白是双音节的,因此人是双音节的”;如果这样作结,推导出的结论是假的。再假设我们把一者取为“在基底之中存在”,把第二者取为“关于基底”,例如“人是白的,白是颜色,因此人是颜色”,推导出的结论也是假的。再假设把一者取为“关于基底”,例如“人是动物”,而把第二者取为“在基底之中存在”,例如“动物是双音节的”;推导不出任何真理。借此我们便有了该规则的逆向;因为这把一切存在者都归结到十个范畴之下;正如规则表明第一者属于第二者且第二者属于第三者那样,通过逆向也可以表明后继者和第二者被归结到第一者之下,例如人归结到动物之下,动物归结到有灵物、物体和实体之下,人也将被归结到实体之下。在其他范畴上也是如此。但有些人提出疑难说:当他说若第一者属于第二者且第二者属于第三者,第一者也属于第三者时,“关于基底”被定义了;而且当他列举实体的固有属性时,“不在基底之中存在”——我指实体——也被定义了;因为轮廓勾勒是从固有属性中获取的。这就是疑难。我们这样解决它:所陈述的是一条规则,而不是定义或轮廓勾勒;因为在任何轮廓勾勒或定义中,被定义项或被定义项的名称都不会被纳入该轮廓勾勒自身之中;因为没有人会说“人是动物人”;而现在在规则中,被定义项——我指“关于基底”——已被多次纳入。

语法注3 条
  1. 1.20οἷον ἵνα βάθος μὲν λάβῃς οὕτως

    由 οἷον 引导的 ἵνα 搭配虚拟式(λάβῃς),在此并非严格的目的状语从句,而是一种习惯性的插入语表达,意为“例如,为了让你这样来理解深度”。

  2. 1.20καὶ ἔχομεν διὰ τούτου τὸ ἀνάπαλιν τοῦ κανόνος

    名词化的副词短语 τὸ ἀνάπαλιν(逆、反转)指的是向上的归结方向(从个别事物经由种和属上升至最高范畴),与规则中所描述的自上而下的述谓传递(下降)相对。

  3. 1.20ἐν οὐδεμιᾷ γὰρ ὑπογραφῇ ἤτοι ὁρισμῷ τὸ ὁριστὸν ἤτοι τὸ τοῦ ὁριστοῦ ὄνομα ἐν αὐτῇ τῇ ὑπογραφῇ παραλαμβάνεται

    介词短语 ἐν οὐδεμιᾷ... ὑπογραφῇ ἤτοι ὁρισμῷ 表示领域,主语为复合主语 τὸ ὁριστὸν ἤτοι τὸ τοῦ ὁριστοῦ ὄνομα(被定义项或被定义项的名称),动词是受动语态的 παραλαμβάνεται,表达了定义中不得循环引入被定义概念的原则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:153.3-154.8