- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:136.21-137.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄利亚斯逐字讨论了亚里士多德对同名异义者的定义词句(“同名异义者”、“被称为”、“名称”),阐明该书主旨兼及语词、思想和事物,解释了中性复数主语搭配单数动词的原因,并指出此处的“名称”是指涵盖动词在内的广义语词。
" Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν." Μετὰ τὸ εἰ ἔστι τῶν ὁμωνύμων ἔλθωμεν καὶ ἐπὶ τὸ τί ἐστι, ταὐτὸν εἰπεῖν καὶ ἐπὶ τὴν ὑπογραφήν. ὁρίζεται τοίνυν τὰ ὁμώνυμα ὁ Ἀριστοτέλης οὕτως· ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινὸν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, ὡς τὸ Αἴας καὶ Αἴας· οἱ γὰρ δύο Αἴαντες ὄνομα μόνον ἔχουσι κοινὸν ὑπογραφὰς δὲ διαφόρους. σαφηνίσωμεν οὖν ἑκάστην λέξιν οὖσαν ἐν τῇ ὑπογραφῇ.
“凡唯有名称是相通的,被称为同名异义者”。 在考察了同名异义者的“是否存在”之后,让我们进而考察“是什么”,也就是说,进而考察其描述性定义。于是亚里士多德如此定义同名异义者:“凡唯有名称是相通的,而依据该名称的本质说明是不同的,被称为同名异义者”,正如埃阿斯与埃阿斯那样;因为两个埃阿斯唯有名称是相同的,却有着不同的描述性定义。因此,让我们阐明这一定义中的每一个字词。
"Ὁμώνυμα." Ἰδοὺ εὐθέως ἐκ θυρῶν ὁ Ἰαμβλίχειος σκοπὸς ἀναφαίνεται, ὅτι καὶ περὶ φωνῶν καὶ περὶ νοημάτων καὶ περὶ πραγμάτων ὁ σκοπὸς ταῖς Κατηγορίαις· τὰ γὰρ ὁμώνυμα οὐδὲ ἐν πράγμασι μόνοις ἢ πράγματά εἰσι1 θεωροῦνται, ἐπεὶ ἔσται ἡ ὁμωνυμία ταυτότης πραγμάτων, ὅπερ ἄτοπον. ἀλλ’ ἐν πράγμασιν ἡ ὁμωνυμία πεπονθόσι τὴν ὁμωνυμίαν. εἰ οὖν ἐξ ἀνάγκης καὶ ἐν φωναῖς καὶ ἐν πράγμασι τὰ ὁμώνυμα, καὶ ἐν νοήμασιν ἐξ ἀνάγκης· ὅπου γὰρ φωναί, καὶ πράγματα πάντως, μέσα δὲ τούτων εἰσὶ τὰ νοήματα.
“同名异义者”。 看啊,径直从门坎处,伊安布利柯关于主旨的见解便显现出来,即《范畴篇》的主旨同时关乎语词、思想和事物;因为同名异义者并非仅仅在事物本身作为事物的范围内被考察,否则同名异义性就会成为事物的同一性,而这是荒谬的。相反,同名异义性存在于承受了同名异义性的诸事物之中。因此,如果同名异义者必然既存在于语词中又存在于事物中,那么必然也存在于思想中;因为哪里有语词,哪里就必定有事物,而思想则是处于二者之间的中介。
"Λέγεται." Μὴ ἐπειδὴ ἐχρήσατο τῷ λέγεσθαι, πάντως περὶ φωνῶν τὸν σκοπὸν νοήσωμεν· καὶ ἐπὶ φωνῶν γὰρ καὶ ἐπὶ νοημάτων καὶ ἐπὶ πραγμάτων τίθεται τὸ λέγεται· ὡς γὰρ τοῦ λέγειν τὰ τρία δυναμένου σημαίνειν,2 καὶ τὸν βαρβαρίζοντα κακῶς λέγειν φαμέν, ὅτι περὶ φωνάς ἐστι τὸ σφάλμα, καὶ τὸν ἀδιανόητα φθεγγόμενον ὡς περὶ τὰ νοήματα ἁμαρτάνοντα καὶ τὸν ψευδόμενον ὡς περὶ πράγματα σφαλλόμενον. [ἀδιανόητοι λέγονται οἱ ταῖς ἀσήμοις λέξεσι χρώμενοι, οἷον τῷ βλίτυρι σκινδαψός· οὐδὲν γὰρ τούτων σημαίνει τι· ἢ σημαίνουσι μὲν αἱ λέξεις καθ’ ἑαυτάς, εἰς ἀλλήλας δέ εἰσιν ἀνακόλουθοι· λέγων γὰρ οὕτως ‘ὁ ἄνθρωπος ζῷον, ἀλλὰ καὶ ὁ λίθος σῶμα, ἡ ψυχὴ ἄρα ἀθάνατος’, ταῦτα ἀδιανόητα ὡς ἀνακόλουθα.] " Ὁμώνυμα λέγεται." Ἀποροῦσιν ὅτι διὰ τί πληθυντικὸν ἑνικῷ ἀποδέδωκεν· ὀφείλων γὰρ εἰπεῖν ‘λέγονται’, λέγεται εἶπε. πρὸς ὅ φαμεν ὅτι τοῦτο πεποίηκεν ὁ Ἀριστοτέλης οὐ κατὰ Ἀττικὴν σύνταξιν ἢ συνήθειαν (οὐδὲ γὰρ ἐφρόντιζε τούτου ὥσπερ καὶ οἱ ἄλλοι φιλόσοφοι, μόνον μὴ κατόπιν τῆς ἀληθείας γένωνται),3 ἀλλὰ τοῦτο πεποίηκεν ὁ Ἀριστοτέλης καὶ πληθυντικὸν ἑνικῷ συνέταξεν, ἐπειδὴ καὶ τὰ ὁμώνυμα πολλὰ πράγματα ὄντα ἑνὶ ὀνόματι ὀνομάζονται.
“被称为”。 我们绝不可因为他使用了“被称为”这一词,就认为主旨全然只关乎语词;因为“被称为”既适用于语词,亦适用于思想,还适用于事物;因为既然“说”能够意指这三者,我们对于操粗野语调者亦说是说得拙劣,因为其过失关乎语词;对于说出不可理解之事者亦[说是说得拙劣],因为他在思想上犯了过错;对于说谎者亦然,因为他在事物上发生了偏差。[使用无意义语词的人被称为是不可理解的,例如使用‘blityri’和‘skindapsos’;因为这些词毫无意义;或者诸词语就其本身而言是有意义的,但彼此之间却毫无承接;因为若如此说‘人是动物,然而石头亦是物体,因此灵魂是不朽的’,这些话作为前后不贯通之物便是不可理解的。]“同名异义者被称为”。 人们提出了疑难:为何他给复数主语配上了单数动词;因为他本应当说复数的“被称为”,却说了单数的“被称为”。对此我们回答说:亚里士多德这样做并非依据阿提卡句法或习惯(因为他正如其他哲学家一样并不在意这些,只要他们不落于真理之后即可),而是亚里士多德之所以这样做并将复数与单数相结合,是因为同名异义者虽为多数事物,却由一个名称来命名。
"Ὧν ὄνομα." Ἀποροῦσί τινες λέγοντες ὅτι καὶ ἐν ῥήμασίν ἐστιν ὁμωνυμία· τὸ γὰρ ἐρῶ ῥῆμα σημαίνει καὶ τὸ ἐπιθυμῶ καὶ τὸ λέξω· πῶς οὖν εἶπεν ὄνομα μόνον κοινόν, εἰ καὶ ἐν ῥήμασίν ἐστιν ὁμωνυμία; τί οὖν φαμεν; ὅτι τὸ ὄνομα διττόν, τὸ μὲν κατὰ παντὸς μέρους λόγου φερόμενον, καθ’ ὅ φαμεν τὸν Πλάτωνα καλοῖς ὀνόμασι χρήσασθαι, οὐχ ὅτι ῥήμασιν οὐκ ἐχρήσατο, τὸ δὲ ἀντιδιαστελλόμενον τοῖς ἄλλοις μέρεσι τοῦ λόγου τὸ κυρίως ὄνομα τὸ πτωτικόν. ἐνταῦθα οὖν ὄνομα ἀκουστέον τὸ κατὰ ῥημάτων φερόμενον καὶ τῶν ἄλλων μερῶν τοῦ λόγου.
“凡其名称”。 有些人提出疑难说,在动词中亦存在同名异义性;因为动词‘erō’既意指‘我渴望’,亦意指‘我将说’;那么如果动词中亦存在同名异义性,他为何说“唯有名称是相通的”?那么我们怎么说呢?即“名称”是双重的:其一适用于言语的所有部分,据此我们说柏拉图使用了优美的名称(词藻),并不是说他没有使用动词;另一者则是与言语的其他部分相对立的、具有格变化的本义名称(名词)。因此在此处,“名称”应当被理解为适用于动词以及言语其他部分的那种广义名称。
- 1.3ἢ πράγματά εἰσι
连词 ἤ 通常表示“或者”,但在此语境下它在语义上充当 ᾗ(“就事物是事物而言”)的作用,或者表示同位语式的限制性重述:“仅仅在诸事物中,或者说仅就事物是事物而言”。
- 1.4ὡς γὰρ τοῦ λέγειν τὰ τρία δυναμένου σημαίνειν
小词 ὡς 后接属格独立结构(τοῦ λέγειν ... δυναμένου),表示作为前提的理由:“鉴于‘说’能够意指这三者”。在主句动词 φαμέν 之后,承接 καὶ τὸν βαρβαρίζοντα κακῶς λέγειν,其后的受格成分 τὸν ἀδιανόητα φθεγγόμενον 与 τὸν ψευδόμενον 同样受 φαμέν 支配,并承前省略了 κακῶς λέγειν。
- 1.5μόνον μὴ κατόπιν τῆς ἀληθείας γένωνται
短语 μόνον μή 后接虚拟语气(γένωνται),是表达限定性条件(“只要不……”、“唯愿不……”)的惯用句式。介词性副词 κατόπιν 支配属格(τῆς ἀληθείας),意为“落后于”、“落于……之后”。
