← 埃利亚斯

亚里士多德《范畴篇》注释

§151.34-153.2

关于在基底之中轮廓勾勒过窄的难题

埃利亚斯讨论了指责“在基底之中”的轮廓勾勒过窄的反驳(如可分离偶性及香气传播之例),并综合柏拉图、亚里士多德与普罗提诺的学说,捍卫了偶性性质对基底的依存性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19#2

αὗται αἱ ἀπορίαι τῶν πλεονασμὸν κατηγορούντων. οἱ δὲ ἔλλειψιν κατηγοροῦντες ἐπιχειροῦσι λέγοντες οὕτως· ὅτι οὐ παντὶ συμβεβηκότι ἁρμόζει αὕτη ἡ ὑπογραφή, εἰ μὴ τῷ ἀχωρίστῳ. πρὸς ὅ φαμεν ὅτι ὅσον μὲν ἐπὶ τὸ χωρίζεσθαι ἢ μὴ χωρίζεσθαι τοῦ συμβεβηκότος τὸ μὲν χωριστὸν τὸ δὲ ἀχώριστον, ὅσον δὲ ἐπὶ τὸ μὴ δύνασθαι χωρὶς ὑποστῆναι πᾶν συμβεβηκὸς χωριστὸν ἀχώριστον·1 οὐδὲ γὰρ εἶπεν ‘ὃ ἀδύνατον χωρισθῆναι’, ἀλλ’ ὃ ἀδύνατον χωρὶς ὑποστῆναι. εἶτά φασιν ὅτι δύναται χωρὶς ὑποστῆναι συμβεβηκός· ἰδοὺ γὰρ ἡ εὐωδία τοῦ μήλου, συμβεβηκὸς οὖσα, καταλείψασα τὸ μῆλον μένει ἐν τῷ αἰσθητηρίῳ ἢ τῷ κιβωτίῳ. λύουσι τοῦτο διάφοροι, ὁ μὲν Πλάτων ὅτι οὐκ ἐχωρίσθη τοῦ ὑποκειμένου· μετά τινων γὰρ λεπτῶν ἀπορροιῶν χωρεῖ πρὸς ἡμᾶς, ὡς δηλοῖ ἡ κατὰ μέσον αὐτοῦ ἴσχνανσις· ἐν γὰρ τῷ δένδρῳ οὐκ ἰσχναίνεται διὰ τὸ πλείονα εἶναι τὴν εἰσροὴν τῆς ἐκροῆς. ὁ δὲ Ἀριστοτέλης τὸ διακονικὸν αἰτιᾶται τοῦ ἀέρος, ὅτι ᾧ λόγῳ ἐστὶ διορατὸς καὶ διηχής, τούτῳ καὶ δίοσμος. ὁ δὲ Πλωτῖνος τὰ Ἀριστοτέλους καὶ Πλάτωνος συναγαγὼν φησιν ὅτι μεταβάλλεται μέρος τοῦ ἀέρος τῇ εὐωδίᾳ· ἡ γὰρ εὐωδία μείνασα ἐν τῷ μήλῳ γεννᾷ ὁμοίαν ἑαυτῇ ἑτέραν ποιότητα μεταβάλλουσαν μέρος τοῦ ἀέρος, ἧς αἰσθανόμεθα. οὐδεμία δὲ τῶν δοξῶν τούτων καθ’ αὑτὴν ἀληθής· οὐδὲ ἡ Πλάτωνος ἡ λέγουσα ἀπορροίας· ἡ γὰρ ἀπόρροια σῶμα, παντὸς δὲ σώματος μία ἡ κατὰ φύσιν κίνησις (ἢ γὰρ κοῦφον καὶ ἐπὶ τὰ ἄνω ῥέπει, ἢ βαρὺ καὶ κάτω), τῆς δὲ εὐωδίας τοῦ μήλου πάντες ὁμοτίμως αἰσθανόμεθα κατὰ κύκλον, δῆλον ὅτι οὐκ ἀρκεῖ ἀπορροίας μόνον εἰπεῖν. οὐδὲ ἡ Ἀριστοτέλους μόνη ἀληθής· ἰδοὺ γὰρ οἱ χοῖροι πλείονα ὀρύττουσι τὸν βόρβορον ἐπὶ τῷ πλέον αἰσθέσθαι τῶν ἀπορροιῶν, καὶ δυσώδη δὲ τόπον παριόντες ῥάκει φράξαντες τὰς ῥῖνας, καίπερ ἀναπνέοντες, τῆς δυσωδίας οὐκ αἰσθανόμεθα, ἅτε διυλισθεισῶν τῶν ἀπορροιῶν καὶ καθαροῦ τοῦ ἀέρος χωροῦντος πρὸς ἡμᾶς. οὐδὲ τὸ τοῦ Πλωτίνου μόνον ἀληθὲς τὸ ποιοῦσθαι ὅλον τὸν ἀέρα· πλασματῶδες γὰρ τὸ λέγειν ὅλον τὸν ἐν μέσῳ ἀέρα ποιοῦσθαι ἐπὶ τῶν γυπῶν τῶν αἰσθανομένων τῶν ἐν ἄλλαις πόλεσιν ἀτάφων σωμάτων. αἱ τρεῖς οὖν ἅμα ἀληθεῖς εἰσιν, ἀλλ’ ἐπὶ μὲν τῶν φαύλως ὀσμωμένων2 χρεία καὶ ἀπορροιῶν, ἐπὶ δὲ τῶν ἀκριβῶς ὀσμωμένων ἀρκεῖ καὶ τὸ δίοσμον τοῦ ἀέρος, ἐπὶ δὲ τῶν μέσως ἀρκεῖ καὶ ἡ μεταβολὴ τοῦ ἀέρος. κατ’ οὐδεμίαν δὲ τῶν δοξῶν αἱ ποιότητες ἀπὸ τοῦ ὑποκειμένου εἰς ὑποκείμενον μεταβαίνουσιν· ἢ γὰρ ἐν τῷ αὐτῷ νῦν εἰσι, κἂν τῷ ἐν ᾧ εἰσι κἂν τῷ ἐξ οὗ,3 καὶ διασπασθήσεται αὐτὴ ἑαυτῆς ἡ ποιότης, ἢ ἐν ἄλλῳ καὶ ἄλλῳ νῦν. ἐπεὶ δὲ πάντως μεταξὺ τῶν δύο νῦν ἐστι χρόνος μέσος, ἐν ἐκείνῳ τῷ χρόνῳ ἔσονται χωρὶς ὑποκειμένου. ἐνῆν δὲ καὶ ἁπλούστερον λῦσαι ταῦτα,4 ὅτι οὐκ εἶπεν ὁ Ἀριστοτέλης ‘ὃ δύναται χωρὶς εἶναι τοῦ ἐν ᾧ ἦν, ἀλλὰ τοῦ ἐν ᾧ ἐστιν, ὅπου δ’ ἂν ᾖ ἡ ποιότης, ἐν ὑποκειμένῳ ἐστίν.

以上是指责其过宽者的疑难。而指责其过窄的人则这样立论说:这个轮廓勾勒并不适用于每一种偶性,除非是不可分离的偶性。对此我们说:就分离或不分离而言,偶性有的可分离,有的不可分离;但就不能脱离而自立而言,每一个可分离的偶性都是不可分离的;因为他并没有说“不可能被分离者”,而是说“不可能脱离而自立者”。接着他们说,偶性能够脱离而自立;因为你看,苹果的香气作为偶性,在离开苹果后留在感觉器官中或箱子里。对此不同的人作出了解决:柏拉图一方面认为它并未脱离基底;因为它是伴随着某些微细的流出物走向我们的,正如它从中段开始枯缩所显明的那样(因为在树上它并不枯缩,这是由于流入大于流出)。另一方面,亚里士多德归因于空气的媒介作用,认为空气凭借什么道理是透明的和传声的,就凭借这同样的道理也是通气味的。而普罗提诺综合了亚里士多德和柏拉图的观点,说空气的一部分被香气所质变;因为留在苹果之中的香气产生出另一个与自身相似的性质,该性质质变了空气的一部分,而我们所感知的正是这一性质。但这些观点没有一个是凭其自身为真的:柏拉图主张流出物的观点也不是真的;因为流出物是物体,而一切物体都只有一种本性运动(要么轻而向上偏斜,要么重而向下),然而我们所有人在周围一圈都同等地感知到苹果的香气,显而易见仅说流出物是不够的。亚里士多德的观点单凭其自身也不是真的;因为你看,猪更深地挖掘污泥是为了更多地感知流出物,而当我们路过发臭的地方时用布塞住鼻孔,即使在呼吸,我们也感觉不到恶臭,因为流出物已被过滤掉,纯净的空气正走向我们。普罗提诺主张整个空气都被赋予性质的观点单凭其自身也不是真的;因为在感知其他城市中未埋葬尸体的秃鹰身上,说中间的整个空气都被赋予性质纯属虚构。因此,这三种观点结合起来才是真的:对于嗅觉迟钝者,也需要流出物;对于嗅觉敏锐者,空气的通气味性便已足够;而对于嗅觉处于中等状态者,空气的质变也已足够。而且根据任何一种观点,性质都不会从一个基底转移到另一个基底;因为它们要么在同一个“现在”之中,既在它们所处于的事物中,又在它们所离开的事物中,这样性质自身就会与自身撕裂;要么在不同的“现在”之中。既然在两个“现在”之间必然存在中介时间,那么在那个时间里它们将没有基底而存在。但本可以更单纯地解决这些问题:亚里士多德并未说“能够脱离它曾在其中的事物者”,而是说“脱离它现在其中的事物”,无论性质在哪里,它都在基底之中。

语法注4 条
  1. 1.19πᾶν συμβεβηκὸς χωριστὸν ἀχώριστον

    句法骨架为主语部分 πᾶν συμβεβηκὸς χωριστόν(“每一个可分离的偶性”)与表语形容词 ἀχώριστον(“是不可分离的”)。承接前文 ὅσον μὲν ἐπὶ... ὅσον δὲ ἐπὶ... 的对比,表明从不能脱离自立的角度来看,即便被称作可分离的偶性也同样是不可分离的。

  2. 1.19ἐπὶ μὲν τῶν φαύλως ὀσμωμένων

    分词 ὀσμωμένων 是中动动词 ὀσμάομαι(“嗅、闻”)的现在中动分词属格复数,在此作中动态/主动意义使用,指感知的主体(“嗅觉迟钝者/动物”)。它与后文的 τῶν ἀκριβῶς ὀσμωμένων(“嗅觉敏锐者”)及 τῶν μέσως(“中等状态者”)相对并列,由 ἐπί 接属格表示适用于不同类别的情况。

  3. 1.19κἂν τῷ ἐν ᾧ εἰσι κἂν τῷ ἐξ οὗ

    此处 κἂν 是 καὶ 与 ἐν 的缩合(crasis),构成了“既在……之中,又在……之中”的并列结构。其结构相当于 καὶ ἐν τῷ [ὑποκειμένῳ] ἐν ᾧ εἰσι καὶ ἐν τῷ [ὑποκειμένῳ] ἐξ οὗ [μεταβαίνουσι],在介词 ἐν 的宾语位置上省略了表示“基底”的先行词。

  4. 1.19ἐνῆν δὲ καὶ ἁπλούστερον λῦσαι ταῦτα

    动词 ἐνῆν 是非人称动词 ἔνεστι(“可能、可以”)的未完成过去时直陈式,用于表达一种替代性的可能方案(“本也可以更单纯地解决……”)。随后的 ὅτι 从句具体阐述了该解决办法的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:151.34-153.2