- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:146.17-147.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯解释了亚里士多德在不结合的例证中插入另一个名词的原因(防止误读为结合陈述),以及选用第三人称直陈动词的理由(在引入不确定人称的同时,能够解构此前结合的例证)。
" Οἷον ἄνθρωπος, βοῦς, τρέχει, νικᾷ." Καλῶς ἐχρήσατο τοῖς παραδείγμασι μεταξὺ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος ἕτερον θεὶς ὄνομα, ἵνα μηδὲ ἄκοντες περὶ τὴν ἀνάγνωσιν σφαλῶμεν καὶ κατὰ συμπλοκὴν αὐτὰ ἀναγνῶμεν. μετὰ συμπλοκῆς γὰρ ἦν τὸ ‘ἄνθρωπος τρέχει’ ὅλον τοῦτο, ἀλλὰ καὶ χωρὶς συμπλοκῆς δυνατὸν αὐτὰ ἀναγνῶναι, ‘ἄνθρωπος’ ἰδίᾳ καὶ ‘τρέχει’ ἰδίᾳ. ἀλλ’ εἰ οὕτως αὐτὰ ἔθηκεν ‘ἄνθρωπος, τρέχει’, ἴσως ἐσφάλλετό τις περὶ τὴν ἀνάγνωσιν κατὰ συμπλοκὴν αὐτὰ νομίζων εἶναι. μεταξὺ δὲ κειμένου τοῦ ὀνόματος ἄνθρωπος, βοῦς, τρέχει, νικᾷ, οὐδὲ ἄκοντες ἁμαρτάνομεν περὶ τὴν ἀνάγνωσιν. ῥήμασι δὲ ἐχρήσατο τρίτου προσώπου καὶ οὐ πρώτου οὐδὲ δευτέρου, ἐπειδὴ ταῦτα ὡρισμένα εἰσὶ τὰ πρόσωπα· ἢ γὰρ ἀφ’ οὗ ὁ λόγος ἢ πρὸς ὃν ὁ λόγος.1 τὰ δὲ τοῦ τρίτου προσώπου ῥήματα κἂν πρόσωπον εἰσάγωσιν, ἀλλ’ ἀόριστον εἰσάγουσι πρόσωπον· πᾶν μὲν γὰρ ὁριστικὸν ῥῆμα πρόσωπον εἰσάγει καὶ ταύτῃ δοκεῖ συμπεπλεγμένον εἶναι, τὰ δὲ τοῦ τρίτου προσώπου ῥήματα κἂν πρόσωπον εἰσάγωσιν ἐξ ἀνάγκης, τῷ ἀόριστον εἰσάγειν πρόσωπον δοκοῦσι μὴ εἶναι συμπεπλεγμένα· καὶ ἐχρήσατό γε ἀπαρεμφάτοις ῥήμασιν, ἅτινα οὐδὲ ὅλως εἰσὶ συμπεπλεγμένα τῷ μὴ πρόσωπον εἰσάγειν ὅλως, εἰ μὴ ὅτι2 τὸ πρῶτον παράδειγμα ἀναλῦσαι ἐζήτει τῷ κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς αὐτὸ ποιῆσαι.
“例如:人、牛、跑、赢。” 他巧妙地使用了这些例证,在名词与动词之间放置了另一个名词,以免我们即使无意中也在朗读时出错,从而按结合来朗读它们。因为“人跑”这整个整体是带有结合的,但按没有结合来朗读它们也是可能的,即“人”单独读,“跑”单独读。然而,如果他这样放置它们:“人、跑”,也许有人会在朗读时出错,误以为它们是处于结合中的。但随着名词被置于中间,形成“人、牛、跑、赢”,我们即使无意中也不会在朗读时犯错。此外,他使用了第三人称的动词,而不是第一或第二人称的动词,因为这些人称是确定的;因为它们要么是话语所自出者,要么是话语所对向者。相比之下,第三人称的动词纵使引入一个人称,引入的也是不确定的人称;因为每一直陈语气动词固然都引入人称,并因此显得是结合的,但第三人称的动词即使必然引入一个人称,也因引入不确定的人称而显得并非结合的;并且,若非因为他试图通过使之成为带有结合与没有结合二者来解构第一个例证,他本会使用不定式动词,这些动词由于根本不引入人称而根本不是结合的。
- 1.15ἢ γὰρ ἀφ’ οὗ ὁ λόγος ἢ πρὸς ὃν ὁ λόγος
省略系词 ἐστί(或名词 πρόσωπον)的对偶省略结构。两个关系代词从句将人称的定义名词化:“话语所自出者”(第一人称)与“话语所对向者”(第二人称)。
- 1.15καὶ ἐχρήσατό γε ἀπαρεμφάτοις ῥήμασιν ... εἰ μὴ ὅτι
过去直陈语气动词 ἐχρήσατο 在不带语气小词 ἄν 的情况下构成了与过去事实相反的结论分句(“他本会使用……”)。其后的 εἰ μὴ ὅτι(“若非……”/“除了……之外”)引入了反事实的条件或限定,整体构成“若非他试图解构第一个例证,他本会使用不定式”的反事实虚拟句。
