← 埃利亚斯

亚里士多德《范畴篇》注释

§138.1-139.11

同名异义定义中各词语的多义与精确性

埃利亚斯依次考察了亚里士多德《范畴篇》第1章同名异义者定义中的字词“唯有”、“相通的”、“依据该名称的本质说明是不同的”以及“本质”,通过区分多重含义阐明这一定义的精确性及各组成短语的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

" Μόνον." Τό μόνον δύο σημαίνει· ἢ γὰρ τὸ μοναδικόν, καθ’ ὅ φαμεν ἕνα μόνον θεόν, ἢ τὸ πρὸς ἀντιδιαστολὴν τοῦ ὁμοζύγου λεγόμενον,1 ὡς πολλάκις λέγεται ὅτι ἀπελείφθη τις ἐν πολέμῳ δόρυ μόνον ἔχων, οὐχ ὅτι χεῖρας ἢ πόδας οὐκ εἶχεν, ἀλλ’ ὅτι τὰ ὁμόζυγα τούτου οὐκ εἶχεν οἷον ἀσπίδα καὶ κνημῖδας, καὶ πάλιν ἀπελείφθη τις ἐν ἀρίστῳ ἄρτον μόνον ἔχων πρὸς ἀντιδιαστολὴν τῶν ὁμοζύγων ἐδεσμάτων. εἴρηται οὖν ἐνταῦθα μόνον τὸ πρὸς ἀντιδιαστολὴν τοῦ ὁμοζύγου· τὸ γὰρ ὄνομα ὁμόζυγον τοῦ ὁρισμοῦ, διὸ καὶ ἀνθορίζονται· ὄνομα γάρ ἐστιν ὁρισμὸς συνεσταλμένος, ὁρισμὸς δέ ἐστιν ὄνομα ἐξηπλωμένον.

“唯有”。 “唯有”意指两件事:或者是指唯一的,据此我们说唯有一个神;或者是指与配对之物相对立而言的,正如常说的那样,有人在战争中被丢下而“唯有”一支长矛——并非他没有手或脚,而是他没有与这支长矛配对之物,如盾牌和护胫;又如有人在早餐时被丢下而“唯有”面包,这是与配对的菜肴相对立而言的。因此在此处,“唯有”是与配对之物相对立而说的;因为名称是定义的配对之物,正因如此它们亦互为定义;因为名称是浓缩的定义,而定义是展开的名称。

§1.8

"Κοινόν." Τὸ κοινὸν τετραχῶς· ἢ γὰρ τὸ ἀδιαίρετον ὡς ὁ αὐλὸς κοινὸς ἢ οἰκέτης, ἢ τὸ διαιρούμενον ὡς ἀγρὸς ἢ οἰκία, ἢ τὸ τοῦ προκαταλαμβάνοντος ἴδιον, ὡς ὁ τοῦ θεάτρου τόπος κοινὸς ὢν τοῦ προκαταλαμβάνοντος γίνεται ἴδιος, ἢ τὸ ἐπίσης μετεχόμενον ὡς ἡ τοῦ κήρυκος φωνή (αὕτη γὰρ ἐπίσης ὑπὸ πάντων μετέχεται) [καὶ ἡ ὕλη]. κοινὸν οὖν ἐνταῦθα δεῖ λαβεῖν τὸ ἐπίσης μετεχόμενον· τῆς γὰρ Αἴας φωνῆς ἐπίσης μετέχουσιν οἱ δύο Αἴαντες.

“相通的”。 “相通的(共同的)”有四种涵义:或者是指不可分割的,如长笛或仆人是共有的;或者是指可分割的,如田地或房屋;或者是指成为先占有者所特有的,如剧场的座位本是公用的,却成为先占有者所特有的;或者是指被均等地分有(共享)的,如传令官的声音(因为这声音是被所有人均等地共享的)[以及质料]。因此在此处,必须将“相通的”理解为被均等地分有的;因为两个埃阿斯均等地分有了“埃阿斯”这一语词声音。

§1.9

"Ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος." Κατὰ τοὔνομα τὸ εἰρημένον· τὰ γὰρ ἄρθρα ἀναφορικά εἰσιν.2 ἀποροῦσι δέ τινες πῶς φιλοσύντομος ὢν ὁ Ἀριστοτέλης περιττὰ νῦν λέγει· ἤρκει γὰρ εἰπεῖν ὅτι ὁμώνυμά εἰσιν ὧν ὄνομα κοινόν· εἰ γὰρ ἕν τι τούτων δοθῇ, τὸ ἄλλο ἕπεται ἐξ ἀνάγκης * * ὁ γὰρ ὁρισμὸς αὐτῶν διάφορος. καὶ εἰ εἴποις ὅτι ὁμώνυμά εἰσιν ὧν μόνος ὁ ὁρισμὸς διάφορος, τὸ ἄλλο εἵπετο ἐξ ἀνάγκης· τὸ γὰρ ὄνομα αὐτῶν μόνον εἶχεν εἶναι κοινόν.3 περιττῶς οὖν εἶπεν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. πρὸς ὃ φαμεν ὅτι οὐ μάτην τοῦτο εἶπεν, ἀλλ’ ἵνα δείξῃ ποῖος ὁρισμὸς διάφορος· οὐδὲ γὰρ ὁ ὡς ἀνθρώπων ὁρισμὸς διάφορος (ὁ αὐτὸς γὰρ λόγος τῶν δύο Αἰάντων ὡς ἀνθρώπων), οὐδὲ κατὰ τὸ Αἴας καὶ Αἴας διαφέρουσιν (ὁ αὐτὸς γὰρ λόγος τῆς Αἴας φωνῆς, ὅτι δισύλλαβος βαρύτονος καθαρὸν τὸ ᾱ ἔχουσα), ἀλλ’ ὁρισμὸν διάφορον ἔχουσι τὰ ὁμώνυμα κατὰ τὸ σημαινόμενον ὑπὸ τῆς φωνῆς αὐτῆς· ἡ γὰρ Αἴας φωνὴ σημαίνει ἐπὶ μὲν τοῦ ἑνὸς Αἴαντος ὅτι ἐστὶ τοῦ Τελαμῶνος καὶ ἐκ τῆς Σαλαμῖνος, ἐπὶ δὲ τοῦ ἄλλου ὅτι ἐστὶ τοῦ Ὀιλέως καὶ Λοκρός· τούτων γὰρ τῶν ἰδιωμάτων τῶν ἐφ’ ἑκατέρῳ θεωρουμένων ὑπογραφὴ διάφορός ἐστι.

“而依据该名称的本质说明是不同的”。 “依据该名称”是指上述提及的名称;因为冠词具有照应作用。然而有些人提出疑难:为何喜爱简练的亚里士多德如今却说了多余的话;因为本只需说“凡名称相通的,就是同名异义者”便足够了;因为若设定了其中的一项,另一项便必然随之而来[……]因为它们的定义是不同的。而且即使你说“凡唯有定义不同的,就是同名异义者”,另一项亦会必然随之而来;因为唯有它们的名称才可能是相通的。因此,他说“而依据该名称的本质说明是不同的”是多余的。对此我们回答说,他并非徒然说这话,而是为了指明何种定义是不同的;因为既不是作为人的定义不同(因为两个埃阿斯作为人的说明是相同的),亦不是在“埃阿斯”与“埃阿斯”本身上有差别(因为“埃阿斯”这一语词声音的说明是相同的,即它是双音节、抑音调且带有纯长α的),相反,同名异义者是在由该声音本身所意指的事物上具有不同的定义;因为“埃阿斯”这一声音对于其中一个埃阿斯而言,意指他是忒拉蒙之子且来自萨拉米斯,而对于另一个埃阿斯而言,则意指他是俄琉斯之子且是洛克里斯人;因为在他们各自身上所考察到的这些特有属性的描述性定义是不同的。

§1.10

"Τῆς οὐσίας." Οὐσίαν ἐνταῦθα κοινότερον ἀκουστέον τὴν καὶ κατὰ τῆς ὑπάρξεως φερομένην·4 διττὴ γὰρ ἡ οὐσία, ἡ μὲν ἀντιδιαστελλομένη ταῖς ἐννέα κατηγορίαις ἡ κυρίως οὐσία, ἡ δὲ κατὰ συμβεβηκότων φερομένη, ἣν καὶ νῦν ἀκουστέον.

“本质”。 在此处,必须将“本质”理解为更宽泛的、亦可适用于实在(存在)的涵义;因为本质是双重的:其一是与九个范畴相对立的、本义的本质(实体);另一者则是适用于附随性属性的,而这正是此刻应当理解的涵义。

语法注4 条
  1. 1.7τὸ πρὸς ἀντιδιαστολὴν τοῦ ὁμοζύγου λεγόμενον

    在名词化的分词短语“与配对之物相对立而言的”中,τοῦ ὁμοζύγου 作为宾格性属格,依存于含有前缀 ἀντί- 的复合名词 ἀντιδιαστολή。此处它表示与绝对单一性(μοναδικόν)相对的排他性。

  2. 1.9Κατὰ τοὔνομα τὸ εἰρημένον· τὰ γὰρ ἄρθρα ἀναφορικά εἰσιν.

    这是一个省略了动词(如 σημαίνει)的紧凑释义句。它指出合音形式 τοὔνομα(= τὸ ὄνομα)中的定冠词 τὸ 具有“照应冠词(ἄρθρον ἀναφορικόν)”的功能,指代在前文(1a1)中已经提及的名称。

  3. 1.9καὶ εἰ εἴποις ὅτι ὁμώνυμά εἰσιν ὧν μόνος ὁ ὁρισμὸς διάφορος, τὸ ἄλλο εἵπετο ἐξ ἀνάγκης· τὸ γὰρ ὄνομα αὐτῶν μόνον εἶχεν εἶναι κοινόν.

    条件从句中的祈愿语气 εἰ εἴποις 在主句中搭配了未完成过去时直陈语气的 εἵπετο 与 εἶχεν(表达必然性或可能性)。这种结构将纯粹假设所必然导致的结果,表述为一种客观必然性(“必然会随之而来/只能是公用的”)。

  4. 1.10τὴν καὶ κατὰ τῆς ὑπάρξεως φερομένην

    修饰 οὐσίαν 的名词化分词短语。κατὰ τῆς ὑπάρξεως φερομένην 意为“适用于/被述说于存在(实在)的”,用以将狭义的第一范畴实体(ἡ κυρίως οὐσία)与涵盖附随性属性的广义“本质(存在)”区分开来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:138.1-139.11