← 埃利亚斯

亚里士多德《范畴篇》注释

§135.2-136.20

同名异义的在先性及对还原论的反驳

埃利亚斯就亚里士多德《范畴篇》第1章开篇(1a1)展开阐释,说明为何将同名异义者与同名同义者的讨论置于首位,依据有限文字与无限事物的比例论证了同名异义者的必然存在,并通过两种逻辑解答反驳了企图将同名异义性还原为同名同义性的反对者论点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

"〈Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν〉." Ἐπειδὴ σκοπὸς αἱ κατηγορίαι, τὸ δὲ ὁμώνυμον κατηγορεῖται τῶν κατηγοριῶν, πᾶσα δὲ κατηγορία τῶν ὑπ’ αὐτὴν εἰδῶν συνωνύμως κατηγορεῖται ὡς γένος εἴδους, διὰ τοῦτο ὁ Ἀριστοτέλης προτάττει τὴν διδασκαλίαν τῶν ὁμωνύμων καὶ συνωνύμων, κἀν τούτοις προτάττει τὰ ὁμώνυμα τῶν συνωνύμων, ἐπειδὴ καὶ τὸ ἓν τῶν δύο προηγεῖται· ἐπὶ γὰρ τῶν ὁμωνύμων ἑνὸς μόνου χρεία· ὀνόματος γὰρ μόνου κοινωνίαν ποιεῖ τὰ ὁμώνυμα, τὰ δὲ συνώνυμα κοινωνίαν ὀνόματος καὶ κοινωνίαν πράγματος. ἀλλ’ ἐπειδὴ Ἀριστοτέλης τί ἐστι μόνον λέγει ἕκαστον, τί ὁμώνυμα καὶ τί συνώνυμα, εἴπωμεν πρὸ τοῦ τί ἐστι τὸ εἰ ἔστιν. εἰκότως δὲ ζητοῦμεν τὸ εἰ ἔστιν, ἐπειδή τινες ἐπιχειροῦσιν ἀνελεῖν τὰ ὁμώνυμα, δεικνύντες ὅτι οὐκ εἰσὶ ταῦτα. φέρε οὖν ἡμεῖς δείξωμεν ὅτι εἰσὶ τὰ ὁμώνυμα. δείκνυμεν δὲ οὕτως, λῆμμα ὁμολογούμενον τοῦτο προλαμβάνοντες ὅτι τῶν στοιχείων πεπερασμένων καὶ αἱ συμπλοκαὶ πεπερασμέναι εἰσί·1 τὰ δὲ στοιχεῖα πεπερασμένα εἰσίν (εἴκοσι γὰρ καὶ τέσσαρά εἰσι τὸν ἀριθμόν)· τῶν δὲ στοιχείων συμπλοκαί εἰσιν αἱ συλλαβαί, πεπερασμέναι ἄρα εἰσὶ καὶ αἱ συλλαβαί· τῶν δὲ συλλαβῶν συμπλοκαί εἰσι τὰ ὀνόματα, πεπερασμένα ἄρα εἰσὶ τὰ ὀνόματα. τὰ δὲ πράγματα ἄπειρά εἰσι τῷ πολλάκις καὶ ἀεὶ γίνεσθαι. οὐδέποτε δὲ τὸ πεπερασμένον τῷ ἀπείρῳ ἐξισοῦται, εἰ μὴ πολλάκις ἀνακυκληθῇ· εἰσὶν ἄρα τὰ ὁμώνυμα· οὐδὲν γάρ ἐστιν ὁμώνυμον εἰ μὴ ἀνακύκλησις τοῦ αὐτοῦ ὀνόματος πολλάκις γινομένη. οὕτω τοῦ Ἀριστοτέλους δείξαντος ὅτι εἰσὶ τὰ ὁμώνυμα 〈ἐν〉 τοῖς Σοφιστικοῖς ἐλέγχοις καὶ ὅτι ἐξ ἀνάγκης εἰσί, πειρῶνται ἀνελεῖν ταῦτα λόγῳ τοιούτῳ χρώμενοι· φασὶν ὅτι τὸ ὁμώνυμον πρᾶγμα καὶ τὸ ὄνομα ἐπιδέχεται τοῦ ὁμωνύμου καὶ τὸν ὁρισμὸν αὐτοῦ, τὰ δὲ τὸ αὐτὸ ὄνομα καὶ τὸν αὐτὸν ὁρισμὸν ἐπιδεχόμενα συνώνυμά εἰσι· τὰ ὁμώνυμα ἄρα συνώνυμα. καὶ τί τῶν ἄλλων ἔσται τῶν ὁμωνύμων συνωνύμων ὄντων;2 πρὸς οὓς λέγομεν λύσεις δύο, μίαν μὲν τοιαύτην· ὅτι οὐδὲν ἄτοπον τὸ αὐτὸ πρᾶγμα καὶ ὁμώνυμον εἶναι καὶ συνώνυμον κατ’ ἄλλο καὶ ἄλλο ὄνομα· καθὸ μὲν γὰρ Αἴας καὶ Αἴας, ὁμώνυμά εἰσιν, ὑπογραφὰς δὲ διαφόρους ἔχει ἕκαστος αὐτῶν, καθὸ μέντοι τὸ Αἴας καὶ Αἴας ἄνθρωποι, συνώνυμά εἰσιν. οὐδὲν οὖν ἄτοπον καὶ ὁμώνυμον εἶναι καὶ συνώνυμον τὸ αὐτό, κατ’ ἄλλο δὲ καὶ ἄλλο. ἢ καὶ ἄλλως· ὅτι κατὰ τὸ αὐτὸ ὄνομα καὶ ὁμώνυμον καὶ συνώνυμον δύναται εἶναι· ὑποκείσθωσαν γὰρ δύο τινὲς Εὔβουλοι λεγόμενοι· ἐνταῦθα ὡς μὲν Εὔβουλος καὶ Εὔβουλος ἑκάτεροι ὁμώνυμοι, εἰ δὲ ἐκ τύχης τινὸς εἶεν καὶ συνετοί, συνώνυμοί εἰσιν· εὑρίσκονται γὰρ καὶ Εὔβουλοι λεγόμενοι καὶ εὔβουλοι ὄντες, ὡς καὶ τὸν ὁρισμὸν τοῦ εὐβούλου δεχόμενοι. αὕτη πρώτη λύσις διπλῆ. δευτέρα δὲ λύσις, ὅτι παραλογίζονται οἱ λέγοντες δεικνύναι τὰ ὁμώνυμα συνώνυμα· οὐδὲ γὰρ ἔδειξαν ὃ ἐπηγγείλαντο, ἐπειδὴ ἡ συνώνυμος κατηγορία καὶ κοινῇ μετέχεται ὑπὸ τοῦ μετέχοντος καὶ ἰδίᾳ, κἂν μὴ ᾖ τὸ λεῖπον·3 οἷον ἀνθρώπου μὴ ὄντος δύναται ζῷον καὶ λέγεσθαι καὶ εἶναι ὁ ἵππος, καὶ τὸ ἀνάπαλιν ὁ ἄνθρωπος καὶ ζῷον λέγεται καὶ ζῷόν ἐστι, κἂν μὴ ᾖ ὁ ἵππος· ἐπὶ δὲ τῶν ὁμωνύμων οὐκ ἔρρωται οὗτος ὁ κανών· οὐδὲ γὰρ εἷς Αἴας ἐν ὅλῳ τῷ κόσμῳ δύναται εἶναι ὁμώνυμος ἄλλου μὴ ὄντος Αἴαντος. τί οὖν συνήγαγεν ὁ λόγος; ὅτι δύναται τὸ αὐτὸ καὶ ὁμώνυμον εἶναι καὶ συνώνυμον κατ’ ἄλλο καὶ ἄλλο, ὁμώνυμα μὲν κατ’ αὐτὸ τὸ ὄνομα κατ’ ἄλλην δὲ καὶ ἄλλην σημασίαν συνώνυμα, ὡς ἐπὶ τοῦ Εὔβουλος. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.

“凡唯有名称是相通的,被称为同名异义者”。 既然目的是诸范畴,而“同名异义者”被述说于诸范畴,并且每一个范畴都如同属对种那样被同名同义地述说于其下的诸种,为此亚里士多德将关于同名异义者与同名同义者的讲授置于前列,而在这些之中,他又将同名异义者置于同名同义者之前,因为一亦先行于二;因为在同名异义者的情况下唯独需要一样事物;同名异义者造成唯有名称的共有,而同名同义者则造成名称的共有与事物的共有。然而,既然亚里士多德仅仅说明了每一者是什么——何为同名异义者与何为同名同义者——那么让我们在考察它是什么之前,先说明它是否存在。而我们探究它是否存在是合乎情理的,因为有些人企图取消同名异义者,试图证明它们并不存在。来吧,让我们自己来证明同名异义者是存在的。我们如此来证明,预先假定这一条公认的前提命题:当元素是有限的时,其组合亦是有限的。而元素是有限的(因为它们在数目上是二十四个);元素的组合是音节,因此音节亦是有限的;音节的组合是名称,因此名称亦是有限的。另一方面,事物通过频繁且持续地产生而成为无限的。然而有限之物若不经过多次循环往复,就绝不可能等同于无限之物;因此同名异义者是存在的;因为除了同一名称多次发生的循环往复之外,没有任何东西是同名异义的。亚里士多德在《辨谬篇》中如此证明了同名异义者存在且出于必然存在之后,他们却试图运用如下的论说来取消它们:他们说,同名异义的事物既接受同名异义者的名称,亦接受其定义,而接受同一名称与同一定义的事物是同名同义者;因此同名异义者是同名同义者。如果同名异义者成了同名同义者,其他事物又将如何?针对他们,我们提出两个解答,其中一个是这样的:同一事物依据不同的名称既是同名异义的又是同名同义的,这毫无荒谬之处;因为就它们作为埃阿斯与埃阿斯而言,它们是同名异义的,且它们各自具有不同的描述性定义,然而就埃阿斯与埃阿斯是人而言,它们则是同名同义的。因此,同一事物依据不同的方面既是同名异义的又是同名同义的,毫无荒谬之处。或者亦有另一种方式:即依据同一名称,它既可以是同名异义的亦可以是同名同义的;因为假定有两个被称为欧布洛斯的人;此处,作为欧布洛斯与欧布洛斯,各自是同名异义的,但如果出于某种偶然他们亦是审慎的,他们就是同名同义的;因为他们被发现既被称为欧布洛斯又是审慎的(eubouloi),以至于亦接受了审慎者的定义。这是第一种双重解答。而第二种解答是,那些声称证明了同名异义者是同名同义者的人陷入了谬推;因为他们甚至没有证明他们所许诺证明的事,因为同名同义的述说由分有者共同且个别地分有,即使缺失的那一方不存在亦然;例如在人不存在的情况下,马既可以被称为动物亦可以是动物,反之即便马不存在,人依然既被称为动物亦是动物;然而在同名异义者的情况下,这一规则却不成立;因为如果在整个宇宙中没有另一个埃阿斯存在,单个埃阿斯绝不可能是同名异义的。那么,这一论说得出了什么结论?即同一事物可以依据不同的方面既是同名异义的又是同名同义的:依据名称本身是同名异义的,而依据不同的含义则是同名同义的,正如在欧布洛斯的情况中那样。在神助之下,本讲到此结束。

语法注3 条
  1. 1.1τῶν στοιχείων πεπερασμένων καὶ αἱ συμπλοκαὶ πεπερασμέναι εἰσί

    τῶν στοιχείων πεπερασμένων [ὄντων] 为独立属格,起条件从句的作用(“当元素是有限的时”)。其后主句开头的 καὶ 为引出归结句的连接词(apodotic καὶ),在条件结构中承接并强调“其组合亦是有限的”。

  2. 1.1καὶ τί τῶν ἄλλων ἔσται τῶν ὁμωνύμων συνωνύμων ὄντων;

    τῶν ὁμωνύμων συνωνύμων ὄντων 为表示条件的独立属格(“若同名异义者是同名同义者”)。主句 τί τῶν ἄλλων ἔσται 为修辞性反问,指明归谬的后果:“其他事物又将如何?”(暗示其他事物的区分都将不复存在)。

  3. 1.1κἂν μὴ ᾖ τὸ λεῖπον

    τὸ λεῖπον 为中性单数名词化现在分词,指在同名同义分有关系中对照的“其余的一方”或“缺失的另一方”。κἂν 是 καὶ ἐάν 的缩合,引导让步从句:“即使缺失的那一方不存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:135.2-136.20