- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:150.30-151.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯针对“在基底之中”的轮廓勾勒提出了指责其过宽的疑难,即其似乎将实体、整体与形式误纳入偶性,并通过反驳各项责难来为该勾勒辩护。
" Ἐν ὑποκειμένῳ δὲ λέγω." Ἐπειδὴ ἔγνωμεν τὴν ὑπογραφὴν τοῦ ἐν ὑποκειμένῳ καὶ ἐδείξαμεν ὅτι ἔχει τὸ ἀναλογοῦν γένει καὶ συστατικαῖς διαφοραῖς, γένει τὸ ἔν τινι, συστατικαῖς δὲ διαφοραῖς τὰ λοιπά, φέρε πρὸς τὴν ὑπογραφὴν συστᾶσαν1 τὰς προσηκούσας ἀπορίας ἀπορήσωμεν. αὗται δέ εἰσιν αἱ πλεονεξίαν καὶ μειονεξίαν κατηγοροῦσαι. καὶ αἱ μὲν κατηγοροῦσαι πλεονεξίαν ἐπιχειροῦσιν οὕτως· ὅτι καὶ οὐσίαις ἁρμόζει αὕτη ἡ ὑπογραφή· ἰδοὺ γὰρ ὁ Σωκράτης ἔν τινί ἐστι τόπῳ καὶ οὐκ ἔστι μέρος τοῦ τόπου καὶ οὐ δύναται χωρισθῆναι τοῦ τόπου (πάντως γὰρ ἐν τόπῳ ἐστί), καὶ ὅμως οὐκ ἔστι συμβεβηκός. πρὸς ὃ φαμεν ὅτι ὁποῖον λαμβάνετε τόπον; εἰ μὲν τὸν καθ’ ἕκαστα, τούτου χωρίζεται, εἰ δὲ τὸν καθόλου, οὐδ’ ὅλως ἐστὶν ἐν αὐτῷ. εἰ δὲ στενούμενοι εἴπωσιν ὅτι οὔτε τὸν καθ’ ἕκαστα ὡρισμένον φαμὲν οὔτε τὸν καθόλου, ἀλλὰ τὸν μερικόν, ὅστις ἀόριστός ἐστι, πάντως δὲ ἔν τινι τόπῳ ὁ Σωκράτης, ἡμεῖς φαμεν ὅτι ἡ τελευταία διαφορὰ τῆς ὑπογραφῆς οὐχ ἁρμόζει αὐτῷ, τὸ μὴ δύνασθαι χωρὶς ὑποστῆναι· οὐδὲ γὰρ ὁ Σωκράτης οὐσία ὢν ἐν τόπῳ ἔχει τὸ εἶναι συμβεβηκότι ὄντι, ἀλλ’ εἰ ἄρα ὁ τόπος ἐν τῇ οὐσίᾳ ἔχει τὸ εἶναι. αὕτη πρώτη ἀπορία. δευτέρα ἀπορία· ὅτι ἰδοὺ τὸ ὅλον ἐν τοῖς μέρεσι καὶ οὐκ ἔστι τὸ ὅλον μέρος τῶν μερῶν καὶ οὐ δύναται τὸ ὅλον τῶν μερῶν χωρισθῆναι, καὶ ὅμως οὐκ ἔστι συμβεβηκός. πρὸς ὃ φαμεν ὅτι ἡ ὑπογραφὴ ἔν τινι εἶχεν, οὐκ ἔν τισι· τὸ δὲ ὅλον ἔν τισι λέγεται εἶναι, οὐκ ἔν τινι· τοὐλάχιστον γὰρ ἐν δύο μέρεσι τὸ ὅλον θεωρεῖται. διὸ καὶ ἐπαποροῦσιν ὅτι καὶ τὸ ὅλον ἔν τινι λέγεται· ἓν γὰρ τῶν ἕνδεκα σημαινομένων ἐλέγετο εἶναι τοῦ ἔν τινι τὸ ὡς ὅλον ἐν μέρεσι. καὶ λέγομεν ὅτι τοῦτο εἴρηται πρὸς ἔνδειξιν τοῦ μὴ δύνασθαι τὸ συμβεβηκὸς καθ’ αὑτὸ ὑπάρχειν, καὶ ὅτι ἑνικὴ μὲν ἡ ἐκφώνησις τοῦ ἔν τινι, πλῆθος δὲ σημαίνει· ἔν τινι γὰρ πλήθει τῶν μερῶν τὸ ὅλον ἢ ἔν τινι ποσότητι μερῶν θεωρεῖται. καὶ ἄλλως δὲ ταῦτα διακέκριται, ὅτι τὸ μὲν ὅλον δοκεῖ ἐν τοῖς μέρεσιν αὐτοῦ ὡς αὐτὸ ἐν ἑαυτῷ εἶναι, τὸ δὲ συμβεβηκὸς ἄλλο ἐν ἄλλῳ ἐστίν. ἄλλη ἀπορία ἡ λέγουσα ὅτι τὸ εἶδος ἐν τῇ ὕλῃ καὶ οὐκ ἔστι μέρος τῆς ὕλης καὶ οὐ χωρίζεται τῆς ὕλης (χωριζόμενον γὰρ φθείρεται), καὶ ὅμως οὐκ ἔστι συμβεβηκὸς ὡς εἶδος καὶ ὡς εἰδοποιὸν τὸ εἶδος αὐτό, ἀλλ’ οὐσία· τοῦ γὰρ εἰδοπεποιημένου οὐσία ἐστί. πρὸς ὃ φαμεν ὅτι συμβεβηκὸς τὸ εἶδος· τῇ γὰρ ὕλῃ συμβέβηκεν, ἐπειδὴ καὶ χωρίζεται αὐτῆς. τοῦ μέντοι συνθέτου οὐσία ἐστὶ τὸ εἶδος καὶ ἡ ὕλη, ὡς συμπληρωτικὰ αὐτοῦ. διὸ καὶ μέρη αὐτοῦ λέγεται, οὐκ ἀλλήλων μέρη· οὐδὲν γὰρ τοῦ λοιποῦ δύναται παρ’ ἑαυτὸ μέρος εἶναι·2 οὐδὲ γὰρ ὁ ἑπτὰ τοῦ τρία λοιποῦ ὄντος παρ’ ἑαυτὸν δύναται μέρος τοῦ δέκα εἶναι.
“我把‘在基底之中’称为……” 既然我们已经认识了“在基底之中”的轮廓勾勒,并且表明了它具有相当于属和构成性种差之处——相当于属的是“在某物之中”,而相当于构成性种差的是其余部分——那么来吧,让我们针对已确立的轮廓勾勒提出适切的疑难。这些疑难是指责其过宽与过窄的。那些指责其过宽的〔疑难〕这样立论:这个轮廓勾勒也适用于实体。因为你看,苏格拉底在某个地方之中,并非地方的一部分,并且不可能脱离地方(因为他无论如何都在地方之中),然而他却不是偶性。对此我们说:你们所取的是哪种地方?如果是个别的地方,他会脱离这一个;如果是普遍的地方,他全然不在其中。如果他们在被迫之下说:“我们指的既不是确定的个别地方,也不是普遍的地方,而是个别但未确定的地方,因为苏格拉底无论如何都在某个地方之中”,我们则说:轮廓勾勒的最后一条种差并不适用于他,即不能脱离而自立。因为苏格拉底作为实体,并非在作为偶性的地方之中拥有其存在,倒不如说,如果真要说的话,地方在实体之中拥有其存在。这是第一个疑难。第二个疑难说:你看,整体在部分之中,整体并不是部分的部分,整体不能脱离部分,然而它却不是偶性。对此我们说,轮廓勾勒包含的是“在某物[单数]之中”,而非“在某些事物[复数]之中”;而整体被说成是在“某些事物”之中,并非在“某物”之中;因为整体至少在两个部分之中被考察。由此他们也进一步提出疑难说,整体也被说成是在“某物之中”;因为“在某物之中”的十一种含义之一曾被说成是“作为整体在部分之中”。我们说,这样说是为了表明偶性不能依其自身而存在,并且“在某物之中”的道出虽是单数,却意指多数;因为整体是在部分的某种多数性之中或部分的某种量度之中被考察的。而且在另一方面这些也被区分开来:整体在其部分之中似乎是自身在自身之中,而偶性则是别物在别物之中。另一个疑难是说:形式在质料之中,并非质料的一部分,也不脱离质料(因为脱离时它便毁灭),然而形式自身作为形式和形式化者,并不是偶性,而是实体;因为它是被形式化者的实体。对此我们说:形式是偶性;因为它是质料的偶在,既然它也能脱离质料。然而对于复合体而言,形式与质料则是其实体,作为其补充成分。因此它们也被称为复合体的部分,而不是彼此的部分;因为在剩余者之外,没有任何事物能够凭其自身成其为部分;因为当三作为剩余时,七不可能凭其自身成其为十的部分。
- 1.19πρὸς τὴν ὑπογραφὴν συστᾶσαν
阴性单数宾格分词 συστᾶσαν 与紧接其前的名词 τὴν ὑπογραφὴν 一致(意为“针对已确立/定立的轮廓勾勒”)。在语法上它不可能修饰阴性复数宾格的 ἀπορίας。
- 1.19οὐδὲν γὰρ τοῦ λοιποῦ δύναται παρ’ ἑαυτὸ μέρος εἶναι
τοῦ λοιποῦ 与后文介词短语 παρ’ ἑαυτό(“凭其自身、单独”)相呼应,表示“脱离其余部分/除了剩余部分之外”。下文紧接的属格独立结构 τοῦ τρία λοιποῦ ὄντος(“当三为剩余者时”)进一步对这一关系进行了具体说明。
