← 埃利亚斯

亚里士多德《范畴篇》注释

§132.9-135.1

效用、题目、真伪论证与全书的三分结构

埃利亚斯通过否定的连锁论证阐明了《范畴篇》的效用与阅读次序,考察了六个流传的题目并确立了亚里士多德题目的优越性,进而根据文体与校勘史论证了本书的真伪,并将其划分为三部分,由此进入对正文的讲解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#14

καὶ δι’ ἀποφάσεως τὸ χρήσιμον ῥητέον τοῦ παρόντος βιβλίου οὕτως· εἰ μὴ ἦν ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν, ἡ δευτέρα οὐκ ἂν ἦν· εἰ μὴ ἦν ἡ δευτέρα θέσις, ὀνόματα καὶ ῥήματα οὐκ ἂν ἦσαν· τούτων δὲ μὴ ὄντων πρότασις οὐκ ἦν· προτάσεως δὲ μὴ οὔσης συλλογισμὸς οὐκ ἦν· συλλογισμοῦ μὴ ὄντος ἀπόδειξις οὐκ ἦν· ἀποδείξεως μὴ οὔσης ἀπέλειπον ἂν τὰ ὄργανα τὰ διακριτικά,1 ἐν μὲν θεωρίᾳ διάκρισις τῶν ἀληθῶν καὶ τῶν ψευδῶν καὶ ἡ ἐκλογὴ μὲν τῶν ἀληθῶν ἀπεκλογὴ δὲ τῶν ψευδῶν, ἐν δὲ πράξει διάκρισις ἀγαθοῦ ἀπὸ κακοῦ καὶ ἡ ἐκλογὴ μὲν τῶν ἀγαθῶν ἀπεκλογὴ δὲ τῶν κακῶν· εἰ μὴ ἦν τὸ θεωρητικὸν καὶ τὸ πρακτικόν, ἡ φιλοσοφία οὐκ ἦν· εἰ μὴ ἡ φιλοσοφία ἦν, τὸ εὐδαιμονεῖν οὐκ ἦν. καὶ ἔχεις διὰ τοῦ δι’ ἀποφάσεως χρησίμου καὶ τὴν τάξιν, ὅτι δεῖ προηγεῖσθαι τὸ παρὸν βιβλίον παντὸς ἄλλου λογικοῦ βιβλίου, ἐπειδὴ καὶ ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν πάντων προηγεῖται. Ἐφ’ οἷς εἴπωμεν καὶ τὴν αἰτίαν τῆς ἐπιγραφῆς. ἓξ τοίνυν ἐπιγραφαὶ φέρονται τοῦ παρόντος βιβλίου· οἱ μὲν γὰρ ἐπέγραψαν Κατηγορίαι, ὡς αὐτὸς ὁ Ἀριστοτέλης, οἱ δὲ Περὶ τῶν κατηγοριῶν, ὡς τινες ἑταῖροι τοῦ Ἀριστοτέλους, οἱ δὲ Περὶ 〈τῶν〉 δέκα γενῶν * * τοῦ ὄντος, ὡς Πλωτῖνος ἀντιλέγων ταῖς κατηγορίαις, οἱ δὲ Πρὸ τῶν τόπων, ὡς Ἀρχύτας ὁ Ταραντῖνος, οἱ δὲ Περὶ τῶν καθόλου λόγων, ὡς Ἄδραστος ὁ Ἀφροδισιεὺς ὁ Περιπατητικός. νικᾷ δὲ πάσας ἡ τοῦ Ἀριστοτέλους· ὁ γὰρ ἐπιγράφων ὅτι Κατηγορίαι ἐνδείκνυται ὅτι οἱ λόγοι δι’ οἰκείαν ἰσχὺν ἴσχυσαν γενέσθαι ὅπερ τὰ πράγματα. οὕτω καὶ Ἀριστείδης χάριν μαρτυρῶν τῶν Ὑπὲρ τῶν τεττάρων ἐπέγραψε τοὺς λόγους οὕτω· Κίμων, Μιλτιάδης, Περικλῆς, Θεμιστοκλῆς. καὶ ὁ Πλάτων δὲ ἐπιγράφει οὕτως· Γοργίας, Φαίδων, Φαῖδρος. οἱ δὲ ἐπιγράφοντες Περὶ τῶν κατηγοριῶν ἢ * * Περὶ τῶν γενῶν τοῦ ὄντος ἢ Περὶ τῶν καθόλου λόγων ἐνδείκνυνται ὅτι οἱ λόγοι δι’ οἰκείαν ἀσθένειαν κατόπιν ἐγένοντο τῶν πραγμάτων καὶ οὐκ ἴσχυσαν γενέσθαι ὡς αὐτὰ τὰ πράγματα. νικᾷ δὲ καὶ τὴν Πρὸ τῶν τόπων ἐπιγραφήν· εἰ γὰρ καὶ ἐξὸν τὴν τάξιν ἐπιγραφὴν ποιῆσαι,2 ὡς ἐν τῇ Μετὰ τὰ φυσικά, ἀλλ’ ἐκεῖ εὐλόγως· καὶ μόναις γὰρ ἕπεται ταῖς Φυσικαῖς καὶ μόνα, τὸ δὲ παρὸν βιβλίον οὐ μόνων προηγεῖται τῶν Τόπων ἀλλὰ καὶ ἄλλων. οἶδε δὲ πάσας τὰς ἐπιγραφὰς ὁ Ἀριστοτέλης ἐπιγράφειν, Κατηγορίαι, Τόποι, ἀλλὰ καὶ τὴν Περὶ οὐρανοῦ καὶ κόσμου. αὕτη καὶ ἡ αἰτία τῆς ἐπιγραφῆς. Ἐφ’ οἷς εἴπωμεν τὸ γνήσιον. γνήσιον τοίνυν ἐκ τοῦ παλαιοῦ τὸ παρὸν βιβλίον ἀπὸ τῆς φράσεως καὶ τῆς δεινότητος τῶν ἐνθυμημάτων καὶ ἐκ τοῦ ὀνομαστὶ μεμνῆσθαι αὐτὸν τοῦ παρόντος βιβλίου ἐν ἄλλοις αὑτοῦ βιβλίοις καὶ λέγειν ὅτι ‘ὡς εἴρηται ἐν Κατηγορίαις’, καὶ ἐκ τοῦ κατὰ ζῆλον αὐτοῦ γράψαι τοὺς ἑταίρους αὐτοῦ ὁμώνυμα βιβλία καὶ χρήσασθαι τῇ ‘περὶ’ προθέσει, καὶ ἐκ τοῦ εὐθύνας δεδωκέναι αὐτὸ τοῖς Ἀττικοῖς ἐξηγηταῖς· τεσσαράκοντα γὰρ βιβλίων εὑρεθέντων ἐν παλαιαῖς βιβλιοθήκαις τῶν Ἀναλυτικῶν καὶ δύο τῶν Κατηγοριῶν τέσσαρα μόνα τῶν Ἀναλυτικῶν ἐκκρίνουσι καὶ τῶν Κατηγοριῶν ἕν, καὶ εἰ μὴ γνήσιον ἦν τὸ παρὸν σύγγραμμα, ἀκέφαλος ἦν πᾶσα ἡ λογικὴ πραγματεία·3 Συριανὸς μὲν γὰρ ὁ φιλόσοφος ἐπέγραψε τῷ Φαίδωνι νοθευομένῳ ὑπό τινος Παναιτίου· εἴ με Πλάτων οὐ γράψε, δύω ἐγένοντο Πλάτωνες· Σωκρατικῶν ὀάρων ἄνθεα πάντα φέρω. ἀλλὰ νόθον μ’ ἐτέλεσσε Παναίτιος, ὅς ῥ’ ἐτάλασσε4 καὶ ψυχὴν θνητὴν καί με νόθον τελέσαι. ἐγὼ δέ, φησὶν ὁ ἡμέτερος διδάσκαλος, ἐπιγράφω ταῖς Κατηγορίαις εἰ μὴ Ἀριστοτέλους γενόμην, ἦ δίπλοος οὗτος, ἢ σοφίην ἀκάρηνον ἐδείματο νόσφιν ἐμεῖο. οὕτως καὶ τὸ γνήσιον. Ἐφ’ οἷς εἴπωμεν τὴν εἰς τὰ μόρια διαίρεσιν. εἰς τρία τοίνυν διαιρεῖται τὸ παρὸν βιβλίον, 〈εἰς τὰ πρὸ τῶν κατηγοριῶν〉, εἰς τὰς κατηγορίας, τοῦτ’ ἔστιν εἰς αὐτοὺς τοὺς ἀγῶνας, καὶ εἰς τὰ χρήσιμα πρὸς τὰς κατηγορίας· τὸ πρῶτον γὰρ καὶ τὸ τελευταῖον τμῆμα χρήσιμα διδάσκει πρὸς τὰς κατηγορίας, πλὴν οὐ τὰ αὐτά· ἐν μὲν γὰρ τῷ πρώτῳ τμήματι ἐκεῖνα τὰ χρήσιμα διδάσκει, ὧν οὐδεμίαν ἔχομεν πρόσκλησιν ἐκ τῆς συνηθείας, περὶ ὁμωνύμων, περὶ ὑποκειμένου, περὶ κατηγορουμένου· ἐν δὲ τῷ τελευταίῳ τμήματι ἐκεῖνα τῶν χρησίμων διδάσκει, ἃ καὶ ἐκ τῆς συνηθείας γινώσκομεν, περὶ προτέρου, περὶ τοῦ ἅμα, περὶ τοῦ ἔχειν, περὶ κινήσεως. οὐκ ἠβουλήθη δὲ πάντα τὰ χρήσιμα ἐν ἑνὶ μέρει εἰπεῖν, ἵνα μὴ τὰ προτέλεια μείζονα ποιήσῃ τῶν ἀγώνων. καὶ ἡμεῖς οὖν ἵνα μὴ τὰ προοίμια μείζονα ποιήσωμεν, τῶν μὲν προοιμίων ἅλις, ἐπ’ αὐτοὺς δὲ τοὺς ἀγῶνας λοιπὸν χωρήσωμεν καὶ τὴν ἐξήγησιν τῆς λέξεως. ἐν οἷς καὶ τὰ προλεγόμενα τῶν Κατηγοριῶν. Ἀρχὴ σὺν θεῷ τοῦ κειμένου.

此外,本书的效用亦应当通过否定如此说明:若没有单纯语词的第一设立,就不会有第二设立;若没有第二设立,就不会有名词与动词;若这些不存在,就不会有命题;若命题不存在,就不会有推论;若推论不存在,就不会有证明;若证明不存在,判别的工具便会缺失——在观照中即是真与假的判别以及对真实者的选取与对虚假者的弃绝,在实践中即是善与恶的判别以及对良善者的选取与对邪恶者的弃绝;若没有观照性的与实践性的,就不会有哲学;若没有哲学,就不会有福祉。而且经由此种通过否定的效用,你亦把握了其次序,即本书必须先于所有其他逻辑学著作,因为单纯语词的第一设立亦先行于一切事物。 在这些之外,让我们亦说明题目的原由。关于本书,流传有六个题目:一些人题作《范畴篇》,如亚里士多德本人;另一些人题作《论范畴》,如亚里士多德的某些同伴;另一些人题作《论存在的[十个]类》,如反驳范畴的普罗提诺;另一些人题作《在论题之前》,如塔兰托的阿尔库塔斯;另一些人题作《论普遍论说》,如逍遥学派阿芙罗迪西亚的阿德拉斯托。但亚里士多德的题目胜过所有这些;因为题作《范畴篇》者表明,诸论说凭借自身的力量足以成为事物本身那样。阿里斯提德斯见证感激之情,亦如此题《四人辩护词》的诸论说:《客蒙》《米尔提亚德》《伯里克利》《地米斯托克利》。柏拉图亦如此题作:《高尔吉亚》《斐多》《斐德罗》。而那些题作《论范畴》、或《论存在的诸类》、或《论普遍论说》的人,则表明诸论说由于自身的孱弱而落后于事物,不足以成为事物本身那样。并且它亦胜过《在论题之前》这一题目;因为即便可以将次序用作题目,如在《形而上学》中所为,但彼处是合理的;因为彼书唯独随附于自然学著作,且唯有其随附于它们,而本书不仅先行于《论题篇》,亦先行于其他著作。亚里士多德懂得运用各类题名方式,既有《范畴篇》《论题篇》,亦有《论天与宇宙》。此即题目的原由。 在这些之外,让我们论述其真伪。本书自古以来被确认为真作,是基于其行文辞藻与推论的巧妙,基于他本人在自己的其他著作中指名提及本书并说“如在《范畴篇》中所言”,基于他的同伴们因对其抱有热情而撰写了同名著作并使用了介词“论”(peri),以及基于本书经受了阿提卡注释家们的严格审定;因为在古代图书馆中发现的四十卷《分析篇》与两卷《范畴篇》中,他们仅遴选出四卷《分析篇》与一卷《范畴篇》;并且如果本著作不是真作,整个逻辑学论考便成了无头之物。哲学家叙利亚诺针对被某个帕奈提奥判定为伪作的《斐多篇》,曾题诗道: “若非柏拉图撰写了我,世上便曾有两个柏拉图;因为我携带着苏格拉底亲切交谈的全部花朵。然而帕奈提奥断定我是伪作,他竟敢把灵魂断定为会死的,亦敢断定我是伪作。” 而我们的导师说,我针对《范畴篇》题诗道: “我若不属于亚里士多德,那他真是有两个,否则他便在没有我的情况下建构了无头的智慧。” 真伪问题便亦如是。 在这些之外,让我们说明分为各部分的划分。本书被划分为三个部分:[划分为范畴之前的事项]、划分为诸范畴即诸竞赛本身、以及划分为对诸范畴有用的事项。因为第一部分与最后一部分皆教授对范畴有用的事,只是并非相同的事;在第一部分中,他教授那些我们从日常惯用中未曾获得任何预备指引的有用之事,即关于同名异义者、关于基底、关于被述说者;而在最后一部分中,他教授那些我们从日常惯用中亦熟知的有用之事,即关于先于、关于同时、关于拥有、关于运动。他之所以不愿在一个部分中说明所有有用之事,是为了不使前奏礼仪大过竞赛本身。因此我们为了不使序论大过论述本身,序论至此已足,接下来便走向竞赛本身以及对文句的阐释。在这些之中,《范畴篇》的导论亦告终。在神助之下,正文开始。

语法注4 条
  1. 1.0ἀπέλειπον ἂν τὰ ὄργανα τὰ διακριτικά

    此句虽未直接带有条件连词 εἰ,但接续了前文反事实条件句的连环结论部分(归结句);未完成过去时 ἀπέλειπον 搭配虚词 ἄν,表达反事实推论(“判别的工具便会缺失”)。

  2. 1.0ἐξὸν τὴν τάξιν ἐπιγραφὴν ποιῆσαι

    由非人称动词 ἔξεστι 的中性分词构成的对格绝对独立结构(accusative absolute),在此充当让步/条件从句(“即便可以将次序用作题目”)。

  3. 1.0ἀκέφαλος ἦν πᾶσα ἡ λογικὴ πραγματεία

    直陈式过去时构成的反事实归结句,省略了通常搭配的虚词 ἄν。在表达必然性、不可避免的紧迫结果时省略 ἄν,是古典与后世希腊语的常见用法(“整个逻辑学论考便成了无头之物”)。

  4. 1.0ὅς ῥ’ ἐτάλασσε

    带有史诗风虚词 ῥα(ἄρα 的弱化形式)的关系从句。ὅς 的先行词是帕奈提奥(Panaitios),动词 ἐτάλασσε 带不定词结构 καί ... τελέσαι,表示“竟敢作……”(“他竟敢把灵魂断定为会死的,亦敢断定我是伪作”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:132.9-135.1