← 埃利亚斯

亚里士多德《范畴篇》注释

§144.3-144.28

同名异义与同义的并存模式及本质的与格表达

埃利亚斯针对《范畴篇》1a6–1a10的引文,阐明了同一事物因语境和方面不同而兼具同名异义与同义的四种模式,并通过区分单纯事物与复合事物解释了亚里士多德在表达本质时使用与格结构(ζῴῳ εἶναι)的原因,进而结束了本讲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12

" Συνώνυμα λέγεται ὧν τὸ ὄνομα κοινὸν καὶ ὁ λόγος τῆς οὐσίας ὁ αὐτός, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς." Τῷ αὐτῷ κέχρηται παραδείγματι ᾧ καὶ ἐπὶ ὁμωνύμων· κἀκεῖ γὰρ ἔλεγεν οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ γεγραμμένος, ἐνταῦθα δὲ οἷον ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς. τοῦτο δὲ πεποίηκεν, ἵνα δείξῃ ὅτι ἐνδέχεται τὸ αὐτὸ καὶ ὁμώνυμον εἶναι καὶ συνώνυμον· ἢ γὰρ τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ὡς οἱ δύο Εὔβουλοι, ἢ τὸ αὐτὸ ἄλλῳ1 καὶ ἄλλῳ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ὡς ὁ Σωκράτης τῇ μὲν οἰκείᾳ εἰκόνι ὁμώνυμος τῷ δὲ Πλάτωνι συνώνυμος ὡς ἄνθρωπος, ἢ τὸ αὐτὸ τῷ αὐτῷ κατ’ ἄλλο καὶ ἄλλο καὶ ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ὡς οἱ δύο Αἴαντες (κατὰ γὰρ τὸ Αἴας ὁμώνυμοι, κατὰ δὲ τὸ ἄνθρωπος συνώνυμοι), ἢ τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ κατὰ τὸ αὐτό, ὡς τὸ παράδειγμα Ἀριστοτέλους· τὸ γὰρ ζῷον τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ καὶ ὁμώνυμον καὶ συνώνυμον, τῷ μὲν γεγραμμένῳ ζῴῳ ὁμώνυμον, τῷ δὲ ἵππῳ καὶ τῷ βοὶ ὡς ζῴοις συνώνυμον.

“凡名称相通且本质之说明相同者,被称为同义者,如同人和牛皆为动物。” 他使用了与在同名异义者之例中相同的例子;因为在那里他亦说“如同人和画像皆为动物”,而在这里则是“如同人和牛”。他这样做,是为了表明同一事物有可能既是同名异义的又是同义的;因为要么同一事物相对于同一事物在同一方面既是同名异义的又是同义的(如同两个欧布罗斯);要么同一事物相对于不同事物在不同方面既是同名异义的又是同义的(如同苏格拉底相对于自身的肖像画是同名异义的,而相对于柏拉图作为人则是同义的);要么同一事物相对于同一事物在不同方面既是同名异义的又是同义的(如同两个埃阿斯——因为就‘埃阿斯’而言是同名异义的,而就‘人’而言则是同义的);要么同一事物相对于不同事物在同一方面[既是同名异义的又是同义的](如同亚里士多德的例子);因为同一的‘动物’相对于不同事物既是同名异义的又是同义的,相对于被画出的动物是同名异义的,而相对于马和牛作为动物则是同义的。

§1.13

"‘ἐὰν γὰρ ἀποδιδῷ τις τὸν ἑκάστου λόγον * * ζῴῳ ἐπὶ ἑκατέρου, τὸν αὐτὸν ἀποδώσει λόγον." Ἄλλο ἐστὶν εἰπεῖν ζῴῳ εἶναι καὶ ζῷον εἶναι2 καὶ ἀνθρώπῳ εἶναι καὶ ἄνθρωπον εἶναι· ἐπὶ μὲν γὰρ τῶν ἁπλῶν ταὐτόν ἐστιν, οἷον θεῷ εἶναι καὶ θεὸν εἶναι. ἐπὶ δὲ τῶν συνθέτων οὐ ταὐτόν· ἐὰν γὰρ εἴπω ‘ἄνθρωπον’, τὸ συναμφότερον σημαίνω, τὸ σῶμα καὶ τὴν ψυχήν, ἐὰν δὲ εἴπω ‘ἀνθρώπῳ εἶναι’ τὸ ἁπλοῦν δηλῶ, οἷον τὴν ψυχήν· αὕτη γὰρ ἡ λογικὴ ψυχὴ εἰδοποιεῖ τὸν ἄνθρωπον· τὰ γὰρ πράγματα εἴδει κρίνεται, οὐ τῇ ὕλῃ. ἐπειδὴ οὖν τὸ ζῷον ἁπλοῦν ἐστιν ὡς εἶδος, ἀδιαφόρως ὀνομάζειν ἐξῆν. αὐτὸς δὲ ὡς ἄδειαν ἔχων τὸ ζῴῳ εἶναι ἔθηκεν. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.

“因为若有人为每一事物给出其说明……就每一事物在作为动物之是上,他将给出相同的说明。” 说“作为动物之是[与格]”与说“作为动物之是[宾格]”,以及说“作为人之是[与格]”与说“作为人之是[宾格]”是两回事;因为在单纯事物的情况下它们是同一的(如同作为神之是[与格]与作为神之是[宾格]那样)。但在复合事物的情况下则并非同一;因为若我说“人[宾格]”,我指的是二者的结合体,即肉体与灵魂,但若我说“作为人之是[与格]”,我表明的是单纯之物,即灵魂;因为正是这一有理性的灵魂赋予人以形式;事物是依形式而非材质来判定的。因此,既然“动物”作为形式是单纯的,本来可以无差别地命名;但他作为享有自由者,使用了“作为动物之是[与格]”。伴随着神,本讲亦在此告终。

语法注2 条
  1. 1.12ἢ γὰρ τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ... ἢ τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ ...

    由 ἢ ... ἢ ... ἢ ... ἢ ... 引导的四项析取结构。埃利亚斯系统地组合了三个变量:同一主体(τὸ αὐτό)、相对项(τῷ αὐτῷ 对比 ἄλλῳ καὶ ἄλλῳ)以及考察方面(κατὰ τὸ αὐτό 对比 κατ’ ἄλλο καὶ ἄλλο),穷尽了四种可能:(1) 对同一事物且在同一方面,(2) 对不同事物且在不同方面,(3) 对同一事物且在不同方面,(4) 对不同事物且在同一方面。在第四项中,谓语 ὁμώνυμόν ἐστι καὶ συνώνυμον 被省略,须从前句补出。

  2. 1.13Ἄλλο ἐστὶν εἰπεῖν ζῴῳ εἶναι καὶ ζῷον εἶναι

    Ἄλλο ἐστὶν εἰπεῖν A καὶ B 是表示“说A与说B是两回事”的习惯对比句式。在此,带与格的不定式短语(ζῴῳ εἶναι / ἀνθρώπῳ εἶναι)指的是亚里士多德哲学中表达本质的典型句式(τὸ τῷδε εἶναι)。注解者将表示纯粹形式与本质的与格结构,与表示质料与形式复合体的宾格形式(ζῷον / ἄνθρωπον)进行了对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:144.3-144.28