← 埃利亚斯

亚里士多德《范畴篇》注释

§140.35-142.16

同名异义的排除条件与同义者的存在论证

埃利亚斯在结束了对排除同名异义性的诸附带条件(气符、拼写、数、性、词类、惯用法)的考察后,转向1a6关于“同义者”的定义,并通过三个论据(包括概念的四分穷尽法以及将范畴作为质料使用的关系项属性)论证了同义者的存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#2

ἀλλ’ οὐδὲ τὸ ‘οἷος’ ὁμώνυμον δύναται εἶναι· σημαίνει γὰρ καὶ τὸ μόνος καὶ τὸ ὁποῖος, ἀλλ’ ὅπου μὲν δασύνεται, τὸ ὁποῖος σημαίνει, ὅπου δὲ ψιλοῦται, τὸ μόνος· ἐπειδὴ γὰρ διαφέρει κατὰ τὸ πνεῦμα, οὐ δύναται εἶναι ὁμώνυμον. ὥσπερ οὐδὲ τὸ καινόν· ἡ γὰρ γραφὴ διάφορος· ὅτε γὰρ δηλοῖ τὸ μάταιον καὶ τὸ κοῦφον, διὰ τοῦ ε ψιλοῦ γράφεται, ὅτε δὲ τὸ νέον, διὰ διφθόγγου. οὐδὲ τὸ εἶπον πάλιν δύναται ὁμώνυμον εἶναι· ὁ γὰρ ἀριθμὸς διάφορος· τὸ γὰρ ‘εἶπον ἐκεῖνοι’ πληθυντικοῦ ἐστιν ἀριθμοῦ, τὸ δὲ ‘εἶπον ἐγώ’ ἑνικοῦ. ἀλλ’ οὐδὲ τὸ φάρος ὁμώνυμον δύναται εἶναι· δηλοῖ γὰρ θηλυκῶς μὲν ἐκφωνούμενον τὴν πόλιν, ἀρσενικῶς δὲ τὸ κτίσμα, οὐδετέρως δὲ τὸ ἱμάτιον· ἐπειδὴ οὖν τὸ γένος διάφορον, ὁμώνυμον εἶναι οὐ δύναται. οὐδὲ πάλιν τὸ ἔχεις ὁμώνυμον, διάφορον ὂν μέρος λόγου· δηλοῖ γὰρ τὰς ἐχίδνας, οἷον οἱ ἔχεις τῶν ἔχεων, δηλοῖ δὲ καὶ τὴν καθεκτικὴν ἐνέργειαν, ἔχω ἔχεις. ἀλλ’ οὐδὲ τὸ ἅρμα ὁμώνυμον· δηλοῖ γὰρ τὸ ζεῦγος τῶν ἵππων καὶ τὰ ὅπλα, παρὰ μὲν Ῥωμαίοις τὰ ὅπλα, παρὰ δὲ Ἕλλησι τὸ ζεῦγος. ἐπειδὴ οὖν παρὰ τὴν διάφορον συνήθειαν διάφορα σημαίνει, ὁμώνυμον εἶναι οὐ δύναται. ταῦτα δὲ περὶ διαιρέσεων καὶ συστάσεων τῶν ὁμωνύμων. ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις. p. 1 1a6 6 Συνώνυμα δὲ λέγεται ὧν τὸ ὄνομα κοινὸν καὶ ὁ λόγος τῆς οὐσίας ὁ αὐτός. Μετὰ τὰ ὁμώνυμα ἔρχεται ὁ Ἀριστοτέλης ἐπὶ τὰ συνώνυμα· δέεται γὰρ καὶ τούτων εἰς τὰς δέκα κατηγορίας, εἴ γε ἑκάστη κατηγορία τῶν οἰκείων εἰδῶν συνωνύμως κατηγορεῖται. ἀλλ’ ἐπειδὴ κἀνταῦθα τί ἐστι τὰ συνώνυμα λέγει, προηγεῖται δὲ τὸ εἰ ἔστι τοῦ τί ἐστι, δείξωμεν ὅτι εἰσὶ τὰ συνώνυμα. εἰσὶ τοίνυν τὰ συνώνυμα διὰ τριῶν αἰτιῶν· πρῶτον μὲν αὐτὰ τὰ ὁμώνυμα συνώνυμα ἐδείχθη, δεύτερον ὅτι τεσσάρων τινῶν παρακειμένων ἀλλήλοις,1 ὁμωνύμων συνωνύμων πολυωνύμων ἑτερωνύμων, ἔστι δι’ ἑνὸς λόγου δεῖξαι ὅτι εἰσὶ τὰ τέσσαρα καὶ τί ἐστιν αὐτῶν ἕκαστον. δείκνυμεν δὲ ταῦτα ἐκ διαιρέσεως οὕτως· ἀεὶ δύο πραγμάτων λαμβανομένων, ἐχόντων ὄνομα καὶ ὁρισμόν, συμβαίνει ταῦτα ἢ κατ’ ἄμφω κοινωνεῖν, καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν ὁρισμόν, καὶ γίνεται τὰ συνώνυμα, ἢ οὐδὲ κατὰ τὸ ὄνομα οὐδὲ κατὰ τὸν ὁρισμὸν κοινωνοῦσι καὶ γίνεται τὰ ἑτερώνυμα, ἢ πῇ μὲν κοινωνοῦσι πῇ δὲ διαφέρουσι· καὶ ἢ κατὰ τὸ ὄνομα μὲν κοινωνοῦσι τῷ δὲ πράγματι διαφέρουσι καὶ γίνονται τὰ ὁμώνυμα, ἢ τῷ μὲν πράγματι κοινωνοῦσι διαφέρουσι δὲ τῷ ὀνόματι καὶ γίνεται τὰ πολυώνυμα, οἷον ξίφος ἄορ μάχαιρα φάσγανον σπάθη. ἔδειξεν οὖν ὁ λόγος ὅτι καὶ εἰσὶ καὶ τί ἐστιν ἕκαστον αὐτῶν. τοῦτο δεύτερον. τρίτον εἰ ψευδὴς δείκνυται ὁ λόγος2 ὁ ἀναιρῶν τὰ συνώνυμα ὁ λέγων ὅτι τὰ συνώνυμα ἐν ταῖς δέκα κατηγορίαις θεωρεῖται, εἴ γε ἑκάστη τοῦ οἰκείου εἴδους συνωνύμως κατηγορεῖται, τὸ δὲ ὑπὸ δύο κατηγορίας ἀναγόμενον, οὔτι λέγω ὑπὸ τὰς δέκα, ὁμώνυμον, τὰ ἄρα συνώνυμα οὐκ εἰσίν, εἰ ὁμώνυμα δείκνυται. λύομεν δὲ τοῦτο οὕτως· ὅτι παραλογίζεσθε· τὸ γὰρ ἀναγόμενον ὑπὸ τὰς δέκα κατηγορίας διχῶς λέγεται ἀνάγεσθαι· ἢ γὰρ ὡς εἶδος αὐτῶν ἢ ὡς ὕλῃ χρώμενον αὐταῖς ταῖς κατηγορίαις.3 ὡς μὲν εἶδος οὕτως· τὸ λευκὸν ὑπὸ διαφόρους κατηγορίας ὡς εἶδος ἀνάγεται· εἰ γὰρ τὸ λελευκωμένον λάβῃ τις, ὑπὸ τὴν οὐσίαν ἀνάγεται, εἰ δὲ τὸ χρῶμα, ὑπὸ τὴν ποιότητα. οὕτω μὲν οὖν ὡς εἶδος. εἰ δὲ ὡς ὕλῃ χρώμενον ταῖς δέκα κατηγορίαις, ὡς τὰ πρός τι· ταῦτα γὰρ οἰκείαν ὕλην μὴ ἔχοντα ἐν ταῖς δέκα θεωροῦνται κατηγορίαις. οὕτως οὖν καὶ τὰ συνώνυμα οὐχ ὡς εἶδος ἀνάγονται ὑπὸ τὰς δέκα κατηγορίας, ἀλλ’ ὡς ὕλῃ χρώμενα ταῖς δέκα ὡς τὰ πρός τι. καὶ τὰ συνώνυμα δὲ τῶν πρός τί εἰσι· τὸ γὰρ συνώνυμον συνωνύμῳ ἐστὶ συνώνυμον. ταῦτα μὲν περὶ τῶν συνωνύμων. Ἐφ’ οἷς διαλαμβάνει καὶ περὶ τῶν παρωνύμων.

然而“οἷος”亦不可能为同名异义者;因为它既表示“唯一的”又表示“何样的”,但当它带粗气符时,它表示“何样的”,而当它带柔气符时,则表示“唯一的”;因为既然在气符上不同,它便不可能是同名异义者。正如“καινόν”亦不可能[是同名异义者];因为拼写不同;因为当它表示徒劳与轻浮之事时,是用单字母ε书写的,而当表示“新的”时,则是用双元音[αι]书写的。再次,“εἶπον”亦不可能为同名异义者;因为数不同;因为“他们说了(εἶπον ἐκεῖνοι)”属于复数,而“我说了(εἶπον ἐγώ)”属于单数。然而“φάρος”亦不可能为同名异义者;因为读作阴性时它表示该城市,读作阳性时表示该建筑物[灯塔],读作中性时则表示斗篷;因此既然性不同,它便不可能是同名异义者。再次,“ἔχεις”亦非同名异义者,因为属于不同的词类;因为它既表示蝮蛇,如“蝮蛇们(οἱ ἔχεις)”、“蝮蛇们的(τῶν ἔχεων)”,亦表示领有活动,如“我有(ἔχω)”、“你有(ἔχεις)”。然而“ἅρμα”亦非同名异义者;因为它既表示一队挽马[战车]又表示武器,在罗马人那里表示武器,而在希腊人那里则表示一队挽马。因此,既然依据不同的惯用法而表示不同的事物,它便不可能是同名异义者。关于同名异义者的划分与构成,论述至此。当前的讲次便在这些讨论中告一段落。 p. 1 1a6 6 “被称为同义者的,是那些名称相通且本质说明相同的事物。” 在同名异义者之后,亚里士多德进而讨论同义者;因为对于十个范畴而言他亦需要这些概念,倘若每个范畴都同义地述谓其自身的种。然而既然他在此处亦说明同义者是什么,而是否存在先行于其是什么,那么就让我们来展示同义者是存在的。因此,由于三个原因,同义者是存在的:首先,同名异义者自身已被证明为同义的;第二,由于存在彼此并列的四者,即同名异义者、同义者、多名同义者、异名异义者,可以通过一个论理来证明这四者存在且说明它们各自是什么。我们通过划分如下展示这些:当始终取具有名称和定义的两个事物时,它们要么在两者上皆相通,即在名称上和在定义上皆相通,从而产生同义者;要么既不在名称上亦不在定义上相通,从而产生异名异义者;要么在某一方面相通而在某一方面相异;它们要么在名称上相通而在事物上相异,从而产生同名异义者,要么在事物上相通而在名称上相异,从而产生多名同义者,例如宝剑、佩剑、短刀、单刃剑、大剑。因此,该论理证明了它们既存在,亦证明了它们各自是什么。这是第二点。第三,因为否定同义者的论理被证明是虚妄的,该论据声称同义者是在十个范畴中被观察到的,倘若每个范畴都同义地述谓其自身的种,然而被归入两个范畴者——更不用说十个范畴了——都是同名异义的,因此如果同义者被证明是同名异义的,同义者便不存在。我们对此作如下消解:你们是在进行谬误推理;因为被归入十个范畴者据说是以两种方式被归入的:要么作为它们的种,要么作为把范畴本身当作质料来使用的事物。作为种而言是如下这样:白作为种被归入不同的范畴;因为若有人取变白之物,它被归入实体,若取颜色,则被归入性质。作为种而言便是如此。而作为把十个范畴当作质料来使用的事物,则如同关系项;因为这些事物没有自身的质料,而是在十个范畴中被观察到。因此同义者同样并非作为种被归入十个范畴,而是如同关系项那样把十个范畴当作质料来使用而被归入。且同义者确实属于关系项;因为同义者乃是相对于同义者而言为同义的。关于同义者就谈到这里。紧接着这些,他亦讨论同源派生者。

语法注3 条
  1. 1.11τεσσάρων τινῶν παρακειμένων ἀλλήλοις

    独立属格结构。它为主句中表可能的无人称动词ἔστι提供了前提语境(四个概念并列存在的状况)。

  2. 1.11τρίτον εἰ ψευδὴς δείκνυται ὁ λόγος

    在列举原因的并列结构(πρῶτον μέν... δεύτερον ὅτι... τρίτον...)中,此处用εἰ代替了ὅτι,或者构成了省略句(“第三,如果……论点被证明是虚妄的,[则同义者存在]”)。其统辖的谓词承前省略自开头的εἰσὶ τὰ συνώνυμα。

  3. 1.11ὡς ὕλῃ χρώμενον αὐταῖς ταῖς κατηγορίαις

    与前面的ὡς εἶδος αὐτῶν并列的分词短语。中性单数主格分词χρώμενον在性、数、格上与前项τὸ ἀναγόμενον一致,用以说明归入范畴的第二种方式(即把范畴本身当作质料来使用)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:140.35-142.16