← 埃利亚斯

亚里士多德《范畴篇》注释

§148.27-149.15

在基底之中的轮廓勾勒与四项条件

埃利亚斯考察了《范畴篇》1a24中关于“在基底之中”的轮廓勾勒,指出偶性虽因同名异义而缺乏严格定义,却具备相当于属与种差的结构,并通过具体实例论证了成其为“在基底之中”所必需的四个条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17#1

" Ἐν ὑποκειμένῳ δὲ λέγω ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι." Τεσσάρων φωνῶν γνωστῶν ἡμῖν οὐσῶν, 〈τοῦ〉 ἐν ὑποκειμένῳ, οὐκ ἐν ὑποκειμένῳ, τοῦ καθ’ ὑποκειμένου, οὐ καθ’ ὑποκειμένου, δύο μόνας ἐκ τούτων ὑπογράφει ὁ φιλόσοφος καὶ ταύτας τὰς χείρονας, τὸ ἐν ὑποκειμένῳ 〈καὶ τὸ οὐ καθ’ ὑποκειμένου〉, τοῦτ’ ἔστι τὸ συμβεβηκὸς καὶ τὸ μερικόν. καὶ προτάττει τὸ ἐν ὑποκειμένῳ τοῦ μερικοῦ, διότι τοῦτο δύναται καὶ καθόλου εἶναι καὶ αἱ κατηγορίαι δὲ τῷ καθόλου κρίνονται, οὐχὶ τῷ μερικὸν εἶναι, τὸ δὲ μερικὸν καθόλου οὐδέποτε δύναται εἶναι. ἰστέον μέντοι ὅτι τοῦ ἐν ὑποκειμένῳ ὁρισμὸς οὐκ ἔστιν ὡς ὁμωνύμου· ἐννέα γὰρ κατηγορίας περιέχει. καθόλου δὲ εἰπεῖν οὐδεμιᾶς ὁμωνύμου φωνῆς ἐστιν ὁρισμός, εἴ γε οἱ ὁρισμοὶ κοινωνίαν πράγματος ἐπιζητοῦσι, τὰ δὲ ὁμώνυμα κοινωνίαν ὀνόματος. πλὴν ἡ ὑπογραφὴ τοῦ ἐν ὑποκειμένῳ ἔχει τὸ ἀναλογοῦν ὁρισμῷ· αὐτὸ γὰρ τὸ ἔν τινι γένει ἀναλογεῖ, συστατικαῖς δὲ διαφοραῖς τὸ μὴ ὡς μέρος ὑπάρχον καὶ τὸ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι.1 τεσσάρων δὲ χρεία, ἵνα γένηται τὸ ἐν ὑποκειμένῳ· θέλει γὰρ εἶναι ἔν τινι πάντως2 (ἰδοὺ γὰρ ὁ νοῦς, ἤγουν ἡ λογικὴ ψυχή, οὐκ ἔστι συμβεβηκός, ἐπειδὴ οὐδὲ ἔν τινί ἐστι), θέλει μὴ ὡς μέρος ὑπάρχειν (ἰδοὺ γὰρ ἡ χεὶρ ἔν τινι οὖσα, τῷ σώματι, οὐκ ἔστι συμβεβηκός, ἐπειδὴ μέρος ἐστὶ τοῦ σώματος), θέλει τὸ μὴ δύνασθαι χωρὶς ὑποστῆναι (ἰδοὺ γὰρ ὁ Σωκράτης ἔν τινί ἐστι τόπῳ, ἐν Λυκείῳ, καὶ μὴ ὢν μέρος τοῦ τόπου οὐκ ἔστι συμβεβηκός, ἐπειδὴ δύναται χωρὶς τοῦ τόπου ἐκείνου εἶναι), θέλει καὶ ἐν αὐτῷ τὴν ὕπαρξιν ἔχειν· ἰδοὺ γὰρ ὁ Σωκράτης ἔν τινι χρόνῳ ὤν, ἐν τῷ Πελοποννησιακῷ, καὶ μὴ ὢν μέρος τῶν χρόνων καὶ μὴ δυνάμενος αὐτῶν χωρισθῆναι, οὐκ ἔστι συμβεβηκός, ἐπειδὴ μὴ τὸ εἶναι ἔσχεν ἐν τῷ χρόνῳ· οὐ γὰρ ἡ οὐσία ἐν χρόνῳ τὸ εἶναι ἔχει συμβεβηκότι ὄντι, ἀλλ’ ὁ χρόνος ἐν τῇ οὐσίᾳ ἔχει τὸ εἶναι ὡς συμβεβηκός.

“我把‘在基底之中’称为:那存在于某物之中不是作为部分、且不可能脱离它所在之物而存在者。” 在四种表达为我们所知时——即“在基底之中”、“不在基底之中”、“述说基底”、“非述说基底”——哲学家仅对其中的两者勾勒轮廓,且是对其中较劣者,即“在基底之中”〈与“非述说基底”〉,也就是偶性与个别。他将“在基底之中”置于个别之前,是因为此项也可以是普遍的,并且范畴是以普遍性而非以是个别来判定的,而个别则决不可能成为普遍。然而应当知晓,对“在基底之中”作为同名异义的事物而言并没有定义;因为其包罗了九个范畴。总的来说,任何同名异义的表达都没有定义,如果定义寻求的是事物的共通性,而同名异义者寻求的是名称的共通性。不过,“在基底之中”的轮廓勾勒具有相当于定义之处;因为“在某物之中”本身相当于属,而“不作为部分而存在”以及“不可能脱离其所在之物而存在”则相当于构成性种差。要成其为“在基底之中”,需要具备四点:它必定要求完全在某物之中(你看,理智,即理性灵魂,就不是偶性,因为它甚至不在任何事物之中);它要求不作为部分而存在(你看,手虽然在某物之中,即在身体之中,却不是偶性,因为它是身体的一部分);它要求不能脱离而自立(你看,苏格拉底在某个地方,在吕克昂,且不是该地方的一部分,却不是偶性,因为他能够脱离那个地方而存在);它还要求在其中拥有存在。你看,苏格拉底处于某个时间之中,处于伯罗奔尼撒[战争]的[时间]之中,既不是诸时间的一部分,也不能脱离它们,却不是偶性,因为他并不是在时间之中拥有其存在;因为并不是实体在作为偶性的时间之中拥有其存在,反而是时间作为偶性在实体之中拥有其存在。

语法注2 条
  1. 1.17συστατικαῖς δὲ διαφοραῖς τὸ μὴ ὡς μέρος ὑπάρχον καὶ τὸ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι

    该句从前一分句 αὐτὸ γὰρ τὸ ἔν τινι γένει ἀναλογεῖ 中承前省略并补充了动词 ἀναλογεῖ,它支配与格 συστατικαῖς διαφοραῖς。主语是由中性冠词名词化的两个短语 τὸ μὴ ὡς μέρος ὑπάρχον 和 τὸ ἀδύνατον χωρὶς εἶναι ...。在 τοῦ ἐν ᾧ ἐστι 中,关系代词 ᾧ 的先行词(ἐκείνου)被吸收在属格冠词 τοῦ 之中。

  2. 1.17θέλει γὰρ εἶναι ἔν τινι πάντως

    动词 θέλει 在此并非心理上的“想要”,而是晚期希腊语及注疏家表达必要性或规定要件的惯用法,意为“要求……”或“必须……”。其文脉上的主语为“在基底之中的事物(或偶性)”,支配其后的补充不定式 εἶναι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:148.27-149.15