← 埃利亚斯

亚里士多德《范畴篇》注释

§142.16-144.2

同源派生者的位次原因与成立的四项条件

埃利亚斯阐述了亚里士多德将同源派生者列为第三位的三个原因,论证了其存在,并通过实例剖析了其成立所需的四个条件(名称与事物的相通与相异)。随后他逐句消解了其定义,批判了诗人和文法学者的不当用法,并梳理了同源派生者与“源自一者”、“朝向一者”的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#3

τρίτα δὲ ἔταξε ταῦτα διὰ τρεῖς αἰτίας· ἢ ὅτι προηγεῖται τὸ ἓν τῶν δύο καὶ τὰ δύο τῶν τεσσάρων, καὶ ἐπὶ μὲν ὁμωνύμων ἑνὸς χρεία (ὀνόματος γὰρ κοινοῦ), ἐπὶ δὲ τῶν συνωνύμων δύο,1 ὀνόματος καὶ ὁρισμοῦ, ἐπὶ δὲ τῶν παρωνύμων τεσσάρων χρεία, κοινωνίας ὀνόματος καὶ διαφορᾶς, κοινωνίας πράγματος καὶ διαφορᾶς. αὕτη πρώτη αἰτία. δευτέρα αἰτία, ὅτι τῶν μὲν ὁμωνύμων καὶ συνωνύμων ἐν ὅλαις χρήζει ταῖς κατηγορίαις, τῶν δὲ παρωνύμων ἐν μόνῃ τῇ ποιότητι. αὕτη καὶ δευτέρα αἰτία. τρίτη δὲ αἰτία, ὅτι προηγοῦνται ἀεὶ τὰ γνήσια τῶν νόθων, καὶ ἐπὶ μὲν τῶν ὁμωνύμων καὶ συνωνύμων γνήσιαι καὶ αἱ κοινωνίαι καὶ αἱ διαφοραί, ἐπὶ δὲ τῶν παρωνύμων νόθοι. ταῦτα περὶ τῆς τάξεως αὐτῶν. ἀλλ’ ἐπειδὴ καὶ τούτων τὸ τί ἐστι μόνον λέγει, οὐ μὴν καὶ τὸ εἰ ἔστι, δείξωμεν ὅτι εἰσὶ τὰ παρώνυμα. ἔστι τοίνυν τὰ παρώνυμα, πρῶτον μὲν ὅτι τὰ ὧν εἰσι μέσα ἐδείχθη ὅτι εἰσί, τὰ συνώνυμα καὶ ἑτερώνυμα,2 δεύτερον εἰ ψεύδεται ὁ λόγος ὁ λέγων αὐτὰ μὴ εἶναι καὶ λέγων οὕτως· ὅτι εἰ εἰσὶ τὰ παρώνυμα, ἔδει αὐτὰ ἐντὸς πεσεῖν τῆς ἀνωτέρω λεχθείσης διαιρέσεως (τὴν γὰρ διαιρετικὴν μέθοδον οὐδὲν καυχήσεται φυγόν), οὐ περιέλαβε δὲ αὐτὰ ἡ διαίρεσις, δῆλον ὅτι οὐκ εἰσί τὰ παρώνυμα. λέγομεν πρὸς ταῦτα οὕτως· ὅτι οὐκ ἠδύνατο ἐντὸς πεσεῖν τῆς διαιρέσεως τὰ παρώνυμα, διότι ἡ διαίρεσις κατὰ γνησίας κοινωνίας * * καὶ τὰς διαφοράς. ταῦτα καὶ περὶ τούτων. Δεῖ δὲ εἰδέναι ὅτι τεσσάρων χρεία, ἵνα γένωνται τὰ παρώνυμα, κοινωνίας ὀνόματος καὶ διαφορᾶς ὀνόματος, κοινωνίας πράγματος καὶ διαφορᾶς πράγματος. ὅθεν τὸ Ἕλενος καὶ Ἑλένη οὐκ ἔστι παρώνυμον· ἔχει γὰρ κοινωνίαν ὀνόματος, ἐπειδὴ αἱ πρῶται συλλαβαὶ πᾶσαι ἀμφοτέρων τῶν ὀνομάτων αἱ αὐταί εἰσιν, ἀλλὰ καὶ διαφορὰν ὀνόματος ἔχουσι κατὰ τὴν τελευταίαν συλλαβήν. ἀλλ’ ἐπειδὴ ὡς Ἕλενος καὶ Ἑλένη οὐδεμίαν κοινωνίαν ἔχουσιν (ἕκαστος γὰρ οἰκείαν ὑπογραφὴν ἔχει), διὰ τοῦτο οὐκ ἔστι παρώνυμα. οὐδὲ παρθενική καὶ παρθένος παρώνυμα διὰ τὸ μὴ ἔχειν διαφορὰν πράγματος· τὸ αὐτὸ γὰρ αἱ δύο λέξεις δηλοῦσι, καὶ ἔστι πολυώνυμον. οὐδὲ τὸ ἀρετὴ καὶ σπουδαῖος διὰ τὸ μὴ εἶναι κοινωνίαν τοῦ ὀνόματος, κατὰ δὲ τὸ πρᾶγμα καὶ κοινωνίαν καὶ διαφορὰν ὡς μετέχοντος καὶ μετεχομένου. οὐδὲ μουσικὴ γυνή καὶ μουσικὴ ἐπιστήμη παρώνυμα διὰ τὸ μὴ ἔχειν διαφορὰν ὀνόματος. Τούτων οὕτω προληφθέντων ἴδωμεν πῶς ὁρίζεται τὰ παρώνυμα. ὁρίζεται δὲ αὐτὰ οὕτω λέγων παρώνυμά εἰσιν ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει, διὰ τούτων τὰ τέσσαρα δηλώσας· διὰ μὲν γὰρ τοῦ εἰπεῖν ὅσα ἀπό τινος τὴν κοινωνίαν τοῦ πράγματος καὶ τὴν διαφοράν (τὰ γὰρ ἀπό τινος κοινωνεῖ αὐτοῦ πάντως καθὸ ἐξ αὐτοῦ, διαφέρει δέ, ἐπειδὴ 〈οὐ〉 πάντῃ ταὐτὸν τὸ μετέχον τῷ μετεχομένῳ). διὰ δὲ τοῦ εἰπεῖν διαφέροντα τῇ πτώσει τὴν διαφορὰν τοῦ ὀνόματος ἐδήλωσε (πτῶσις δὲ παρὰ Ἀριστοτέλει τὸ πέρας τῆς λέξεως), διὰ δὲ τοῦ εἰπεῖν τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει τὴν κοινωνίαν τοῦ ὀνόματος. Δεῖ δὲ τούτων προληφθέντων εἰδέναι ὅτι οὐκ ἀποδεκτέον τὸν ποιητὴν τὰ ὁμώνυμα συνώνυμα λέγοντα, ὡς ἐπὶ τοῦ ἶσον θυμὸν ἔχοντες· ὁμωνύμους γὰρ ὄντας συνωνύμους ἐκάλεσε διὰ τὸ ἶσον τοῦ θυμοῦ. οὐδὲ τοὺς λέγοντας τὰ πολυώνυμα συνώνυμα ἀποδεκτέον, ὡς τὸ ξίφος μάχαιρα σπάθη ἄορ. οὐδὲ γραμματικοὺς ἀποδεκτέον ἀντιδιαστέλλοντας τὰ παρώνυμα τοῖς ὀνοματικοῖς καὶ ῥηματικοῖς. εἰσὶ δὲ ὀνοματικὰ τὸ Τρύφων ἀπὸ τοῦ τρυφὴ καὶ τὸ Θέων ἀπὸ τοῦ θεός, ῥηματικὰ δὲ τὸ Φιλήμων νοήμων ἀπὸ τοῦ φιλῶ καὶ νοῶ. δέον πάντα παρώνυμα καλέσαι,3 τὰ μὲν ὀνοματικὰ καλοῦσι τὰ δὲ ῥηματικά. ἐφ’ οἷς τούτων ζητηθέντων 〈περὶ〉 τῆς διαφορᾶς τῶν παρωνύμων, ζητήσωμεν καὶ τῶν ἀφ’ ἑνὸς καὶ τῶν πρὸς ἓν τὴν διαφοράν. διαφέρουσι δὲ ταῦτα ἀλλήλων, ὅτι ἐπὶ μὲν τῶν παρωνύμων τεσσάρων χρεία, ὡς εἴρηται, ἐπὶ δὲ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν δύο μόνων χρεία, κοινωνίας πράγματος καὶ διαφορᾶς ὀνόματος, ὡς ἐπὶ τοῦ ἰατρικὸν βιβλίον, ἰατρικὸν σμιλίον (οὐκ ἔχουσι γὰρ ὄνομα κοινόν), καὶ ὑγιεινὸν οὖρον καὶ ὑγιεινὸν σιτίον· ταῦτα γὰρ ὄνομα οὐκ ἔχει κοινὸν ἀλλὰ πρᾶγμα. ταῦτα μὲν ἐπὶ τοσοῦτον. χωρήσωμεν δὲ καὶ ἐπὶ τὴν κατὰ λέξιν ἐξήγησιν.

他将这些置于第三位是由于三个原因:第一,或者是因为一先于二,而二先于四,在同名异义者的情况下需要一个事物(即相通的名称),在同义者的情况下需要两个事物(名称和定义),而在同源派生者的情况下则需要四个事物,即名称的相通与相异、事物的相通与相异。这是第一个原因。第二个原因在于,他在全部范畴中都需要同名异义者与同义者,而对于同源派生者则仅在性质这一范畴中需要。这也是第二个原因。第三个原因在于,本真的事物总是先于非本真的事物,而在同名异义者和同义者的情况下,相通与相异皆是本真的,但在同源派生者的情况下则是非本真的。关于它们的次序就谈到这里。然而既然关于它们,他亦仅说明了其是什么,而并未说明其是否存在,那么就让我们来展示同源派生者是存在的。因此,同源派生者存在的第一个原因在于,它们居于其中间的那些事物,即同义者与异名异义者,已被证明是存在的;第二,如果断言它们不存在的论据是虚妄的,[它们便是存在的]。该论据作如下声称:如果同源派生者存在,它们本应落入上述划分之中(因为没有任何事物能够夸口逃脱了划分法),然而该划分并没有涵盖它们;显然同源派生者并不存在。我们对此作如下回应:同源派生者不可能落入该划分之中,因为该划分是依据本真的相通与相异进行的。关于这些亦就谈到这里。应当知道,为了产生同源派生者需要四个条件:名称的相通与名称的相异,事物的相通与事物的相异。因此“赫勒诺斯”与“赫勒涅”并非同源派生者;因为它们具有名称的相通,既然两个名称的所有首音节都是相同的,但它们在末音节上亦具有名称的相异。然而既然作为赫勒诺斯与赫勒涅它们没有任何相通之处(因为各自具有固有的描述性规定),由于这个缘故它们并非同源派生者。“处女(παρθενική)”与“处女(παρθένος)”亦非同源派生者,因为不具有事物的相异;因为这两个词表示同一事物,属于多名同义者。“德性”与“优秀者”亦[非同源派生者],因为不存在名称的相通,尽管就事物而言,作为分有者与被分有者它们兼具相通与相异。“通晓音乐的女子”与“音乐知识”亦非同源派生者,因为不具有名称的相异。在这些已经被如此预先把握之后,让我们来看同源派生者是如何被定义的。他如下说明来定义它们:“凡从某物而来且在格上相异、具有依名称而立之称号者,皆为同源派生者”,他借此表明了那四个条件:通过说“凡从某物而来者”,表明了事物的相通与相异(因为凡从某物而来者,在来自该物的意义上全然与之相通,但又与之相异,因为分有者绝不完全等同于被分有者)。通过说“在格上相异”,他表明了名称的相异(而在亚里士多德那里,“格”指的是词的词尾),而通过说“具有依名称而立之称号”,[他表明了]名称的相通。在这些已经被预先把握之后,应当知道,不应接受诗人将同名异义者称为同义者,如同在“怀有同等心志”之例中那样;因为他们虽是同名异义者,诗人却因心志的均等而称他们为同义者。亦不应接受那些将多名同义者称为同义者的人,如同宝剑、佩剑、大剑、单刃剑那样。亦不应接受将同源派生者与名词派生词、动词派生词加以区分的文法学家们。名词派生词是由“奢侈(τρυφή)”而来的“特鲁丰”以及由“神(θεός)”而来的“泰翁”,动词派生词则是由“爱(φιλῶ)”和“思考(νοῶ)”而来的“菲莱蒙”和“诺埃蒙”。本应将所有这些都称为同源派生者,他们却将一些称为名词派生词,将另一些称为动词派生词。在这些关于同源派生者之相异的问题被探讨之后,让我们亦探讨源自一者与朝向一者的相异。它们彼此相异,是因为在同源派生者的情况下需要四个条件,正如已经说明的那样,但在源自一者与朝向一者的情况下仅需要两个条件,即事物的相通与名称的相异,如同在“医学书籍”与“医学手术刀”(因为它们没有相通的名称)以及“健康的尿液”与“健康的食物”之例中那样;因为这些并不具有相通的名称,而是具有相通的事物。关于这些就谈到这里为止。让我们进而进行逐字逐句的解释。

语法注3 条
  1. 1.11ἐπὶ μὲν ὁμωνύμων ἑνὸς χρεία (ὀνόματος γὰρ κοινοῦ), ἐπὶ δὲ τῶν συνωνύμων δύο

    名词χρεία(“需要”)后接的属格ἑνός与δύο表示所需的对象(宾格性属格)。在包含δύο的分句中省略了χρεία,而接续的ὀνόματος καὶ ὁρισμοῦ则作为同位属格具体说明“二者”的内容。

  2. 1.11τὰ ὧν εἰσι μέσα ἐδείχθη ὅτι εἰσί, τὰ συνώνυμα καὶ ἑτερώνυμα

    关系从句ὧν εἰσι μέσα(“它们居于其中间者”)的先行词在句首表现为被修饰项τὰ,作为主句主词与主动词ἐδείχθη相连,同时先取(prolepsis)了ὅτι从句中的主词。句末的τὰ συνώνυμα καὶ ἑτερώνυμα则是同位语,具体指明ὧν所指的对象。

  3. 1.11δέον πάντα παρώνυμα καλέσαι

    此处使用了非人称动词δεῖ的中性现在分词δέον构成的宾格独立分词结构,具有让步或反事实对比的副词性功能(“本应称呼……然而”)。不定式καλέσαι的逻辑主语为文法学家们(γραμματικούς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:142.16-144.2