← 埃利亚斯

亚里士多德《范畴篇》注释

§144.29-146.16

所言者与所是者的预备划分及其目的

埃利亚斯论述了亚里士多德在范畴论之前引入“所言者”(结合或不结合)与“所是者”(普遍/个别、实体/偶性)之划分的原因,批驳了将这些划分混淆为单一连续划分的论者,并解释了论述次序的用意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

" Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, τὰ δὲ ἄνευ συμπλοκῆς." Μετὰ τὰ ὁμώνυμα καὶ συνώνυμα καὶ παρώνυμα, ὧν ἕκαστον ἐδήλου τὸν Ἰαμβλίχειον σκοπὸν περὶ φωνῶν ἁπλῶν ὄντα σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσου ἁπλῶν νοημάτων, ἔρχεται ὁ Ἀριστοτέλης καὶ ἐπὶ αὐτὰς τὰς κατηγορίας. ἀλλὰ πρὸ τῆς τούτων διδασκαλίας διαιρεῖ τὰ λεγόμενα καὶ τὰ ὄντα, τὰ μὲν λεγόμενα εἰς τὰ μετὰ συμπλοκῆς καὶ ἄνευ συμπλοκῆς, τὰ δὲ ὄντα εἰς καθόλου οὐσίαν, καθόλου συμβεβηκός, μερικὴν οὐσίαν, μερικὸν συμβεβηκός. τοῦτο δὲ ποιεῖ, ἵνα δείξῃ ποῖα μὲν λεγόμενά εἰσιν αἱ κατηγορίαι, ὅτι ἄνευ συμπλοκῆς, ποῖα δὲ ὄντα, ὅτι καθόλου οὐσία 〈καὶ〉 καθόλου συμβεβηκός, ἀλλ’ οὐ μερικὴ οὐσία οὐδὲ μερικὸν συμβεβηκός. ἀμφότερα οὖν διαιρεῖ ὁ Ἀριστοτέλης, καὶ τὰ λεγόμενα καὶ τὰ ὄντα. πλὴν ἐν τούτοις προτάττει τὴν διαίρεσιν τῶν λεγομένων ὡς σύντομον, ἵνα μὴ πρότερον περὶ τῆς ἄλλης διαλεγόμενος τῷ ἐπὶ πολὺν χρόνον περὶ αὐτὴν διατρίβειν μὴ μεμνημένος τῆς ἑτέρας δόξῃ περὶ ἐκείνης μόνης διαλαμβάνειν, ὁπότε καὶ τοῦτο ποιήσαντος αὐτοῦ ἐνόμισαν οἱ μὲν ὅτι περὶ ἑνὸς μόνου διαλαμβάνει· οἱ μὲν γὰρ περὶ φωνῶν μόνων οἱ δὲ περὶ πραγμάτων, ὡς ἀνωτέρω εἴρηται. καὶ μιᾷ δὲ μόνῃ εἰ ἐχρήσατο διαιρέσει, ἢ τῶν λεγομένων μόνων ἢ τῶν ὄντων μόνων, εἶχε καὶ οὕτω τὸ ζητούμενον, διὰ μὲν τῶν λεγομένων τὰ πράγματα, εἰ λέγουσι μὲν αἱ φωναὶ λέγονται δὲ τὰ πράγματα,1 καὶ τὰ ὄντα μόνον εἰ διεῖλεν εἰς καθόλου οὐσίαν καὶ συμβεβηκός, μερικὴν οὐσίαν, μερικὸν συμβεβηκός, καὶ οὕτως εἶχε τὸ ζητούμενον· τὸ γὰρ καθόλου καὶ μερικὸν τῶν φωνῶν ἡ δὲ οὐσία καὶ τὸ συμβεβηκὸς τῶν πραγμάτων· τρισὶ δὲ διαιρέσεσι χρωμένου τοῦ Ἀριστοτέλους διακεκριμέναις ἀλλήλων,2 μιᾷ μὲν τῇ λεγούσῃ τὰ μὲν καθόλου οὐσίαν καὶ καθόλου συμβεβηκὸς καὶ μερικὴν οὐσίαν καὶ μερικὸν συμβεβηκός, ἄλλῃ δὲ διαιρέσει τῇ διαιρούσῃ καὶ τὰ μετὰ συμπλοκῆς καὶ τὰ ἄνευ συμπλοκῆς εἰς τὰς δέκα κατηγορίας, τινὲς τὰς διαιρέσεις ταύτας τρεῖς οὔσας μίαν συνεχῆ ἐνόμισαν λέγοντες οὕτως· τῶν λεγομένων τὰ μὲν μετὰ συμπλοκῆς τὰ δὲ ἄνευ συμπλοκῆς, καὶ τὰ ἄνευ συμπλοκῆς εἰς τὰς δέκα κατηγορίας, τὰ δὲ μετὰ συμπλοκῆς εἰς καθόλου οὐσίαν, καθόλου συμβεβηκός, μερικὴν οὐσίαν, μερικὸν συμβεβηκός. πρὸς οὓς λεκτέον ὅτι κακῶς ἀπατᾶσθε ἐκ τῆς προφορᾶς τῆς καθόλου οὐσίας καὶ μερικῆς οὐσίας, καθόλου συμβεβηκότος καὶ μερικοῦ συμβεβηκότος καὶ συμπεπλεγμένα αὐτὰ ἐνομίσατε· τὸ γὰρ συμπεπλεγμένον καὶ τὸ ἁπλοῦν παρὰ Ἀριστοτέλει οὐ τῇ προφορᾷ κρίνεται ἀλλὰ τῷ σημαινομένῳ, καὶ ἁπλῶς παρ’ αὐτῷ τὰ σύνθετα τῶν ὀνομάτων, Κόρακος πέτρα, Ἄρειος πάγος, Νεάπολις καὶ αὐτὸ τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὁ ὁρισμός, ἁπλᾶ πάντα ταῦτα παρὰ τῷ Ἀριστοτέλει, ἐπειδὴ ἓν σημαίνουσι πρᾶγμα. σύνθετα δὲ παρ’ αὐτῷ τὰ πολλὰ σημαίνοντα, οἷον τὰ ὁμώνυμα πάντα, ὡς τὸ κύων (τοῦτο γὰρ πολλὰ σημαίνει), καὶ αὐτὸ τὸ ἦ μονοσύλλαβον συμπεπλεγμένον ὡς πολλὰ σημαῖνον· ἔστι γὰρ καὶ ἀριθμὸς καὶ ῥῆμα, ἀριθμὸς μὲν ὀκτώ, ῥῆμα δὲ ὡς παρὰ τῷ ποιητῇ ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων, ἀντὶ τοῦ εἶπε, καὶ παρὰ Πλάτωνι ‘ἦ δ’ ὅς’ ἀντὶ τοῦ ‘εἶπεν οὗτος’. ἀλλ’ ὁ μὲν Ὅμηρος μετὰ τοὺς λόγους τίθησιν αὐτὸ ‘ἦ καὶ κυανέῃσιν’ ἀντὶ τοῦ εἶπε καὶ ἔοικε τοῦτο τῷ ‘ὣς ἔφατο’, παρὰ δὲ Πλάτωνι ἀεὶ πρὸ τῶν λόγων τίθεται ‘ἦ δ’ ὅς’ καὶ ἐπάγει τί εἶπε, καὶ ἔοικε τοῦτο τῷ τὸν δ’ ἀπαμειβόμενος. ἀποροῦσι δὲ πάλιν διὰ τί 〈τὰ〉 μετὰ συμπλοκῆς τῶν ἄνευ συμπλοκῆς προέταξε. καὶ λέγομεν ἢ ὡς σαφέστερα καὶ γνωριμώτερα (σαφέστερα γὰρ τὰ σύνθετα τῶν ἁπλῶν), καὶ ὅτι τὰ συμπεπλεγμένα θέσιν δηλοῦσι (προηγεῖται δὲ ἀεὶ ἡ θέσις τῆς ἄρσεως), ἢ ἵνα τὸ πέρας τῶν φθασάντων ἀρχὴ τῶν μελλόντων γένηται καὶ λήξῃ μὲν τὸ πρῶτον τμῆμα εἰς ἀπαρίθμησιν ψιλὴν τῶν κατηγοριῶν, ἄρξηται δὲ τὸ δεύτερον ἀπ’ αὐτῆς τῆς διδασκαλίας τῶν κατηγοριῶν.

“在所言者中,有些是结合着说的,有些是不结合说的。” 在同名异义者、同义者和派生名者之后——它们各自都阐明了杨布里柯式的意图,即关于通过单纯概念作为中介来指示单纯事物的单纯语音——亚里士多德进到了范畴本身。但在教授这些之前,他区分了所言者和所是者:将所言者区分为结合者和不结合者,而将所是者区分为普遍实体、普遍偶性、个别实体、个别偶性。他这样做,是为了表明诸范畴作为所言者属于哪一类(即它们是不结合的),而作为所是者又属于哪一类(即它们是普遍实体[与]普遍偶性,而非个别实体或个别偶性)。因此,亚里士多德对二者都作了区分,既区分了所言者,也区分了所是者。不过在这些区分中,他将所言者的区分置于前,因其简明,以免先讨论另一区分并在其上耗费大量时间而未曾提及另一者时,被认为仅仅是在讨论那一区分——既然即使在他这样做了的情况下,仍有人认为他仅仅是在讨论其中之一;因为正如上面所言,有人认为仅仅是关于语音,有人则认为仅仅是关于事物。并且,纵使他仅使用一个单一的区分,或仅区分所言者,或仅区分所是者,他同样能获得所探求之物:若语音在言说而事物被言说,他便能通过所言者获得事物;而若他仅将所是者区分为普遍实体与偶性、个别实体与个别偶性,他也同样能获得所探求之物;因为普遍与个别属于语音,而实体与偶性属于事物。但是,尽管亚里士多德使用了三个彼此区分的划分——一个划分表明有些是普遍实体、普遍偶性、个别实体与个别偶性,另一个划分则将结合者与不结合者都划分为十个范畴——有些人却认为这本为三个的划分是一个连续的划分,并这样说:“在所言者中,有些是结合的,有些是不结合的;不结合者被划分为十个范畴,而结合者被划分为普遍实体、普遍偶性、个别实体、个别偶性。”对这些人必须说,你们被“普遍实体”与“个别实体”、“普遍偶性”与“个别偶性”的发音所错误蒙蔽,误以为它们是结合的;因为在亚里士多德那里,结合之物与单纯之物并非依发音来判定,而是依所指示者来判定;在他那里,复合名称,如“鸦石”、“阿雷奥帕戈”、“那不勒斯”,乃至定义本身,即“能接受理智与知识的有理性有死动物”,所有这些在亚里士多德看来纯粹都是单纯的,因为它们指示单一事物。但在他看来,复合者是那些指示多数事物者,比如一切同名异义者,如同“狗”(因为这指示多数事物),并且“ē”这一单音节本身也是结合的,因为它指示多数事物;因为它既是一个数,也是一个动词:作为数是八,作为动词则如诗人那里的“他言毕,克洛诺斯之子垂下青黑之眉点头同意”,相当于“他说”,又如柏拉图那里的“他说”,相当于“此人说”。然而荷马是将它放在言辞之后,“他言毕,并垂下青黑之……”,相当于“他说”,这类似于“他如此言道”;但在柏拉图那里,“他说”总是置于言辞之前,并引出他说了什么,这类似于“回答他道”。人们又质疑,为何他将结合者置于不结合者之前。对此我们说:要么是因为它们更明白且更为人熟知(因为复合者比单纯者更明白),且因为结合之物表明定立(而定立总是先于否定);要么是为了使先行之物的终点成为后继之物的起点,从而使第一部分以范畴的单纯列举而告终,而第二部分则从范畴本身的教授开始。

语法注2 条
  1. 1.14εἰ λέγουσι μὲν αἱ φωναὶ λέγονται δὲ τὰ πράγματα

    条件句中主动态 λέγουσι 与被动态 λέγονται 的严格对比:“若语音言说而事物被言说”。该分句解释了前文“通过所言者获得事物”(διὰ μὲν τῶν λεγομένων τὰ πράγματα)这一论断得以成立的语言学依据。

  2. 1.14τρισὶ δὲ διαιρέσεσι χρωμένου τοῦ Ἀριστοτέλους διακεκριμέναις ἀλλήλων

    属格独立结构,向主句主语 τινές 和主动词 ἐνόμισαν 提供让步性背景(“尽管亚里士多德使用了……三个区分”)。它与转折连词 δέ 一起,突出了亚里士多德本人的多重划分意图与后文某些人(τινές)的错误混淆之间的反差。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:144.29-146.16