← 埃利亚斯

亚里士多德《范畴篇》注释

§139.12-140.35

同名异义者的细分与画中人的范例

埃利亚斯解释了亚里士多德在定义中省略“特有的”与“同一的”而使用“不同的”是出于技艺训练的目的,考察了真人与画中人的范例,对同名异义者作出了详尽的划分(偶然、记忆与希望、隐喩、派生与朝向等)以定位该范例,并探讨了声调和格一致等同名异义成立的其他条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#1

" Ἕτερος." Διὰ τί, φασί, δύο οὐσῶν ἀντιθέσεων, κοινοῦ — ἰδίου, ταὐτοῦ — θατέρου, μὴ εὐθὺς μνησθεὶς τοῦ κοινοῦ καὶ τοῦ ἀντικειμένου ἐμνήσθη,1 φημὶ δὴ τοῦ ἰδίου, καὶ ἑτέρου μνησθεὶς τοῦ ταὐτοῦ οὐκ ἐμνήσθη; καὶ λέγομεν ὅτι βουλόμενος τεχνῶσαι ἡμᾶς καὶ πλειόνων ἀντιθέσεων ἐντὸς ποιῆσαι, ἑνὸς σκέλους ἀφ’ ἑκατέρας ἀντιθέσεως ἐμνήσθη, κελεύων καὶ τοῦ ἄλλου ὑπακούειν· μνησθεὶς γὰρ κοινοῦ εἰς ἔννοιάν σε τίθησι τοῦ ἰδίου, καὶ μνησθεὶς ἑτέρου κελεύει σε νοεῖν τὸ ταὐτόν. ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις.2 Ὁρισάμενος ὁ Ἀριστοτέλης τὰ ὁμώνυμα ὧν ὄνομα μόνον κοινὸν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, παραδείγματι κέχρηται πρὸς παράστασιν τῶν ὁμωνύμων τῷ τε ἀληθινῷ ἀνθρώπῳ καὶ τῷ γεγραμμένῳ· τούτων γὰρ ἑκάτερος ζῷον λέγεται (ὅτι δὲ ὁ γεγραμμένος ζῷον λέγεται, δῆλον ἐντεῦθεν, ὅτι ὁ δημιουργὸς αὐτοῦ ζωγράφος εἴρηται), ὁ δὲ ὁρισμὸς αὐτῶν διάφορος· ὁ γὰρ ἀληθὴς ἄνθρωπος οὐσία ἔμψυχος αἰσθητική, ὁ δὲ γεγραμμένος οὐκ οὐσία ἀλλὰ συμβεβηκός, οὐκ ἔμψυχος ἀλλ’ ἄψυχος, οὐκ αἰσθητικὸς ἀλλ’ ἀναίσθητος, ἀλλὰ ζῷον λέγεται ὡς εἰκὼν οὐσίας ἐμψύχου αἰσθητικῆς. Ἵνα δὲ γνῶμεν ὑπὸ ποῖον τῶν ὁμωνύμων ἀνάγεται τὸ παράδειγμα, φέρε εἴπωμεν τὴν διαίρεσιν τῶν ὁμωνύμων. τούτων τὰ μέν εἰσιν ἀπὸ τύχης, ὡς ὅταν τινὲς ἐν διαφόροις τόποις ὄντες τῷ αὐτῷ ὀνόματι ὀνομάζωνται, μηδεμίαν ἔννοιαν ἐσχηκότος τοῦ ὀνομάσαντος τῶν ἐν ἄλλῳ τόπῳ οὕτως ὀνομαζομένων, ὥσπερ Ἀλέξανδρος ὁ Πάρις καὶ ὁ Μακεδών, τὰ δὲ ἀπὸ διανοίας, ὡς ὅταν βουλευσάμενός τις ὀνομάσῃ ὄνομα. καὶ τὰ μὲν ἀπὸ τύχης ἀδιαίρετα· αἱ γὰρ διαιρέσεις ὑπὸ τεχνῶν καὶ ἐπιστημῶν προβάλλονται, ὥς φησι καὶ ὁ Πλάτων, ὅτι ἐμπειρία μὲν ἡμῶν τὸν αἰῶνα ποιεῖ πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην. τὰ δὲ ἀπὸ διανοίας ἃ μὲν κατὰ χρονικὴν ἔννοιαν ἃ δὲ οὐ κατὰ χρονικὴν ἔννοιαν, καὶ τῶν κατὰ χρονικὴν ἔννοιαν τὰ μὲν κατὰ μνήμην, ὡς εἴ τις τοῦ πατρὸς μνημονεύων τὸν υἱὸν τὸν ἴδιον τῷ ἐκείνου ὀνομάσῃ ὀνόματι, τὰ δὲ κατ’ ἐλπίδα, ὡς εἴ τις τὸν υἱὸν αὑτοῦ ὀνομάσῃ Πλάτωνα ἐλπίσας αὐτὸν γενήσεσθαι τοιοῦτον (οἶδε γὰρ καὶ ἀξιοπίστων ἀνδρῶν ὀνόματα ἐρεθίζειν ἡμᾶς πρὸς μίμησιν ἐκείνων ὧν εἰσι καὶ τὰ ὀνόματα), τὰ δὲ κατὰ τὸ συναμφότερον καὶ κατὰ μνήμην καὶ κατ’ ἐλπίδα. οὕτω μὲν τῶν κατὰ χρονικὴν ἔννοιαν. τῶν δὲ οὐ κατὰ χρονικὴν ἔννοιαν τὰ μὲν κατὰ μέθεξιν, ὡς ἀπὸ τῆς μουσικῆς μουσικὴ γυνή, τὰ δὲ κατὰ μεταφοράν. διαφέρει δὲ μεταφορὰ ἀναλογίας· μεταφορὰ γάρ ἐστι σύντομος ἀναλογία, ἀναλογία δέ ἐστιν ὡς ὅταν εἴπω ὅτι οἷον λόγον ἔχει τόδε πρὸς τόδε, τοῦτον ἔχει τόδε πρὸς τόδε. ἡ δὲ μεταφορὰ οὐ λόγῳ κέχρηται ἀλλ’ ὀνόματι· ὀφείλων γὰρ εἰπεῖν τις ‘ὁποῖον λόγον ἔχει ὁ ποιμὴν πρὸς τὰ πρόβατα, τοῦτον ὁ βασιλεὺς πρὸς τὸν λαόν’ καὶ χρήσασθαι οὕτω τῇ ἀναλογίᾳ, μὴ εἴποι οὕτως ἀλλὰ ποιμένα καλέσαι3 λαῶν τὸν βασιλέα μεταφορικῶς. οὕτω μὲν τὰ κατὰ μεταφοράν. πάλιν τὰ μὲν ἀφ’ ἑνὸς τὰ δὲ πρὸς ἕν· καὶ τὰ μὲν ἀφ’ ἑνὸς ἢ ὡς ἀπὸ ποιητικοῦ, ὡς ἀπὸ ἰατρικῆς ἰατρικὸν σμιλίον καὶ βιβλίον, ἢ ὡς ἀπὸ παραδειγματικοῦ, ὡς ἀπὸ ἀληθινοῦ ἀνθρώπου ὁ γεγραμμένος· εἰκὼν γὰρ ὁ γεγραμμένος τοῦ ἀληθινοῦ ἀνθρώπου. τὰ δὲ πρὸς ἓν οἷον τὰ πρὸς ἓν τέλος ἀφορῶντα, ὑγιεινὸν οὖρον ὑγιεινὸν σιτίον. τὸ παράδειγμα οὖν ἐλήφθη ἀπὸ τῶν ἀφ’ ἑνὸς καὶ τούτων ἀπὸ τοῦ παραδειγματικοῦ. καὶ ταῦτα μὲν περὶ τούτων. Δεῖ δὲ τὰ ὁμώνυμα μὴ κατὰ μόνην τὴν προφορὰν κοινωνεῖν, ἀλλὰ καὶ κατ’ ἄλλα περιστατικά, οἷον τόνον πτῶσιν πνεῦμα γένος ἀριθμὸν γραφὴν μέρος λόγου συνήθειαν· τὸ γὰρ ἄργος παροξυτόνως καὶ τὸ ἀργὸς ὀξυτόνως οὐχ ὁμώνυμα· τῷ γὰρ τόνῳ διαφέρει· καὶ ὅτε μὲν παροξύνεται, δηλοῖ τὸν Ἄργον τὸν φύλακα τῆς Ἰοῦς, ὃν ἀποκτείνας ὁ Ἑρμῆς Ἀργειφόντης ἐκλήθη (δηλοῖ δὲ καὶ ἄλλα ὀνόματα κύρια), ὅτε δὲ ὀξυτόνως, δηλοῖ τὸν μηδὲν ἐργαζόμενον καὶ τὸν ταχὺν καὶ τὸν λευκόν. πάλιν τὸ ἐλάτης οὐκ ἔστιν ὁμώνυμον· διάφορος γὰρ ἡ πτῶσις· ὅτε γὰρ τὸν ἐλάτην δηλοῖ, ἤγουν τὸν ἐλαύνοντα, εὐθεῖά ἐστιν, ὅτε δὲ τὸ δένδρον, θηλυκῆς ἐστι πτώσεως γενικῆς, οἷον ἡ ἐλάτη τῆς ἐλάτης.

“不同的”。 他们问,既然存在两种对立——“相通的”与“特有的”,“同一的”与“另一者”,为何[亚里士多德]在提及“相通的”之后没有随即提及与之对立的“特有的”,且在提及“不同的”之后亦未提及“同一的”?我们回答说,他希望使我们掌握技艺并置身于更多的对立之中,因而从每种对立中提及了一个肢项,要求我们也领会另一项;因为提及“相通的”,他便使你产生“特有的”这一概念,而提及“不同的”,他便吩咐你去理解“同一的”。当前的讲次便在这些讨论中告一段落。 亚里士多德在把同名异义者定义为“唯有名称相通,而依据该名称的本质说明是不同的”之后,使用真实的活人与画像中的人作为范例来展示同名异义者;因为这两者中的每一者都被称为“动物(生物)”(而画像中的人被称为动物,从其制造者被称为“画动物者(画家)”这一点即可明了),然而它们的定义是不同的;因为真实的活人是有灵魂的、有感觉的实体,而画像中的人并非实体而是偶性,非有灵魂者而是无灵魂者,非有感觉者而是无感觉者,它被称为动物,乃是作为有灵魂、有感觉的实体的画像。 为了让我们明了该范例归于同名异义者的哪一种类之下,且让我们来陈述同名异义者的划分。在这些之中,有些是出于偶然的,例如当身处不同地方的人被冠以相同的名称,而命名者对在另一地方被如此命名的人完全没有任何概念时,正如帕里斯·亚历山大与马其顿的亚历山大那样;而有些则是出于思虑的,例如有人经过谋虑而命名之时。出于偶然的是不可进一步划分的;因为划分是由技艺与科学所提出的,正如柏拉图亦言,经验使我们的生活依技艺而行,而无经验则使其依偶然性而行。 在出于思虑的当中,有些依据时间观念,有些则不依据时间观念。在依据时间观念的当中,有些是依据记忆的,如某人怀念父亲而以其父之名为自己的儿子命名;有些则是依据期望的,如某人希望自己的儿子成为这样的人而将其命名为“柏拉图”(因为有名望之人的名字亦往往会激发我们去模仿那些拥有该名字的人);还有一些则是依据两者兼具的,既依据记忆亦依据期望。依据时间观念的便是如此。 在不依据时间观念的当中,有些是依据分有的,如由“音乐”而来被称为“有音乐教养的妇女”;有些则是依据隐喻的。隐喻不同于类比;因为隐喻是浓缩的类比,而类比则是当我例如说“正如这对于这具有某种关系,那对于那亦具有这种关系”。然而隐喻使用的不是说明(完整表述),而是一个名称;因为某人本应当说“正如牧羊人对于羊群具有某种关系,国王对于人民亦具有这种关系”,从而如此使用类比,他却不这样说,而是隐喻性地将国王称为“人民的牧者”。依据隐喻的便是如此。 再次,有些是从单一事物派生出来的,有些则是朝向单一事物的。从单一事物派生出来的,或者如同出于致动本原(例如由医学派生出医疗用小刀和医书),或者如同出于范型本原(例如由真实的活人派生出画像中的人;因为画像中的人乃是真实活人的肖像)。而朝向单一事物的,则是例如着眼于单一目的的事物,如健康的尿液、健康的食物。因此,该范例取自从单一事物派生出来的,而在这些当中又取自出于范型本原的。关于这些就谈到这里。 同名异义者不仅应当在单纯的发音上相通,而且在其他诸情况上亦须相通,例如声调、格、气符、性、数、拼写、词类、惯用法。因为带有倒数第二音节锐音调的ἄργος与带有末音节锐音调的ἀργός并非同名异义者;因为它们在声调上不同;当它带有倒数第二音节锐音调时,它表示伊娥的守卫者阿耳戈斯,赫尔墨斯因杀死他而被称作阿耳吉丰忒斯(它亦表示其他的专有名词);而当它带有末音节锐音调时,它表示无所事事者,以及快捷者和白色者。再次,ἐλάτης亦非同名异义者;因为格不同;因为当它表示驱赶者即车夫时,它是主格,而当它表示树木(冷杉)时,则是阴性属格,正如ἡ ἐλάτη、τῆς ἐλάτης那样。

语法注3 条
  1. 1.11Διὰ τί, φασί, ... μὴ εὐθὺς μνησθεὶς τοῦ κοινοῦ καὶ τοῦ ἀντικειμένου ἐμνήσθη

    由διὰ τί引导的直接疑问句中使用否定词μή而非οὐ。在后古典希腊语中,询问原因的疑问句常使用μή修饰直陈式主谓语;此处它否定主句谓语动词ἐμνήσθη(“为什么他没有提及……”)。

  2. 1.11ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις

    晚期古代注疏中置于一个讲次(πρᾶξις)末尾的程式化省略表达。需补足如τελειοῦται或συμπεραίνεται等动词(意为“本讲次亦在这些内容中完结”),随后立即展开下一部分的讨论。

  3. 1.11ὀφείλων γὰρ εἰπεῖν τις ... μὴ εἴποι οὕτως ἀλλὰ ποιμένα καλέσαι

    后古典希腊语结构:主语τις带有让步分词ὀφείλων,主句谓语使用不带ἄν并以μή否定的潜在希求法(μὴ εἴποι ... ἀλλὰ ... καλέσαι)。καλέσαι虽与不定式同形,但此处是与εἴποι并列的不定过去时主动语态希求法第三人称单数(“某人本当说……却不这样说,而是称呼……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:139.12-140.35