- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:126.3-128.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯完成了关于亚里士多德操练晦涩之缘由的第九项论题(将其与毕达哥拉斯派的解梦及神谕的暧昧作比),并转入第十项论题,即研读亚里士多德著作前须预先把握的六个项目,分别探讨了旨归、效用、题名以及产生伪作的缘由。
οἱ δὲ Πυθαγόρειοι καὶ τοὺς ἐπιτηδείους καὶ τοὺς ἀνεπιτηδείους πρὸς τὴν αὑτῶν φιλοσοφίαν δι’ ὀνειράτων προεγίνωσκον· ἀνέκρινον γὰρ αὐτοὺς μετὰ τὸ πολλὰ εὔξασθαι ποῖα εἶδον ὀνείρατα, καὶ ὅσους μὲν ἐνόμισαν ἐπιτηδείους εἶναι, εἰσεδέχοντο ἐν τῇ σχολῇ ἤγουν ἐν τῷ ὁμακοίῳ, τοὺς δὲ ἀνεπιτηδείους ἀπεβάλλοντο μετὰ πάσης τῆς περιουσίας, καὶ τοῦ λοιποῦ1 κενοτάφιον ποιήσαντες ὡς περὶ ἀποιχομένων ἤγουν τεθνεώτων διελέγοντο. ὅθεν καί τις τοῦτο παθὼν ἐξ αὐτῶν Χειλέων ὁ Λακεδαιμόνιος πῦρ ὑφῆψε τῇ σχολῇ καὶ πολλοὺς ἔφθειρεν. ὁ δὲ Πλάτων διὰ τῆς μέθης ἔκρινε τὴν γνησιότητα τῶν ἐπιτηδείων καὶ μή, ἄμεινον ποιῶν τοῦ Πυθαγόρου, διότι τοῖς ὀνείρασιν ἔστι πολλὰ προσθεῖναι καὶ ἀφελεῖν, μεθυσθέντες δὲ πάντα ἀτρεκῶς ἐξαγγέλλομεν, ἃ πρώην πολλοῖς ἐκρύπτομεν περιβολαίοις. οὕτω μὲν καὶ δοκιμασίας χάριν ἢ γυμνασίας· οὕτω γοῦν ὁ Πλάτων τὴν χαλεπότητα τῶν δογμάτων ἐπετήδευσε γυμνασίας χάριν. οὕτω καὶ ὁ Ἀπόλλων τὸ λοξὸν τῶν μαντευμάτων ἐπετήδευσε· πείρας γὰρ χάριν τῷ Κροίσῳ δέδωκεν ἀσαφῆ χρησμὸν Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει· ἄδηλον γὰρ ἢ τὴν ἰδίαν ἢ τὴν τῶν ὑπεναντίων· διὸ ἀπατηθεὶς ἐπεστράτευσε καὶ κατόπιν ἔπραξε. καὶ τοῖς Ἀθηναίοις χρησμὸς ἐδόθη τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς· ἐδήλου γὰρ ὡς διὰ τριήρων δεῖ αὐτοὺς ναυμαχῆσαι· τοῦτο ἐδήλου τὸ ξύλινον τεῖχος. τοῦτο δὲ ὑπέλαβε Θεμιστοκλῆς ὡς δεινότατος ξυνιέναι. καὶ τοῖς Σαλαμινίοις ἐδόθη χρησμὸς λέγων ὦ θεία Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν· ἄδηλον δὲ ποίων γυναικῶν, τῶν ἰδίων ἢ τῶν ὑπεναντίων. καὶ συνελόντι φάναι,2 ὃ τοῖς ποιηταῖς οἱ μῦθοι καὶ τοῖς ἱερεῦσι τὰ παραπετάσματα, τοῦτο τῷ Ἀριστοτέλει ἡ κατὰ λέξιν ἀσάφεια, κρύψεως χάριν. πάλιν ὃ τοῖς ἀετοῖς ὁ ἥλιος καὶ τοῖς Κελτοῖς ὁ Ῥῆνος, τοῖς Πυθαγορείοις τὰ ὀνείρατα, τῷ Πλάτωνι ἡ χαλεπότης τῶν δογμάτων, ἡ μέθη, τοῦτο τῷ Ἀριστοτέλει ἡ κατὰ λέξιν ἀσάφεια, δοκιμασίας χάριν * * * Δέκατον ἦν κεφάλαιον τῶν προτεθέντων τὸ ζητῆσαι πόσα καὶ τίνα κεφάλαια δεῖ προλαμβάνειν ἐπὶ παντὸς Ἀριστοτελικοῦ συγγράμματος. ἓξ τοίνυν κεφάλαια δεῖ προλαμβάνειν, τὸν σκοπὸν τὸ χρήσιμον καὶ τὰ ἑξῆς. ζητητέον δὲ τὸν σκοπὸν καὶ ὅτε κηρύττεται ὑπὸ τῆς ἐπιγραφῆς, ἐπειδὴ πάντα πρὸς τὸν σκοπὸν ἀφορᾷ, ὥς φησι καὶ ὁ Πλάτων ‘ὦ παῖ, μία ἐστὶν ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι, τὸ εἰδέναι περὶ ὅτου ἐστὶν ἡ σκέψις, ἢ τοῦ παντὸς ἁμαρτάνειν ἀνάγκη’. κηρύττεται δὲ ὁ σκοπὸς ὑπὸ τῆς ἐπιγραφῆς, ὡς ἐν τῷ Περὶ ψυχῆς κἀν τῷ Περὶ οὐρανοῦ κἀν τῷ Περὶ γενέσεως καὶ φθορᾶς. μάλιστα δὲ ζητητέον τὸν σκοπόν, ὅτε μὴ ὑπὸ τῆς ἐπιγραφῆς κηρύττεται, ὅτε πάνυ ἀσαφής ἐστιν ἡ ἐπιγραφὴ καὶ ἀπεξενωμένη, ὡς αἱ Κατηγορίαι καὶ τὸ Περὶ ἑρμηνείας. τὸ δὲ χρήσιμον ζητητέον διὰ τὸ συντονωτέρους γενέσθαι τοὺς ἀκροατὰς οἷον δέλεαρ ὁρῶντας προσγινόμενον τὸ ἐξ αὐτοῦ κέρδος πρὸς ἐρωτικὴν διάθεσιν. μάλιστα δὲ τὸ χρήσιμον ζητητέον διὰ τὰ δοκοῦντα μάτην γεγράφθαι βιβλία, ὡς οἱ Τόποι τὰ αὐτὰ ἀνασκευάζοντες καὶ κατασκευάζοντες, ἢ ἐπὶ κακῷ, ὡς οἱ Σοφιστικοὶ ἔλεγχοι τρόπους ἀπάτης διδάσκοντες. ὑπὲρ ὧν ἔστιν εἰπεῖν ὅτι καὶ οἱ Τόποι ἐπὶ καλῷ ἐγράφησαν· γυμνασίας γὰρ χάριν, ἵνα θλιβομένη ἡ ψυχὴ ἐκ τῶν ἐφ’ ἑκάτερα3 ἐπιχειρημάτων ἀπογεννήσῃ τὸ τῆς ἀληθείας φῶς, δίκην τῶν πυρεκβόλων λίθων τῶν παρατριβομένων ἀλλήλοις καὶ πῦρ ἀφιέντων ἢ φῶς. ἀλλ’ οὐδὲ οἱ Σοφιστικοὶ ἔλεγχοι ἐπὶ κακῷ, εἰ καὶ τρόπους ἀπάτης διδάσκουσιν· οὐ γὰρ ἵν’ ἀπατήσωμεν ἀλλ’ ἵνα μὴ ἀπατηθῶμεν. οὕτω γὰρ οἱ ἰατροὶ διδάσκουσι τὰ δηλητήρια οὐ διὰ χρῆσιν ἀλλὰ διὰ φυγήν. τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς ζητητέον, καὶ ὅτε κηρύττει τὸν σκοπόν, μάλιστα δὲ ζητητέον τὴν ἐπιγραφήν, ὅτε ἀσαφής ἐστιν, ὅτε ὀνοματοποιεῖ ὁ Ἀριστοτέλης, ὡς ἐν Κατηγορίαις καὶ ἐν τῷ Περὶ ἑρμηνείας· καὶ γὰρ ὅταν λέγῃ Κατηγορίας, οὐ τὰς ἐπ’ ἐγκλήμασι δίκας, ὡς ἔθος, φησίν, ἀλλὰ τὰ γενικώτατα ὡς ἔθος ἔχοντα ἀεὶ κατηγορεῖσθαι καὶ μηδέποτε ὑποκεῖσθαι, καὶ πάλιν περὶ τόπων, οὐ τὸ πέρας τοῦ περιέχοντος καθ’ ὃ περιέχεται τὸ περιεχόμενον, ὡς λέγομεν περιέχεσθαι τὸν οἶνον ὑπὸ τῆς τοῦ κεραμίου ἔνδοθεν ἐπιφανείας, ἀλλὰ κανόνα τὸν πολλῶν κανόνων περιεκτικόν. καὶ πάλιν τὸ Περὶ ἑρμηνείας λέγων οὐ τὴν κατὰ λέξιν ἑρμηνείαν λέγει, ἀλλὰ τὰς τῆς ψυχῆς ἐννοίας. Ἐφ’ οἷς ζητητέον καὶ τὸ γνήσιον διὰ τὰς γινομένας νοθείας· νοθεύονται γὰρ τὰ βιβλία πενταχῶς· ἢ γὰρ δι’ εὐγνωμοσύνην μαθητῶν τὰ οἰκεῖα συγγράμματα τοῖς οἰκείοις διδασκάλοις ἀνατιθέντων, ὡς τὰ Πυθαγόρου καὶ Σωκράτους ἐπιγραφόμενα βιβλία μὴ ὄντα Σωκράτους ἢ Πυθαγόρου ἀλλὰ Σωκρατικῶν καὶ Πυθαγορικῶν.4 ἢ διὰ φιλοτιμίαν βασιλικήν· Ἰοβάτους γὰρ τοῦ Λιβύων βασιλέως συναγαγόντος τὰ Πυθαγόρου καὶ Πτολεμαίου τὰ Ἀριστοτέλους, τινὲς καπηλείας χάριν τὰ τυχόντα συγγράμματα λαμβάνοντες ἐκέδρουν καὶ ἔσηπον διὰ παραθέσεως νέων πυρῶν, ἵνα σχοῖεν δῆθεν τὴν ἐκ τοῦ χρόνου ἀξιοπιστίαν.
毕达哥拉斯派的人亦通过梦境预先识别人对其哲学的适宜与不适宜;因为在让他们作了许多祈祷之后,便审问他们见到了怎样的梦境,凡他们认为适宜的人,便接纳入学院即同宿居所,而不适宜的人则连同其全部财产一并逐出,且在此后为其立一座衣冠冢,视同离世之人即死者来谈论。因此,在他们之中遭遇此事的斯巴达人喀隆放火焚烧了学院,烧死了许多人。而柏拉图则通过醉酒来判定适宜者与否的真伪,做得比毕达哥拉斯更妙;因为对于梦境尚可多有增删,但人在醉酒时却会如实吐露一切先前用重重遮蔽所隐匿的事物。如此,便是为了考验,或者是为了磨砺;因此柏拉图操练教说之难解,便是为了磨砺。阿波罗亦是如此操练神谕的暧昧;因为为了考验,他给了克洛伊索斯一条晦涩的神谕:“克洛伊索斯渡过哈里斯河,将毁灭一个大帝国”;因为尚不清楚是他自己的帝国还是敌对者的帝国;因此他受骗而出征,落得惨败。给雅典人亦曾降下神谕:“远眺的宙斯赐予特里托革尼亚一道木墙”;因为这表明他们必须借助三列桨座战船进行海战;木墙所指的便是这一点。而这被极擅领悟的忒弥斯托克利所洞悉。给萨拉米斯人亦曾降下神谕说:“神圣的萨拉米斯啊,你将毁灭妇人们的儿女”;然而尚不清楚是怎样的妇人,是他们自己的还是敌对者的。简而言之,神话之于诗人、帷幕之于祭司,亚里士多德在文辞上的晦涩亦是如此,乃是为了隐蔽。再次,太阳之于鹰、莱茵河之于凯尔特人、梦境之于毕达哥拉斯派、教说之难解与醉酒之于柏拉图,亚里士多德在文辞上的晦涩亦是如此,乃是为了考验…… 所提出的项目中第十个是探究对于亚里士多德的任何著作,应当预先把握多少个以及哪些项目。因此,应当预先把握六个项目:旨归、效用以及其余各项。即使旨归已被书名宣告,亦当探究旨归,因为一切皆瞩目于旨归,正如柏拉图亦言:“少年啊,善于谋划的开端只有一个,即知晓考察所关涉的是何物,否则必然全然失误。”旨归被书名所宣告,如在《论灵魂》、《论天》与《论生成与毁灭》中。但最应当探究旨归的,是在其未被书名宣告时,即书名全然晦涩且生僻时,如《范畴篇》与《论解释》。而效用应当探究,是为了让听讲者更加专注,将从中获得的益处视作导向爱慕状态的一种诱饵。效用最应当探究的,是针对那些看似徒劳而写的书籍,如既反驳又确立相同事物的《论题篇》,或看似为害而写的书籍,如教授欺瞒手法的《辩谬篇》。对此可以说,《论题篇》亦是为善而写;因为这是为了磨砺,以便心灵经由双方的论证受挤压时,能孕育出真理之光,宛如取火之石相互摩擦而迸射出火焰或光芒。但《辩谬篇》即便教授欺瞒手法,亦非为害而作;因为这不是为了让我们去欺瞒,而是为了让我们不受欺瞒。正如医者教授毒药,并非为了使用,而是为了防范。书名的缘由亦当探究,哪怕书名已宣告了旨归,但最应当探究书名之时,是在其晦涩之际,即亚里士多德新造词汇之时,如在《范畴篇》与《论解释》中;因为当他说“范畴”时,并非如常指基于控告的诉讼,而是指最属普遍的类,因为按其惯例总是被述定而决不作主词;又如论及“论题”时,并非指包容者包容被包容者所在的极限,如我们说酒被陶瓮内表面所包容,而是指包容许多规矩的规矩。又当他说《论解释》时,指的并非文辞上的解释,而是灵魂的思想观念。 除这些之外,因产生的伪作之故,亦当探究著作的真伪;因为书籍伪作有五种方式:或是出于弟子的虔敬,将自己的著作归于自己的师长,如冠以毕达哥拉斯与苏格拉底之名的书籍并非属于苏格拉底或毕达哥拉斯,而是属于苏格拉底派与毕达哥拉斯派学者;或是出于王者的虚荣:因为当利比亚国王尤巴搜集毕达哥拉斯的著作、托勒密搜集亚里士多德的著作时,有些人为了牟利,获取随意的著作,涂以雪松油,并通过堆放新麦使其陈腐,以便貌似具有源自岁月久远的可靠性。
- 1.0τοῦ λοιποῦ
时间属格(genitive of time),作副词性用法,意为“此后”、“从今以后”。
- 1.0καὶ συνελόντι φάναι
以关系与格/判断者与格(dative of reference)搭配不定式构成的独立惯用语,意为“简而言之”。
- 1.0ἐφ’ ἑκάτερα
前置词 ἐπί 搭配中性复数宾格,意为“在正反两方面”或“从对立双方”,指从赞成与反对两面展开的论证。
- 1.0μὴ ὄντα Σωκράτους ἢ Πυθαγόρου ἀλλὰ Σωκρατικῶν καὶ Πυθαγοરિકῶν
分词 ὄντα 之后的各个属格均为表所属或来源的表语属格(predicate genitive of possession/origin),表示书籍“并非属于苏格拉底或毕达哥拉斯,而是属于苏格拉底派与毕达哥拉斯派”。
