← 埃利亚斯

亚里士多德《范畴篇》注释

§149.15-150.29

在某物之中的十一种含义

埃利亚斯列举了“在某物之中”的十一种依循自然的含义(以及反自然的含义),将其归入“何处”范畴之下,并解答了关于几何学的点、整体与部分、偶性与时空关系的三个疑难(§1.17#2)。随后他解释了题头句中“我称为”的用词用意,并阐明该轮廓勾勒的各个分句如何排除了“在某物之中”的其余十种含义(§1.18)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17#2

ἕνδεκα δὲ σημαινόμενά εἰσι τοῦ ἔν τινι· ἢ γὰρ ἐν χρόνῳ, ὡς ὁ Σωκράτης ἐν τοῖς Πελοποννησιακοῖς, ἢ ἐν τόπῳ, ὡς ἐν Λυκείῳ ὁ Σωκράτης, ἢ ἐν ἀγγείῳ, ὡς ὁ οἶνος ἐν τῷ ἀμφορεῖ καὶ οἱ πυροὶ ἐν τῷ μεδίμνῳ (καὶ εἴη ἂν ὁ μὲν τόπος ἀγγεῖον ἀκίνητον τὸ δὲ ἀγγεῖον τόπος κινούμενος), ἢ ὡς ὅλον ἐν μέρεσιν, ὡς ὁ δέκα ἐν τῷ ἑπτὰ καὶ τρία, ἢ ὡς μέρη ἐν ὅλῳ, ὡς ὁ ἑπτὰ καὶ τρία ἐν τῷ δέκα (καὶ ὅλως τὸ μὲν ὅλον ἑνικῶς λέγεται, τὰ δὲ μέρη πληθυντικῶς, ἐπειδὴ μία μὲν ἡ ὁλότης, πολλὰ δὲ τὰ μέρη), ἢ ὡς γένος ἐν εἴδει, ὡς τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ, ἢ ὡς εἶδος ἐν γένει, ὡς ὁ ἄνθρωπος ἐν τῷ ζῴῳ (καὶ ἐνταῦθα μὲν εἰκότως ἑνικῶς ἐκφωνεῖται ἀμφότερα, γένος ἐν εἴδει καὶ εἶδος ἐν γένει, ἐπὶ δὲ ὅλου καὶ μερῶν τὸ μὲν ὅλον ἑνικῶς τὰ δὲ μέρη πληθυντικῶς, ἐπειδὴ τὸ μὲν ὅλον ἑνὶ μέρει ἑαυτὸ ὁλόκληρον οὐ δύναται παρασχεῖν, τὸ δὲ γένος ὅλον ἑαυτὸ ἑνὶ εἴδει παρέχει· ἰδοὺ γὰρ τοῦ ὁρισμοῦ ἐπίσης ἅπαντα μετέχει), ἢ ὡς εἶδος ἐν ὕλῃ, ὡς τὸ εἶδος τοῦ ἀνδριάντος ἐν τῷ χαλκῷ, ἢ ὡς ἐν ποιητικῷ, καθό φαμεν ὅτι οὐκ ἔστιν ἐν ἐμοὶ τὸ πρᾶγμα, ἀλλ’ ἐν τῇ φύσει τῇ δημιουργούσῃ τὸ ἔμβρυον ἢ ἐν τῷ ἄρχοντι, ἢ ὡς ἐν τελικῷ, καθό φαμεν ἐν φιλοσοφίᾳ ἔχειν τὰς ἐλπίδας, ἢ ὡς ἐν ὑποκειμένῳ, καθό φαμεν τὸ συμβεβηκὸς ἐν τῇ οὐσίᾳ. ταῦτα τὰ ἕνδεκα σημαινόμενα τοῦ ἔν τινι ὑπὸ τὴν ποῦ κατηγορίαν ἀνάγει ὁ Ἀριστοτέλης· ἕκαστον γὰρ τούτων δηλοῖ τόδε ἐν τῷδε κεῖσθαι, τὸ δὲ κεῖσθαι τῆς ποῦ κατηγορίας. ταῦτα δὲ τὰ ἕνδεκα τοῦ κατὰ φύσιν ἔν τινι σημαινόμενα· εἰσὶ γὰρ καὶ παρὰ φύσιν, ὡς ἡ φθορὰ ἐν τῷ φθειρομένῳ καὶ τὸ πῦρ ἐν τῷ ξύλῳ· καθόλου γὰρ ἡ φθορὰ ἐν τῷ φθειρομένῳ παρὰ φύσιν. Ἀποροῦσι δέ τινες τρεῖς ἀπορίας· πρώτην μὲν ὅτι κατὰ ποῖον σημαινόμενον τῶν ἕνδεκα τὸ σημεῖον ἐν τῇ γραμμῇ. καὶ λέγομεν ὅτι ὡς εἶδος ἐν ὕλῃ· εἰδοποιεῖ γὰρ τὴν πεπερασμένην γραμμὴν τὸ σημεῖον. δευτέρα ἀπορία ἡ λέγουσα, εἰ τὸ ὅλον ἐν τοῖς μέρεσιν, οὐδὲν δέ ἐστι τὸ ὅλον παρὰ τὰ μέρη, πῶς οὐκ αὐτὸ ἐν ἑαυτῷ εὑρίσκεται. πρὸς ὅ φαμεν ὅτι οὐκ ἀρκεῖ ἡ συνδρομὴ ὅλων τῶν μερῶν πρὸς τὸ γενέσθαι τὸ ὅλον, ἀλλὰ χρεία καὶ θέσεως καὶ σχήματος καὶ τοῦ ἐπιγινομένου εἴδους. τρίτη ἀπορία ἡ λέγουσα ὅτι πῶς τὸ ἐν ὑποκειμένῳ, συμβεβηκὸς ὄν, ἀντιδιέστειλε τῷ τόπῳ καὶ τῷ χρόνῳ συμβεβηκόσιν οὖσι καὶ αὐτοῖς. καὶ λέγομεν ὅτι οὐ τῷ τόπῳ καὶ τῷ χρόνῳ αὐτὸ ἀντιδιέστειλε, συμβεβηκόσιν οὖσιν, ἀλλὰ ταῖς ἐν τόπῳ καὶ χρόνῳ οὐσίαις οὖσιν.1

“在某物之中”有十一种含义:或者在时间之中,如苏格拉底处于伯罗奔尼撒[时期]之中;或者在地方之中,如苏格拉底在吕克昂之中;或者在容器之中,如酒在双耳细颈罐之中、小麦在麦地那斛之中(并且,地方乃是不动的容器,而容器则是运动着的地方);或者作为整体在部分之中,如十在七和三之中;或者作为部分在整体之中,如七和三在十之中(总的来说,整体以单数表述,而部分以复数表述,因为整体性是单一的,而部分则是众多的);或者作为属在种之中,如动物在人之中;或者作为种在属之中,如人在动物之中(在此处两者理所当然都以单数道出,即属在种之中与种在属之中;而在整体与部分上,整体以单数,部分以复数[道出],因为整体不可能将完整的自身提供给单一的部分,而属则将自身的全体提供给单一的种;你看,一切都同等地分有定义);或者作为形式在质料之中,如雕像的形式在青铜之中;或者如在动力因之中,如我们说事情不在于我,而在于塑造胚胎的自然,或者在于统治者;或者如在目的因之中,如我们说把希望寄托于哲学之中;或者如在基底之中,如我们说偶性在实体之中。亚里士多德将“在某物之中”的这十一种含义归入“何处”范畴之下;因为这些之中的每一项都表明此物处于彼物之中,而“处于”属于“何处”范畴。而这十一种是依循自然的“在某物之中”的含义;因为也存在反乎自然的含义,如毁灭在被毁灭者之中,火在木头之中(因为被毁灭者之中的毁灭全然是反乎自然的)。 有人提出了三个疑难:第一,按照这十一种含义中的哪一种,点是在线之中的?我们说,是作为形式在质料之中;因为点赋予有限的线以形式。第二个疑难说:如果整体在部分之中,而整体在部分之外什么也不是,它怎能不被发现在自身之中呢?对此我们说,仅有一切部分的聚合并不足以成其为整体,而且还需要位置、形状以及后起的形式。第三个疑难说:他怎能将作为偶性的“在基底之中”与同样自身也是偶性的地方和时间区别开来呢?我们说,他并不是将它与作为偶性的地方和时间区别开来,而是与处于地方和时间之中作为实体的事物区别开来。

§1.18

"Ἐν ὑποκειμένῳ δὲ λέγω." Καλῶς εἶπε λέγω, ἐπειδὴ αὐτὸς οὕτως αὐτὰ ὠνόμασεν· ὅπου γὰρ ἄλλων εἰσὶν αἱ θέσεις, τὸ λέγεται τίθησιν, 〈οἷον〉 ὁμώνυμα δὲ λέγεται καὶ συνώνυμα λέγεται. ἐδείξαμεν δὲ τὴν παροῦσαν ὑπογραφὴν πῶς ἔχει τὸ ἀναλογοῦν γένει καὶ συστατικαῖς διαφοραῖς καὶ ὅτι αὕτη ἡ ὑπογραφὴ χωρίζει αὐτὸ ἀπὸ τῶν δέκα σημαινομένων τοῦ ἔν τινι· διὰ γὰρ τοῦ ἔν τινι ἐχώρισεν αὐτὸ ἀπὸ τοῦ ὡς ὅλον ἐν μέρεσι· τοῦτο γὰρ οὐχ ὡς ἄλλο ἐν ἄλλῳ, ἀλλ’ ὡς αὐτὸ ἐν ἑαυτῷ δοκεῖ εἶναι. διὰ δὲ τοῦ εἰπεῖν μὴ ὡς μέρος ἐχώρισεν ἀπὸ τοῦ ὡς μέρος ἐν ὅλῳ καὶ τοῦ ὡς γένος ἐν εἴδει καὶ ὡς εἶδος ἐν γένει· δοκεῖ γάρ πως, κἂν μὴ κυρίως, μέρος εἶναι τοῦ εἴδους τὸ γένος· προσλαβὸν γὰρ τὰς διαφορὰς ἀποτελέσαι τὸ εἶδος.2 καὶ τὸ εἶδος μέρος δοκεῖ εἶναι τοῦ γένους ὡς μερικώτερον αὐτοῦ· οὐδὲ γὰρ εἶπεν ‘ὃ ἔν τινι μέρος ὑπάρχον’, ἀλλὰ μὴ ὡς μέρος ὑπάρχον, ἐπειδὴ ταῦτα οὐ κυρίως μέρη. διὰ δὲ τοῦ εἰπεῖν 〈ἀδύνατον χωρὶς εἶναι〉 ἐν ᾧ ἐστι, καὶ ὃ λέγομεν ἐν αὐτῷ τὴν ὕπαρξιν ἔχειν, ἐχώρισεν αὐτὸ ἀπὸ τοῦ χρόνου, ἀπὸ τοῦ τόπου, ἀπὸ τοῦ ποιητικοῦ, ἀπὸ τοῦ τελικοῦ· οὐδὲ γὰρ ἐν τούτοις ἔχει τὸ εἶναι, ὡς ἐδείξαμεν. τοῦ γὰρ ὡς εἶδος ἐν ὕλῃ χωρίζει αὐτὸ τὰ χωρίζοντα ἀπὸ τοῦ ὡς γένος ἐν εἴδει.

“我把‘在基底之中’称为……” 他恰当地说了“我称为”,因为是他自己这样命名它们的;在设定属于他人之处,他则写下“被称为”,〈例如〉“被称为同名异义者”与“被称为同名同义者”。我们已经表明,当前的轮廓勾勒如何具有相当于属和构成性种差之处,以及这一轮廓勾勒将它与“在某物之中”的十种含义区分开来。因为通过“在某物之中”,他将它与“作为整体在部分之中”区分开来;因为这看起来不是一物在另一物之中,而是自身在自身之中。而通过说“不是作为部分”,他将它与“作为部分在整体之中”、以及“作为属在种之中”和“作为种在属之中”区分开来;因为属在某种方式上、即便不是严格意义上也似乎是种的一部分;因为[被认为]取纳了种差而生成了种。并且种也似乎是属的一部分,作为比它更为个别者;实际上他并没有说‘作为部分存在于某物之中者’,而是说“不是作为部分而存在者”,因为这些并非严格意义上的部分。而通过说〈“不可能脱离”〉它所在之物而存在,以及我们所说的在它之中拥有存在,他将它与时间、地方、动力因、目的因区分开来;因为正如我们所指出的,它并不是在这些之中拥有其存在。因为将它与“作为属在种之中”区分开来的东西,也将它与“作为形式在质料之中”区分开来。

语法注2 条
  1. 1.17ἀλλὰ ταῖς ἐν τόπῳ καὶ χρόνῳ οὐσίαις οὖσιν

    该与格短语呼应前文的 οὐ τῷ τόπῳ καὶ τῷ χρόνῳ … συμβεβηκόσιν οὖσιν。复数与格分词 οὖσιν(按古典语法当用阴性形 οὔσαις)与 οὐσίαις 作同位或表语性修饰,意为“处于地方与时间之中、作为实体的事物”。格的一致表明,此处的对比并非针对地方与时间本身(二者亦为偶性),而是针对身处其中的实体。

  2. 1.18προσλαβὸν γὰρ τὰς διαφορὰς ἀποτελέσαι τὸ εἶδος

    不定式 ἀποτελέσαι 承接前文的 δοκεῖ(似乎),并带有与主语中性名词 τὸ γένος(属)一致的中性单数主格分词 προσλαβόν。“属取纳了种差而生成种”构成了 δοκεῖ 所支配的补足不定式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:149.15-150.29