- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:130.7-132.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄里亚斯阐述了扬布里柯如何借助中介关系调和关于《范畴篇》旨归究竟关乎语词、实物还是思想概念的争论,并在区分命题与词类的过程中将旨归的定义逐步确立为关乎最高属的第一设立,随后进入第二主题“效用”。
οἱ δὲ λέγοντες ὅτι περὶ νοημάτων φασὶ πρὸς τοὺς πρώτους ὅτι νικᾶσθε ἡμῖν ἀμφότεροι,1 καὶ οἱ λέγοντες περὶ πραγμάτων μόνων εἶναι τὸν σκοπὸν καὶ οἱ λέγοντες περὶ φωνῶν, ἵνα τὰ μέσα τούτων ἀναφανῇ τὰ νοήματα, ὡς καὶ ἐξαγγέλλοντα καὶ ἐξαγγελλόμενα· ἐξαγγέλλουσι γὰρ μόναι αἱ φωναί, ἐξαγγέλλονται δὲ μόνα τὰ πράγματα, τὰ δὲ νοήματα καὶ ἐξαγγέλλουσι καὶ ἐξαγγέλλονται. Τούτων οὕτω μαχομένων ὀψέ ποτε ἐπιγενόμενος ὁ Ἰάμβλιχος ἔλυσε τοὺς ἄνδρας τῆς τε πρὸς ἀλλήλους στάσεως καὶ τῆς πρὸς τὸν Ἀριστοτέλην, λέγων οὕτως· μάχεσθε, ὦ ἄνδρες, μὴ μαχόμενοι καὶ ἀληθεύετε μὴ ἀληθεύοντες καὶ ψεύδεσθε μὴ ψευδόμενοι· ὅμοιον γὰρ πάσχετε, ὥσπερ ἄν εἴ τινες ἄνδρες ἐθέλοιεν ὁρίσασθαι τὸν ἄνθρωπον καὶ ὁ μὲν εἴποι αὐτὸν ζῷον μόνον ὁ δὲ λογικὸν ὁ δὲ θνητὸν ὁ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικόν, μηδεὶς δὲ τὸ ὅλον ἑνῶσαι δυνηθῇ ὅτι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. οὕτως οὖν καὶ ὑμεῖς ὁ μὲν περὶ φωνῶν λέγει μόνον ὁ δὲ περὶ πραγμάτων ὁ δὲ περὶ νοημάτων, ἐνὸν πάντα μῖξαι2 καὶ εἰπεῖν ὅτι καὶ περὶ φωνῶν καὶ περὶ νοημάτων καὶ περὶ πραγμάτων· ἐρωτάσθωσαν γὰρ οἱ λέγοντες περὶ φωνῶν μόνον ὅτι ‘ποίων φωνῶν; ἆρα τῶν ἀσήμων; οὐ δήπου (γραμματικῶν γὰρ αὗται), ἀλλὰ τῶν σημαινουσῶν πράγματα· οὐκ ἄρα περὶ φωνῶν μόνον ἀλλὰ περὶ τῶν σημαινουσῶν πράγματα’. οἱ δὲ περὶ πραγμάτων μόνον λέγοντες ἐρωτάσθωσαν καὶ αὐτοί· ‘πῶς διδάσκει ὁ φιλόσοφος τὰ πράγματα; δακτύλῳ χρώμενος; οὐ δήπου· μερικὸν γὰρ δήπου τοῦτο καὶ ἀφιλόσοφον· φιλοκαθόλου γὰρ οἱ φιλόσοφοι, τὰ δὲ καθόλου οὐκ ἐνδέχεται χωρὶς λόγου διδάξαι οὐδὲ τῷ δακτύλῳ· * * ἄρα † χρήματα πράγματα διδάσκει ἐξ ἀνάγκης’. οἱ δὲ περὶ νοημάτων λέγοντες εἶναι τὸν σκοπὸν ἐρωτάσθωσαν· ‘περὶ ποίων νοημάτων; τῶν διακένων καὶ μὴ ἐποχουμένων τοῖς πράγμασιν, ἢ τῶν ἐποχουμένων τοῖς πράγμασιν; οὐ δήπου περὶ τῶν μὴ ἐποχουμένων, ἐπεὶ οὐκέτι ἡ φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ἀλλὰ τῶν μὴ ὄντων, ἀλλὰ περὶ τῶν ἐποχουμένων· οὐκ ἄρα περὶ νοημάτων μόνον ἀλλὰ καὶ περὶ πραγμάτων’. εἰ δὲ περὶ πραγμάτων, ἐξ ἀνάγκης καὶ περὶ φωνῶν διαλέγεται· εἰ ἄρα περὶ νοημάτων καὶ πραγμάτων, ἐξ ἀνάγκης καὶ περὶ φωνῶν διαλέγεται· οὐκέτι οὖν περὶ φωνῶν μόνον ἢ περὶ πραγμάτων ἢ περὶ νοημάτων, ἀλλὰ περὶ φωνῶν καὶ περὶ πραγμάτων διὰ μέσων νοημάτων· ἑκάστῃ γὰρ μονάδι ἡ λοιπὴ δυὰς ἕπεται. ἀλλ’ ὅσον ἐκ τούτων τρεῖς δόξουσιν εἶναι οἱ σκοποί, ὅπερ οὐδ’ αὐτῷ Ἰαμβλίχῳ δοκεῖ· ἐν γὰρ τοῖς σκοποῖς τῶν Πλάτωνος διαλόγων παντὸς βιβλίου ἕνα βούλεται εἶναι τὸν σκοπόν. οὕτως οὖν εἴπωμεν· ὁ σκοπὸς τοῦ βιβλίου τῶν Κατηγοριῶν περὶ φωνῶν ἐστι σημαινουσῶν πράγματα διὰ μέσου νοημάτων. Ἀλλ’ ἐπειδὴ τὸ ‘Σωκράτης περιπατεῖ’ καὶ ἁπλῶς πᾶσα πρότασις φωνή ἐστι σημαντικὴ πράγματος διὰ μέσου νοήματος, περὶ δὲ τῶν προτάσεων ἐν τῷ Περὶ ἑρμηνείας διαλαμβάνει, εἴπωμεν ἄλλως τὸν σκοπόν· ὁ σκοπὸς τῶν Κατηγοριῶν περὶ ἁπλῶν φωνῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσου ἁπλῶν νοημάτων. ἀλλ’ ἐπειδὴ καὶ τὸ ὄνομα καθ’ αὑτὸ καὶ τὸ ῥῆμα φωναί εἰσιν ἁπλαῖ ἁπλᾶ σημαίνουσαι πράγματα διὰ μέσου ἁπλῶν νοημάτων, περὶ δὲ ὀνόματος καὶ ῥήματος ἐνταῦθα οὐ ζητεῖ ἀλλ’ ἐν τῷ Περὶ ἑρμηνείας, εἴπωμεν ἄλλως τὸν σκοπόν· ὁ σκοπὸς τοῦ βιβλίου τῶν Κατηγοριῶν περὶ τῆς πρώτης θέσεως τῶν ἁπλῶν φωνῶν τῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσου ἁπλῶν νοημάτων· πάλαι γὰρ συνελθόντες οἱ ὀνοματοθέται ὠνόμασαν τὸ μὲν ἄνθρωπον τὸ δὲ τυχὸν ἵππον τὸ δὲ τρέχει τὸ δὲ νικᾷ, μὴ προσδιορισάμενοι ποῖα σημαίνει χρόνον καὶ ποῖα οὔ. καλοῦνται ταῦτα τῆς πρώτης θέσεως τῷ ἁπλῶς οὕτως ὀνομάσαι τὰ πράγματα.3 ὕστερον δὲ ἐπιγενόμενοι ἕτεροι ὅσα μὲν εὗρον προσσημαίνοντα χρόνον, ῥῆμα ἐκάλεσαν, ὅσα δὲ οὐ προσσημαίνοντα χρόνον, ὄνομα. αἱ Κατηγορίαι οὖν τὰ περὶ τῆς πρώτης θέσεως ζητοῦσιν, ὡς εἴρηται, καὶ οὐ περὶ τῶν τῆς δευτέρας θέσεως, τοῦτ’ ἔστιν ὀνομάτων καὶ ῥημάτων. ἀλλ’ ἐπειδὴ καὶ τὰ ὀνόματα τῆς πρώτης θέσεως ἄπειρά εἰσι τὰ κατὰ μέρος, αἱ δὲ κατηγορίαι ὡρισμέναι εἰσί (δέκα γὰρ τὸν ἀριθμόν), εἴπωμεν οὕτως· ὅτι ὁ σκοπὸς τοῦ βιβλίου τῶν Κατηγοριῶν διαλαμβάνει περὶ τῆς πρώτης θέσεως τῶν ἁπλῶν φωνῶν τῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσου ἁπλῶν νοημάτων, καὶ τούτων οὐκ εἰδικωτάτων οὐκ ἀτόμων οὐ μερικῶν οὐχ ὑπαλλήλων, ἀλλὰ γενικωτάτων. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. Δεύτερον οὖν κεφάλαιον τὸ χρήσιμον. οὐ χρήσιμος ἡ παροῦσα πραγματεία, τολμῶ λέγειν, πρὸς φιλοσοφίαν, ἀλλὰ χρήσιμος ὡς αὐτὴ ἡ φιλοσοφία· καὶ ἡ φιλοσοφία γὰρ γνῶσίς ἐστι πάντων τῶν ὄντων καὶ τὸ παρὸν βιβλίον πάντα τὰ ὄντα περιέχει· ὑπὸ γὰρ τὰς δέκα κατηγορίας πάντα τὰ ὄντα ἀνάγεται.
另一方面,那些主张关乎思想概念的人则对前两派人说,你们双方都被我们击败了——无论是那些主张旨归仅关乎实物的人,还是那些主张关乎语词的人——为的是使思想概念作为这二者的中介显现出来,因其既能宣告,又能被宣告;因为唯有语词能宣告,唯有实物能被宣告,而思想概念则既能宣告又能被宣告。当这些人如此争辩时,后来的扬布里柯终于在某时化解了人们彼此间的冲突以及针对亚里士多德的冲突,如此说道:“先生们,你们在不相争斗中相争斗,在不言实情中言说实情,在不言虚假中言说虚假。因为你们所遭遇的,恰如某些人想要给‘人’下定义,一人只说他是动物,一人说是有理性的,一人说是会死的,一人说是能接受理智与知识的,而无人能够将整体联合为‘有理性、会死且能接受理智与知识的动物’。因此你们亦是如此:一人仅谈论语词,一人谈论实物,一人谈论思想概念,尽管本可以将一切结合起来并说既关乎语词、又关乎思想概念、亦关乎实物。因为且让那些仅主张关乎语词的人被问及:‘关乎怎样的语词?难道是无意义的语词吗?绝非如此(因为这些属于文法家),而是标示实物的语词;因此并非仅关乎语词,而是关乎标示实物的语词。’且让那些仅主张关乎实物的人本身亦被问及:‘哲学家如何教授实物?用手指吗?绝非如此;因为这显然是局部的且非哲学的;因为哲学家是普遍者的爱好者,而离开言辞既不可能教授普遍者,亦不可能用手指来教授;[……]因此必然[借助言辞]教授实物。’且让那些主张旨归关乎思想概念的人被问及:‘关乎怎样的思想概念?是完全空洞、不依托于实物的,还是依托于实物的?绝非关乎不依托于实物的,因为若如此,哲学便不再是关于存在者的知识,而是关于非存在者的知识了;而是关乎依托于实物的;因此并非仅关乎思想概念,亦关乎实物。’而若是关乎实物,他必然亦在论述语词;因此若是关乎思想概念与实物,他必然亦在论述语词;所以不再是仅关乎语词、或仅关乎实物、或仅关乎思想概念,而是经由思想概念这一中介而关乎语词与实物;因为对于每一个单一者,其余的二者皆必然随附。”然而仅凭这些,旨归似乎会成为三个,而这一点甚至在扬布里柯本人看来亦是不妥的;因为在柏拉图对话录的诸旨归中,他主张每一部书的旨归当为一个。因此,让我们如此说明:《范畴篇》这部书的旨归乃是关乎经由思想概念的中介而标示实物的语词。 然而,既然“苏格拉底行走”以及简言之每一个命题,都是经由思想概念的中介而标示实物的语词,而关于命题他在《解释篇》中作了探讨,那么就让我们以另一种方式陈述其旨归:《范畴篇》的旨归乃是关乎经由单纯思想概念的中介而标示单纯实物的单纯语词。然而,既然名词本身与动词亦是经由单纯思想概念的中介而标示单纯实物的单纯语词,而关于名词与动词在这里并不作探究,而是在《解释篇》中探究,那么就让我们以另一种方式陈述其旨归:《范畴篇》这部书的旨归乃是关乎经由单纯思想概念的中介而标示单纯实物的单纯语词的第一设立。因为在古代,命名者们聚在一起,将某一事物命名为人,将另一事物或许命名为马,将另一事物命名为奔跑,将另一事物命名为获胜,并未附带规定哪些标示时间而哪些不标示。这些事物因只是端地如此命名实物,被称为属于第一设立。而后来出现的其他人,凡发现附带标示时间的,便称之为动词,凡不附带标示时间的,便称之为名词。因此正如所说,《范畴篇》探究的是关乎第一设立的事物,而非关乎第二设立的事物,即名词与动词。然而,既然第一设立的各个局部名称是无限的,而范畴则是被限定的(数目上为十个),那么就让我们如此说明:《范畴篇》这部书的旨归乃是论述经由单纯思想概念的中介而标示单纯实物的单纯语词的第一设立,且在这些之中,并非最种性的、并非个体的、并非局部的、并非从属的,而是最属性的。在神助之下,本讲的内容便止于此。 因此,第二项是效用。敢说本探讨对于哲学并非是有用的,而是作为哲学本身是有用的;因为哲学亦是关于所有存在者的知识,而本书亦包罗了所有存在者;因为所有存在者皆被归摄于十个范畴之下。
- 1.0νικᾶσθε ἡμῖν ἀμφότεροι
与格 ἡμῖν 在被动语态动词 νικᾶσθε 下充当施事与格(“被我们所击败”)或判断主体与格(“在我们看来”)。主张思想概念说的一方借此宣告自己对前两派(语词说与实物说)的胜利。
- 1.0ἐνὸν πάντα μῖξαι
这是由无人称动词 ἔνεστι(可能)的中性单数分词 ἐνόν 构成的绝对对格结构,充当表让步或转折的状语(“尽管原本可以将一切结合起来”),修饰主句。
- 1.0τῷ ἁπλῶς οὕτως ὀνομάσαι τὰ πράγματα
带冠词不定词与格 τῷ ὀνομάσαι 用作原因与格(“由于只是如此命名实物”),说明了它们为何被称为属于“第一设立”(τῆς πρώτης θέσεως)。
