← 埃利亚斯

亚里士多德《范畴篇》注释

§147.5-148.26

四种结合的次序与矛盾对立表述之采用

注解亚里士多德《范畴篇》1a20,解释由所说之物与存在者的区分产生的四种结合(普遍/个别、实体/偶性)的排列顺序,并论述亚里士多德为何使用矛盾对立式的表述而非直接的术语,以及为何四者之中仅对两项勾勒轮廓。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16

" Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν." Μετὰ τὴν διαίρεσιν τῶν λεγομένων ἔρχεται καὶ ἐπὶ τὴν διαίρεσιν τῶν ὄντων. καὶ δύο λαμβάνει ἀντιθέσεις, μίαν ἐκ τῶν λεγομένων καὶ μίαν ἐκ τῶν ὄντων, ἐκ μὲν τῶν λεγομένων καθόλου καὶ μερικόν, ἐκ δὲ τῶν ὄντων οὐσίαν καὶ συμβεβηκός. καὶ τέσσαρας ποιεῖ συμπλοκάς, καθόλου οὐσίαν, καθόλου συμβεβηκός, μερικὴν οὐσίαν, μερικὸν συμβεβηκός. καὶ προτάττει ἐν τούτοις τὴν καθόλου οὐσίαν καὶ ὡς καθόλου καὶ ὡς οὐσίαν. δεύτερον δὲ τάττει τὸ μερικὸν συμβεβηκὸς ὡς πάντῃ ἀντικείμενον τῇ καθόλου οὐσίᾳ, ἐσχάτου ὀφείλοντος αὐτοῦ ταγῆναι ὡς ὄντος συλλογῆς τῶν χειρόνων καὶ ἑλκομένου ὑπὸ τῆς καθόλου οὐσίας·1 τῶν γὰρ ἀντικειμένων μία ἡ γνῶσις. τῶν δὲ λοιπῶν δύο δικαιολογουμένων καὶ τοῦ μὲν λέγοντος οὐσίας εἶναι τοῦ δὲ καθόλου εἶναι,2 τὸ κῦρος δίδωσι καὶ τὴν ψῆφον τῷ καθόλου συμβεβηκότι διὰ τέσσαρας αἰτίας· ἢ ὅτι τῷ καθόλου αἱ κατηγορίαι χαρακτηρίζονται καὶ οὐχὶ τῷ οὐσίαι εἶναι, ἢ ὅτι τὸ καθόλου ἐπιστήμονας ἡμᾶς ποιεῖ, οὐ τὸ μερικόν, ἢ ὅτι ταύτῃ προὔχομεν τῶν ἀλόγων τῷ γινώσκειν τὰ καθόλου, ἐπεὶ εἰς τὴν μερικὴν γνῶσιν προὔχουσιν ἡμῶν τὰ ἄλογα, ἔχοντά τινα αἴσθησιν ἡμῶν ἀκριβεστέραν, ἢ ἵνα ἀπὸ οὐσίας ἄρξηται καὶ εἰς οὐσίαν λήξῃ καὶ μέσα φυλάξῃ τὰ συμβεβηκότα ὡς ἀσθενῆ· πανταχοῦ γὰρ τὸ κακοὺς δ’ ἐς μέσσον ἔλασσεν· οὕτω γὰρ καὶ ἐπὶ τῶν οὐρανίων ἔχει καὶ ὑπὸ σελήνην· τὰ μὲν οὐράνια περιέχει, περιέχεται δὲ τὰ ὑπὸ σελήνην, κἀν τοῖς ὑπὸ σελήνην πράγμασι πάλιν τὰ ὑγρὰ καὶ διαρρέοντα, ὕδωρ καὶ ἀήρ, συσφίγγεται ὑπὸ τῶν ξηρῶν, πυρὸς καὶ γῆς. καὶ ταῦτα μὲν περὶ τούτων. Ἀλλ’ εἰ μὲν οὕτως ἦν ὀνομάσας αὐτὸς ὁ Ἀριστοτέλης ὡς ἡμεῖς, καθόλου οὐσίαν, καθόλου συμβεβηκός, μερικὴν οὐσίαν, μερικὸν συμβεβηκός, πραγμάτων ἄν ἦμεν ἀπηλλαγμένοι. ἐπειδὴ δὲ οὐχ οὕτως αὐτὰ ὀνομάζει, ἀλλ’ ἤμειψε τὰ ὀνόματα, ἄξιον ζητῆσαι διὰ τί ἤμειψε τὰ ὀνόματα. καὶ λέγομεν τούτου δύο αἰτίας· ἢ γὰρ διὰ τὸ ὑπογράψαι ἅμα καὶ ὑποστῆσαι τὰ πράγματα· ἐν γὰρ τῷ λέγειν καθ’ ὑποκειμένου καὶ ὑπέγραψεν αὐτὰ καὶ ὑπέστησεν· ἐν τῷ γὰρ καθ’ ὑποκειμένου τὸ κατά τινος δηλοῖ κατηγορεῖσθαι. τὰ αὐτὰ κἀπὶ τῶν ἄλλων ἂν εἴποις. ἢ ἵνα δείξῃ ὅτι οὐκ ἔστι τι τούτων τῶν τεσσάρων περαιτέρω· διὰ τοῦτο γὰρ καὶ ἀντιφατικῶς αὐτὰ προήγαγεν, ἵνα μηδὲ ἄκοντες σφαλῶμεν καὶ νομίσωμέν τι μέσον εἶναι τούτων· πάντως γὰρ δύο πραγμάτων καταφατικῶς προφερομένων καὶ ἀντικειμένων ἀλλήλοις νομίζεται τι μέσον εἶναι διὰ τὸ ἄλλων ὁμοίως καταφατικῶς προφερομένων εὑρῆσθαί τι μέσον, οἷον ἀρτίου καὶ περισσοῦ, νόσου καὶ ὑγείας νομίζεταί τι μέσον εἶναι διὰ τὸ ἐπ’ ἄλλων εὑρῆσθαι ἀντικειμένων, οἷον λευκοῦ καὶ μέλανος τὸ φαιὸν καὶ θερμοῦ καὶ ψυχροῦ τὸ χλιαρόν. οὕτω καὶ ἐπὶ τούτων εἰ προήγαγεν αὐτὰ καταφατικῶς, ἵνα εἴπῃ καθόλου μερικὸν οὐσίαν συμβεβηκός,3 ἐνομίζετό τι εἶναι μέσον τούτων. ἐπειδὴ δὲ οὐδέν ἐστι μέσον τούτων, ἀντιφατικῶς αὐτὰ προήγαγε, τὸ μὲν καθόλου καλῶν καθ’ ὑποκειμένου τὸ δὲ μερικὸν οὐ καθ’ ὑποκειμένου, καὶ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ τὴν δὲ οὐσίαν οὐκ ἐν ὑποκειμένῳ· τῶν γὰρ ἀντιφατικῶς προφερομένων οὐκ ἔστι τι μέσον εὑρεῖν. ἀντίφασις δέ ἐστι μάχη καταφάσεως καὶ ἀποφάσεως, οἷον ὡς ἐὰν εἴπῃς ‘λευκόν ἐστι — λευκὸν οὐκ ἔστι’· τούτου γὰρ οὐδέν ἐστι μέσον. καὶ ταῦτα ἐν τούτοις. Λοιπὸν δὲ ζητείσθω διὰ τί τεσσάρων ὄντων τὰ δύο μόνα ὑπογράφει, τὸ συμβεβηκὸς καὶ τὸ μερικόν. καὶ λέγομεν ὅτι ὡς μὲν σύντομος τὰ δύο μόνα ὑπογράφει, ὡς δὲ τεχνίτης δύο οὐ τὰ τυχόντα, ἀλλὰ μίαν ἀφ’ ἑκατέρας ἔλαβεν ἀντίθεσιν κελεύων ἡμᾶς τοῦ λοιποῦ ἔννοιαν ἔχειν· διὰ γὰρ τοῦ ἐν ὑποκειμένῳ ἐρχόμεθα εἰς ἔννοιαν τοῦ οὐκ ἐν ὑποκειμένῳ, διὰ δὲ τοῦ 〈οὐ καθ’〉 ὑποκειμένου ἐρχόμεθα εἰς ἔννοιαν τοῦ καθ’ ὑποκειμένου μὲν οὐκ ἐν ὑποκειμένῳ δέ. ὡς δὲ κηδεμὼν τῶν χειρόνων ταῦτα ὑπογράφει, ἵνα μὴ δι’ ἀμυδρότητα τοῦ εἶναι ὀλισθήσῃ πως καὶ δόξῃ μηδ’ ὅλως εἶναι.

“在存在者中,有些是述说一个基底的,却不在任何基底之中。” 在对所说之物进行区分之后,他也进而对存在者进行区分。他采纳了两对对立,一对来自所说之物,一对来自存在者:来自所说之物的是普遍与个别,来自存在者的是实体与偶性。他构成了四种结合:普遍实体、普遍偶性、个别实体、个别偶性。在这些之中,他将普遍实体置于首位,既作为普遍又作为实体。其次,他将个别偶性置于第二位,作为完全与普遍实体对立者,尽管由于它是较劣特性的汇集且被普遍实体所牵引,本应被置于末位;因为对立者的知识是单一的。但是,当其余二者各陈其理,一者说自己是实体,另一者说自己是普遍时,他出于四个原因将主导权与赞成票授予普遍偶性:或者因为范畴是以普遍为特征的,而不是以是实体为特征的;或者因为普遍使我们成为拥有科学知识的人,而非个别使我们如此;或者因为我们在认识普遍这一点上胜过无理性的动物,而在个别的认知上无理性的动物胜过我们,拥有某种比我们更为敏锐的感觉;或者为了让他从实体开始并在实体结束,并将作为微弱者的偶性护持在中间;因为在各处都是“把懦弱者驱赶到中间”;因为在天界事物和月下事物上也是如此:天界事物包围,月下事物被包围;而在月下的事物中,潮湿流动的水与气又被干燥的火与土紧缩收拢。关于这些事便谈到这里。 但是,如果亚里士多德自己像我们一样命名为“普遍实体、普遍偶性、个别实体、个别偶性”,我们本就可以免去麻烦了。然而,由于他不是这样命名它们,而是改变了名称,因此值得探究他为何改变名称。对此我们提出两个原因:或者为了同时描绘轮廓并确立事物的实在;因为在说“述说基底”时,他既描绘了它们,又确立了其实在;因为在“述说基底”中,指明了就某个事物被述说。对于其他各项你也可以这样说。或者为了表明在这四者之外别无它物;正是因此他才以矛盾对立的方式提出它们,以免我们哪怕无意中也会犯错,并认为它们之间存在某种中间者。因为每当两件事物以肯定方式被表达并相互对立时,必然被认为存在某种中间者,这是因为在其他同样以肯定方式被表达的事物之间发现了某种中间者;例如在偶数与奇数、疾病与健康之间被认为存在某种中间者,是因为在其他对立者之间发现了中间者,如黑白之间的灰,以及冷热之间的微温。同样,在这些事物上,如果他以肯定方式提出它们,以便说“普遍、个别、实体、偶性”,人们就会认为在它们之间存在某种中间者。但由于它们之间没有任何中间者,他以矛盾对立的方式提出了它们,称普遍为“述说基底”,称个别为“非述说基底”,称偶性为“在基底之中”,称实体为“不在基底之中”;因为在矛盾对立地表达的事物之间不可能找到任何中间者。而矛盾对立是肯定与否定的交锋,例如就像你说“是白的——不是白的”一样;因为在这之间没有任何中间者。关于这些便讲到这里。 余下的问题是,既然有四者,为何他只勾勒其中两者的轮廓,即偶性和个别?我们说,作为一个简洁者,他只勾勒两者的轮廓;而作为一个熟练的工匠,他选取的不是随意的两项,而是从每对对立中各取一项,要求我们把握余下的概念;因为通过“在基底之中”,我们形成了“不在基底之中”的概念,而通过“〈非〉述说基底”,我们形成了“述说基底但不在基底之中”的概念。而作为对较劣者的关照者,他勾勒这些项的轮廓,以免它们由于存在的微弱而不知怎么滑落,显得根本不存在。

语法注3 条
  1. 1.16ἐσχάτου ὀφείλοντος αὐτοῦ ταγῆναι ὡς ὄντος συλλογῆς τῶν χειρόνων καὶ ἑλκομένου ὑπὸ τῆς καθόλου οὐσίας

    属格独立结构,表示相对于主句主语的让步或对比性伴随状况。这里解释了本应作为较劣特征的汇集而排在最后(第四位)的个别偶性,为何紧接着被列在第二位,即作为普遍实体的直接相反者,因“对立者的知识是单一的”而被其牵引而出。

  2. 1.16τῶν δὲ λοιπῶν δύο δικαιολογουμένων καὶ τοῦ μὲν λέγοντος οὐσίας εἶναι τοῦ δὲ καθόλου εἶναι

    属格独立结构,将剩下的两项(普遍偶性与个别实体)拟人化为在法庭上各自申辩其优势。τοῦ μὲν 与 τοῦ δὲ 作为属格独立结构(λέγοντος)的逻辑主语,分别指代一方(声称自己是实体的个别实体)与另一方(声称自己是普遍的普遍偶性)。

  3. 1.16ἵνα εἴπῃ καθόλου μερικὸν οὐσίαν συμβεβηκός

    带 ἵνα 的虚拟语气从句阐明并补充了前面的假定条件 εἰ προήγαγεν αὐτὰ καταφατικῶς(“如果他以肯定方式提出它们”),起到了“以便说/即说出普遍、个别、实体、偶性”这样的意图或说明作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:147.5-148.26