← 埃利亚斯

亚里士多德《范畴篇》注释

§128.9-130.7

伪作的诸种原因与关于主旨的争论

埃利亚斯讨论了书籍伪作的其余原因(同名、选集与虚荣)以及次序、划分和教学方式等先备项目,随后进入《范畴篇》的具体考察,概述关于其旨归(语词、思想概念或实物)的争论,并详述语词说与实物说之间的相互论辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#12

ἢ δι’ ὁμωνυμίαν συγγραφέων ἢ συγγραμμάτων ἢ ὑπομνημάτων· καὶ συγγραφέων μέν, ὅτι οὐ μόνος Ἀριστοτέλης ὁ Σταγειρίτης οὕτως ἐκαλεῖτο ἀλλὰ καὶ ἄλλοι Ἀριστοτέλεις ἐγένοντο ἐπὶ αὐτοῦ, ὡς ὁ παιδοτρίβης καὶ ἐπίκλην Μῦθος, καὶ μετὰ ταῦτα, ὡς ὁ διδάσκαλος Ἀλέξανδρος· ἔδει γὰρ αὐτὸν οἷον δεύτερον ὄντα Ἀριστοτέλην.1 πάντων οὖν τούτων συγγραψαμένων * * νομίζονται τοῦ Σταγειρίτου εἶναι. * * * ἀλλὰ καὶ δι’ ὁμωνυμίαν ὑπομνημάτων γίνεται ἀπάτη, τοῦ Ἀλεξάνδρου μὴ μόνον τὰ Ἀριστοτέλους ὑπομνηματίσαντος βιβλία τοῦ Σταγειρίτου ἀλλὰ καὶ τῶν ἄλλων, καὶ νομίζονται πάντα τὰ τοιαῦτα ὑπομνήματα εἰς τὰ τοῦ Σταγειρίτου γεγράφθαι διὰ τὸ ἐπίσημον τοῦ ἀνδρός. [ἢ διὰ τὸ ἐκλογὰς εἶναι ἐνομίσθησαν τοῦ αὐτοῦ εἶναι τοῦ ποιήσαντος τὰς ἐκλογὰς καὶ οὐχὶ τῶν πρωτοτύπων συγγραφέων. ἢ δι’ ὀφρὺν κτήσεως ξενοπρεπῶν βιβλίων τινὲς ἄσημοι ὄντες συγγραφεῖς διὰ τὸ δόξαι ξενοπρεπεῖς εἶναι καὶ τοιαῦτα ἔχειν βιβλία ἐπέγραφον ὀνόματα συγγραφέως ἐνδόξου.] οὕτω μὲν τὸ γνήσιον. τὴν δὲ τάξιν ζητητέον οὐ πρὸς τὰ ἀνομοιοειδῆ, ἥτις εἴρηται ἡμῖν, ὅτε ἐλέγομεν ὅτι δεῖ τὴν λογικὴν προηγεῖσθαι καὶ μετὰ ταύτην τὴν ἠθικὴν καὶ οὕτως ἐφεξῆς, ὡς εἴρηται, ἀλλὰ πρὸς τὰ ὁμοιοειδῆ τάξιν ζητητέον, λογικοῦ ὄντος τοῦ βιβλίου, ποίαν τάξιν ἔχει πρὸς τὰ λογικά, ἢ πρὸς τὰ φυσικὰ τὸ φυσικόν. τὴν δὲ εἰς τὰ μόρια διαίρεσιν ζητητέον ὡς ἀνατομῆς τάξιν ἔχουσαν· ὥσπερ γὰρ ἡ ἀνατομὴ τῶν ἐν βάθει μορίων ἀνάπτυξιν ποιουμένη τὴν ἑκάστου χρείαν παρίστησιν, οὕτω καὶ ἡ εἰς τὰ μόρια διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων ἀρίστη. τὸ δὲ τίς ὁ τρόπος τῆς διδασκαλίας οὐ ζητοῦμεν, ὡς καὶ αὐτοῦ ἀνωτέρω εἰρημένου, ὅτε ἐζητοῦμεν τί τὸ εἶδος τῆς φράσεως τοῦ Ἀριστοτέλους. ταῦτα ἔχει καὶ ἡ παροῦσα πρᾶξις. Ἐπειδὴ κατὰ τὸν Παιανιέα πᾶς λόγος, ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι νομίζεται καὶ κενόν, φέρε ἔργῳ προλάβωμεν τοῦ βιβλίου τῶν Κατηγοριῶν τὰ εἰωθότα ζητεῖσθαι ἐπὶ ἑκάστου Ἀριστοτελικοῦ βιβλίου, τὸν σκοπόν, τὸ χρήσιμον καὶ τὰ ἑξῆς. οὐχ εἷς τοίνυν ἔδοξεν εἶναι ὁ σκοπὸς τῶν Κατηγοριῶν, ἀλλὰ πλείους· ὅσα γὰρ τὰ ὄντα, τοσοῦτοι φέρονται καὶ σκοποί. τριττὰ δὲ τὰ ὄντα, φωναί, νοήματα καὶ πράγματα. οἱ μὲν οὖν περὶ φωνῶν εἰρήκασι τὸν σκοπόν, ὡς Ἀλέξανδρος καὶ Εὐστάθιος, οἱ δὲ περὶ νοημάτων, ὡς Πορφύριος, οἱ δὲ περὶ πραγμάτων, ὡς Ἑρμῖνος· πάντες μὲν γὰρ συνεφώνησαν περὶ τῶν δέκα κατηγοριῶν εἶναι τὸν σκοπόν, ἀλλ’ οἱ μὲν ὡς ἐκφωνουμένων μόνον, οἱ δὲ ὡς ὑφεστωσῶν, οἱ δὲ ὡς νοουμένων. καὶ οὐκ ἔστιν εἰπεῖν ὅτι ὀνόματι μὲν τρεῖς οἱ σκοποί, ἔργῳ δὲ εἷς· οὐδὲ γὰρ ἀκολουθεῖ ταῦτα ἀλλήλοις· οὐ γὰρ ὅπου φωναί, καὶ νοήματα πάντως, διὰ τὰς ἀσήμους φωνάς, οὐδὲ ὅπου νοήματα, ἐκεῖ καὶ πράγματα, διὰ τὸν τραγέλαφον καὶ ἱπποκένταυρον νοήματα ὄντα ἀνύπαρκτα. ἀλλὰ καὶ κατὰ τὰς αἰτίας διαφέρουσι· νοῦ μὲν γὰρ τὰ νοήματα, θεοῦ δὲ τὸ παράγειν τὰ πράγματα, ψυχῆς δὲ τὰς φωνάς. οὐχ εἷς ἄρα κατ’ αὐτοὺς ὁ σκοπὸς ἀλλὰ πλείους, καὶ πάντοτε τούτοις ἕλκουσι καὶ ἀνθέλκουσι τὸν Ἀριστοτέλην πρὸς κατασκευὴν τῆς ἰδίας δόξης· οἱ μὲν γὰρ λέγοντες ὅτι περὶ φωνῶν μόνον, ἐκ τῆς ἐπιγραφῆς κατασκευάζουσιν, ὅτι Κατηγορίαι ἐπιγέγραπται τὸ βιβλίον, κατηγορία δέ ἐστι τὸ κατά τινος ἀγορεύεσθαι ἤγουν λέγεσθαι, τὸ δὲ λέγεσθαι φωνή ἐστι· περὶ φωνῶν ἄρα ὁ σκοπὸς τῶν Κατηγοριῶν. καὶ ὅτι κατακέχρηται τῷ λέγεται ‘ὁμώνυμα λέγεται’ ‘συνώνυμα δὲ λέγεται’ 〈λέγων〉, τὸ δὲ λέγεται φωνή· περὶ φωνῶν ἄρα ὁ σκοπὸς τῶν Κατηγοριῶν. καὶ πάλιν ἐκ τοῦ διελεῖν αὐτὸν τὰ λεγόμενα εἰς δύο· φησὶ γὰρ ὅτι ‘τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται τὰ δὲ ἄνευ συμπλοκῆς’, καὶ τὰ μὲν ἄνευ συμπλοκῆς εἰς δέκα διεῖλε κατηγορίας· αἱ οὖν κατηγορίαι περὶ φωνῶν εἰσιν ὡς ἐκ τῶν λεγομένων ἔχουσαι τὸ εἶναι· τὸ γὰρ λέγεται φωνῆς πρόσρημα. οἱ δὲ λέγοντες ὅτι περὶ πραγμάτων ὁ σκοπὸς τῶν Κατηγοριῶν κατασκευάζουσιν οὕτως· ὅτι τοῖς ἑαυτῶν ἑάλωτε πτεροῖς κατὰ τὴν παροιμίαν·2 ἃ γὰρ λέγετε κατασκευάζοντες ὅτι περὶ φωνῶν, τὰ αὐτά φαμεν πρὸς κατασκευὴν ὅτι περὶ πραγμάτων· φατὲ ὅτι Κατηγορίαι ἐπιγέγραπται, τὸ δὲ κατηγορεῖσθαι καὶ λέγεσθαι κατά τινος φωνῆς ἴδιον σημαντικῆς πράγματος· περὶ πραγμάτων ἄρα ὁ σκοπός. εἰ δὲ λέγετε ὅτι κατακέχρηται τῷ λέγεται, καὶ τῷ τί ἐστιν ‘οὐσία ἐστί’ λέγων καὶ ‘δεύτεραι οὐσίαι εἰσί’ λέγων· περὶ πραγμάτων ἄρα ὁ σκοπός. εἰ δὲ πάλιν λέγετε ὅτι διαιρεῖ τὰ λεγόμενα εἰς τὰ συμπεπλεγμένα καὶ εἰς τὰ ἄνευ συμπλοκῆς καὶ ἐξ αὐτῶν κατάγει τὰς κατηγορίας, τοῦτο ἡμῖν συνάδει· τὰ λεγόμενα γὰρ διεῖλεν, οὐ τὰ λέγοντα· τὰ δὲ λεγόμενα πράγματά εἰσι·3 περὶ πραγμάτων ἄρα ὁ σκοπὸς τῶν Κατηγοριῶν.

或是由于著者、著作或注解书的同名。关于著者的同名,乃是因为不仅斯塔吉拉人亚里士多德被如此称呼,而且在他活着时亦有其他的亚里士多德,如那位绰号为“神话”的体操教师,在此之后亦有如教师亚历山大[·阿佛洛狄西亚];因为他本应犹如第二位亚里士多德。因此,当所有这些人都撰写了著作时[……]被认为是属于斯塔吉拉人的。[……]不仅如此,由于注解书的同名亦产生欺瞒,因为亚历山大不仅注解了斯塔吉拉人亚里士多德的书籍,亦注解了其他人的书籍,并且由于该人的显赫,所有这类的注解书皆被认为是为了斯塔吉拉人的著作而作。[或是由于属于选集,被认为是属于制作选集的那个人本身的,而非属于原初的著者。或是出于占有稀奇书籍的骄矜,一些无名的著作者为了看似卓越非凡并拥有此类书籍,便题上了著名著者的名字。]真伪方面便是如此。而次序则不应针对非同类的著作来探求——这在我们讲论应当是逻辑学在先、其后是伦理学、并如所说的那样以此类推时,已被我们说明过了——而是应当针对同类的著作来探求次序:若该书属于逻辑学,它相对于逻辑学诸书具有怎样的次序;或者若属于自然学,它相对于自然学诸书具有怎样的次序。至于向诸部分的划分,则应当作为具有解剖之次序而被探求;因为正如解剖对深层的各部分进行剖析并展现出每一部分的功用,亚里士多德著作向诸部分的划分亦是极佳的。至于教学的方式是怎样的,我们则不作探求,因为在探求亚里士多德文风的形态是怎样的时候,这本身亦已在上方被讲述过了。本讲所包含的亦即这些内容。 依照派阿尼亚人[德摩斯梯尼]的说法,任何言辞若缺少行动,便被视作徒劳与空洞之物;来吧,就让我们在行动中,针对《范畴篇》这部书预先把握在每一部亚里士多德书籍中依惯例当探求的那些项目:旨归、效用以及其余各项。《范畴篇》的旨归看来并非只有一个,而是有多个;因为存在的事物有多少,所提出的旨归亦有同样之多。而存在的事物有三重:语词、思想概念与实物。因此,有人主张旨归关乎语词,如亚历山大与欧斯塔提乌斯;有人主张关乎思想概念,如波菲利;有人主张关乎实物,如赫尔米努斯。因为所有人都同意旨归是关于十个范畴的,但有人将其视为仅作为被发音之物,有人视为实在存有之物,有人则视为被构想之物。并且不能说旨归名义上有三个、实际上只有一个;因为这些事物并不必然彼此随附。并非有语词之处便全然有思想概念,这是由于有无意义的语音;亦非有思想概念之处便有实物,这是由于羊鹿与马人是不可实存的思想概念。而且它们在原因上亦有差别;因为思想概念属于理智,产生实物属于神,而语词属于灵魂。因此依他们之见,旨归并非一个而是有多个,他们总是借这些论点将亚里士多德拉向这一方或另一方,以确立自己的意见。那些声称仅关乎语词的人从书名来确立:因为这部书被题名为《范畴篇》,而范畴是关于某物被言说即被述说,被述说是语词;因此《范畴篇》的旨归关乎语词。又因为他惯常使用“被称为”,说“同名之物被称为……”、“同义之物被称为……”,而“被称为”是语词;因此《范畴篇》的旨归关乎语词。再次,根据他将所言之物划分为二:因为他说“在所言之物中,有些是结合地被说,有些是非结合地被说”,并将非结合之物划分为十个范畴;因此范畴乃是关乎语词的,因为它们从所言之物中获得其所是;因为“被说”是语词的称谓。而那些主张《范畴篇》的旨归关乎实物的人,则如此确立:依照谚语所言,“你们已被自己的羽毛所捕获”;因为凡你们用以确立是关乎语词所说的话,我们皆用于确立是关乎实物。你们说它被题名为《范畴篇》,但被述定以及关于某物被述说,乃是标示实物的语词所特有的;因此旨归关乎实物。若你们说他惯常使用“被称为”,但他亦使用了“是什么”,说“是实体”并说“是第二实体”;因此旨归关乎实物。若你们再次说他将所言之物划分为结合之物与非结合之物并从中导出诸范畴,这正与我们相合;因为他划分的是所言之物,而非能言之物;而所言之物乃是实物;因此《范畴篇》的旨归乃是关乎实物的。

语法注3 条
  1. 1.0ἔδει γὰρ αὐτὸν οἷον δεύτερον ὄντα Ἀριστοτέλην

    此句紧接非人称动词 ἔδει;此处可能脱落了一个支配的不定词,亦或是直接带有宾格分词短语 οἷον δεύτερον ὄντα Ἀριστοτέλην 的破格句结构,意指就其地位而言,他理应犹如第二位亚里士多德。

  2. 1.0τοῖς ἑαυτῶν ἑάλωτε πτεροῖς κατὰ τὴν παροιμίαν

    ἑάλωτε 是动词 ἁλίσκομαι(被捕获)的第二人称复数不定过去式。引用谚语“被你们自己的羽毛所捕获”(喻指鹰被带有自身羽毛的箭所射中),形象地展现了反驳者利用对方自身的前提来击破对方立场的论辩结构。

  3. 1.0τὰ λεγόμενα γὰρ διεῖλεν, οὐ τὰ λέγοντα· τὰ δὲ λεγόμενα πράγματά εἰσι

    中被动态现在分词 τὰ λεγόμενα(被说之物,即所指称的实物)与主动态现在分词 τὰ λέγοντα(言说之物,即用于发音言说的语词)之间的句法对比。这一区分构成了实在论立场的核心论据,即亚里士多德所划分的是被谈论的指涉对象(实物)而非能指的表达式(语词)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:128.9-130.7