- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:123.30-126.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯继续探讨第八个关于亚里士多德文体的主题,区分了历史著作、公开对话体著作与讲义著作的不同文风,随后转向第九个主题,阐明亚里士多德在讲义著作中有意采取晦涩风格的原因(对不配知者的隐蔽以及对适宜受教者的选拔与考验)。
διὰ δὲ τοῦ ‘σῦκον δ’ ἐπὶ σύκῳ’ ᾐνίξατο τοὺς συκοφάντας πολλοὺς ὄντας Ἀθήνησι καὶ ἀεὶ δεχομένους αὐτοὺς καὶ μηδέποτε λήγοντας. Ἐν δὲ τοῖς μεταξύ, φημὶ δὲ ταῖς διτταῖς ἱστορίαις, ἀκριβὴς καὶ διηρθρωμένος, ὅπερ μάλιστα ἁρμόζει τῇ ἱστορίᾳ· οὐ γὰρ ἔστιν ὡς ἐπὶ τῶν ἄλλων ἔξωθεν ἐπιχειρῆσαι, οὕτω καὶ ἐπὶ τῆς ἱστορίας. ἐν δὲ τοῖς καθόλου ἐν μὲν τοῖς διαλογικοῖς, τοῖς καὶ ἐξωτερικοῖς, σαφὴς ὡς πρὸς τοὺς ἔξω φιλοσοφίας διαλεγόμενος, ὡς δὲ ἐν διαλεκτικοῖς ποικίλος ταῖς μιμήσεσιν, Ἀφροδίτης [ὄνομα] γέμων καὶ χαρίτων ἀνάμεστος. ἐν δὲ τοῖς καθόλου τοῖς αὐτοπροσώποις, τοῖς καὶ ἀκροαματικοῖς, κατὰ μὲν τὴν λέξιν ἀσαφής· γίνεται δὲ ἡ ἀσάφεια διὰ τοῦ ὀνοματοποιεῖν, ὡς ὅταν λέγῃ κατηγορίας οὐ τὰς ἐπὶ ἐγκλήμασι δίκας, ὡς ἔθος, ἀλλὰ τὰ γενικώτατα, ὡς ἔθος ἔχει ἀεὶ κατηγορεῖσθαι καὶ μηδέποτε ὑποκεῖσθαι,1 καὶ κεφαλωτὸν καὶ πηδαλιωτὸν καὶ πτερωτόν, ὡς ἡνίκα λέγει * *, ἢ πάλιν τόπον, ὡς ἡνίκα λέγει οὐ τὸ πέρας τοῦ περιέχοντος καθ’ ὃ περιέχεται τὸ περιεχόμενον, ὡς ὡρίσατο ἐν τοῖς Φυσικοῖς, ἀλλὰ τὸ ἐπιχείρημα τὸ πολλῶν ἐπιχειρημάτων περιεκτικόν, καὶ ἑρμηνείαν, ὡς ἡνίκα λέγει τὴν ἀκαλλώπιστον λέξιν ἐν τῷ Περὶ ἑρμηνείας. ἀλλὰ καὶ ἄλλως ἀσαφής ἐστιν· ἀπορῶν γὰρ οὐκ εὐθὺς τὴν λύσιν τίθησι παράλληλον, ἀλλ’ ἐπισυνάπτει δευτέραν καὶ τρίτην ἀπορίαν καὶ οὕτω διὰ τῆς λύσεως τῆς τρίτης ἀπορίας λύει τὴν πρώτην ἀπορίαν. ἐν δὲ τῇ διανοίᾳ οὐκ ἐξίσταται τοῦ φαινομένου· διὸ δυσωπεῖ ἀεὶ καὶ καταναγκάζει τοὺς ἀκροατὰς ἐκ τῆς ἐναργείας τῶν φαινομένων. καὶ τὰ δειχθέντα αὐτῷ διὰ τοῦ λόγου ἐπισφραγίζει διὰ τῆς τῶν παλαιῶν μαρτυρίας, ὅτι οὕτω δοκεῖ καὶ Ἡρακλείτῳ καὶ Ἐμπεδοκλεῖ. καὶ τὰ ὑπὲρ φύσιν ζητῶν πιστοῦται αὐτὰ ἐκ τῶν κατὰ φύσιν· διὸ ἀεὶ ὁ Ἀριστοτέλης θεολογῶν φυσιολογεῖ, ὥσπερ ἀνάπαλιν ὁ Πλάτων ἀεὶ φυσιολογῶν θεολογεῖ, παντελῶς παρεγκυκλῶν τὸ δόγμα τῶν ἰδεῶν. ἐν οἷς καὶ ἡ παροῦσα θεωρία. Ἔνατον κεφάλαιον ἦν τῶν προτεθέντων τὸ ζητῆσαι διὰ τί τὴν ἀσάφειαν ἐπετήδευσεν ὁ Ἀριστοτέλης· οὐ γὰρ φύσει ἦν ἀσαφὴς καί τι δι’ ἀσθένειαν ἀπαγγελτικὴν τοῦτο ἐποίει (πολλαχοῦ γὰρ σαφῶς ἀπαγγέλλει, οἷον ἐν τοῖς μερικοῖς πᾶσι καὶ ἐν τοῖς μεταξύ, καὶ τῶν καθόλου ἐν τοῖς διαλογικοῖς πᾶσι καὶ τῶν αὐτοπροσώπων ἔν τισιν, οἷον ἐν τοῖς Μετεώροις καὶ τοῖς Τόποις καὶ τοῖς Σοφιστικοῖς ἐλέγχοις), ἀλλὰ φύσει ὢν σαφὴς ἐπετήδευσε τὴν ἀσάφειαν. ἐπιτηδεύει δὲ αὐτὴν διὰ τρεῖς αἰτίας· ἢ γὰρ κρύψεως χάριν ἢ δοκιμασίας ἢ γυμνασίας· ὅπερ γὰρ τοῖς ποιηταῖς οἱ μῦθοι καὶ τοῖς ἱερεῦσι τὰ παραπετάσματα, τοῦτο τῷ Ἀριστοτέλει ἡ ἀσάφεια μονονουχὶ ἐπάγοντι τὸ Ὀρφικὸν ἐκεῖνο ἀείδω ξυνετοῖσι, θύρας δ’ ἐπίθεσθε βεβήλοις, καὶ τὸ ὅμοιον τούτῳ κακοφραδέων δὲ βεβήλων οὔατα λαχνήεντα περισκεπέτωσαν ἀράχναι, καὶ τὸ Καλλιμάχειον ἐκεῖνο τὸν κάλαθον κατιόντα χαμαὶ δέρκεσθε γυναῖκες, μηδ’ ἀπὸ τοῦ τέγεος μηδ’ ὑψόθεν αὐγάσσησθε, [καὶ Ἀριστοτέλης ἐγκαλούμενος ὑπὸ Ἀλεξάνδρου ἐπὶ τῇ ἐκδόσει τῶν αὑτοῦ συγγραμμάτων ‘καὶ ἐκδέδοται’ φησὶ ‘καὶ οὐκ ἐκδέδοται’, αἰνιττόμενος τὴν ἀσάφειαν, ὡς καί τις τῶν Πυθαγορείων ἐκδοὺς τὸ μονόβιβλον τὸ Περὶ τῶν ἀλόγων γραμμάτων ναυαγίῳ περιέπεσεν ὡς τὰ ἀπόρρητα ἐξορχησάμενος] καὶ ὅ φησιν ὁ Πλάτων διὰ τὴν ἀσάφειαν, ‘ἵν’ εἰ ἡ δέλτος τι πάθῃ ἢ ἐν γῇ ἢ ἐν θαλάσσῃ, ὁ ἀναγνοὺς μὴ γνῷ’, οὕτω μὲν κρύψεως χάριν. ἢ δοκιμάσεως τῶν ἐπιτηδείων καὶ ἀνεπιτηδείων, ἵνα οἱ μὲν ἀνεπιτήδειοι πρὸς φιλοσοφίαν κατανωτίσωνται, (πρὸς οὓς ἔστιν εἰπεῖν πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;), οἱ δ’ ἐπιτήδειοι πρὸς φιλοσοφίαν ἑτοιμότεροι γένωνται, μανθάνοντες ὡς πλείονος ἐπιμελείας δέονται τὰ μαθήματα, πρὸς οὓς ἔστιν εἰπεῖν τὸ Πλατωνικὸν ἐν τῇ Ἐπινομίδι εἰρημένον οὕτως· ‘εἴτε χαλεπὰ εἴτε ῥᾴδια, ταύτῃ ἰτέον, ταῦτα 〈τὰ〉 μαθήματα, αὕτη ἡ ὁδός· ἀμελεῖν δὲ οὐ δεῖ’. οὕτω γοῦν καὶ οἱ ἀετοὶ κρίνουσι τὴν γνησιότητα καὶ τὴν νοθείαν τῶν νεοττίων· ἱστῶντες γὰρ τὰ νεόττια ἀντικρὺ τοῦ ἡλίου, ὅσα μὲν ἀσκαρδαμυκτὶ δύνανται ἀντωπῆσαι πρὸς τὰς αὐγὰς τοῦ ἡλίου, ἐπανάγοντες εἰς τὴν καλιὰν ὡς γνήσια ἐκτρέφουσιν, ὅσα δὲ μὴ δυνηθῶσιν ἀντωπῆσαι πρὸς τὰς αὐγὰς τοῦ ἡλίου, ὡς νόθα ἀποβάλλονται· ὡς γὰρ δῖος καὶ βασιλικὸς ὁ ἀετὸς τὴν βασιλικωτέραν τῶν αἰσθήσεων ἠκριβωμένην ἔχει, φημὶ δὲ τὴν ὄψιν. ὅτι δὲ βασιλικὸς ὁ ἀετός, δηλοῖ τὸ μὴ θέλειν αὐτὸν θνησιμαῖον ἐσθίειν ποτέ. οὕτω καὶ οἱ Κελτοὶ τῷ Ῥήνῳ ποταμῷ κρίνουσι τὰ γνήσια τέκνα καὶ τὴν νοθείαν τῶν βρεφῶν· ἐμβάλλοντες γὰρ εἰς ἀσπίδα τὰ βρέφη ἀφιᾶσιν ἐν τοῖς ὕδασι, καὶ ὅσα μὲν αὐτῶν περισωθῶσιν ἐκ τοῦ ὕδατος, γνήσια νομίζοντες ἐκτρέφουσιν, ὅσα δὲ κατακλυσθῶσιν ἐκ τοῦ ῥεύματος τοῦ ποταμοῦ, ὡς νόθα ἡγοῦνται ἀπόλλυσθαι.2
而通过“无花果在无花果上[熟落]”,他暗指了在雅典为数众多的告密者,他们不断接纳这些告密,且从不止息。在中间性的作品中,我是指那两类探究[历史]著作中,他是严密精确且条理分明的,而这对于历史而言是最为合适的;因为不可能像在其他事物中那样从外部进行论辩,在历史中也是如此。在普遍性的作品中,在对话体的、亦即外传著作中,他是明晰的,犹如向哲学之外的人进行谈话,但在辩证性的对话中,他又因种种摹拟而变化多样,充满阿佛洛狄忒的魅力,洋溢着种种优雅。而在普遍性作品中以本人名义陈述的、亦即讲义著作中,在文辞方面他是晦涩的;而晦涩的产生是通过新造词汇,例如当他说“范畴[述定/告发]”时,不是像通常习惯那样指基于控告的诉讼,而是指最属普遍的类,因为按其惯例总是被述定而决不作主词;又如当他说“有头的”、“有舵的”、“有翼的”时,正如他言及……;或者又如“场所”,正如当他所说的并不是他在《物理学》中所定义的“包容者包容被包容者所在的极限”,而是指包容许多论证立意的论题;又如“解释”,正如当他在《论解释》中指未加修饰的文辞。但他在其他方面也是晦涩的;因为在提出疑难时,他并不立即并列提出解决方案,而是连带提出第二和第三个疑难,从而通过第三个疑难的解决来化解第一个疑难。然而在思想内容上,他并不脱离显现之物;因此他始终借助显现之物的显明性使听讲者折服并顺从。并且,他通过古代作者的见证来为自己通过理性所论证的事项作印证,说明赫拉克利特和恩培多克勒也是如此认为的。在探究超自然之事时,他也从顺应自然之事中使它们得到确证;因此亚里士多德总是在论神时论及自然,正如相反地柏拉图总是在论及自然时论神,全然贯穿着理念学说。当前的思辨亦包含于这些论述中。所提出的项目中第九个是探究亚里士多德为何有意操练晦涩;因为他并非天性晦涩,亦非因言辞表达上的欠缺而如此行(实际上他在许多地方表达得十分清晰,例如在所有个别作品中、在中间性作品中、在普遍性作品中的全部对话体作品中,以及在他本人名义陈述的部分作品中,如《气象学》、《论题篇》和《辩谬篇》中),而是他天性明晰,却有意操练了晦涩。而他操练晦涩出于三个原因:或是为了隐蔽,或是为了考验,或是为了磨砺。因为正如神话之于诗人、帷幕之于祭司,晦涩之于亚里士多德亦是如此,他几乎引出了俄耳甫斯的那些诗句:“我向明悟者歌唱;俗人啊,关上门吧”,以及与此相似的诗句:“让蜘蛛网遮蔽思虑不端之俗人毛发丛生的双耳”,以及卡利马科斯的那些诗句:“妇女们,当下垂的果篮降下时,请注视地面,切莫从屋顶上亦莫从高处窥视”[亚里士多德在因出版自己的著作受到亚历山大的指责时说:“既已出版,亦未出版”,以此暗指其晦涩,正如某位毕达哥拉斯派学者出版了论无理线的一卷本著作,因泄露秘传学说而遭遇沉船之灾];又如柏拉图论及晦涩时所说:“以便即便书板在陆地或海上遭遇不幸,阅读者亦不能理解”,这便是为了隐蔽。或者也是为了考验适宜者与不适宜者,以便不适宜哲学的人转身逃遁(对他们可以说:“你转身逃遁,宛如混乱中的懦夫,要往何处去?”),而适宜哲学的人则准备得更加充分,懂得这些学科需要更多的用心,对他们可以说《厄庇诺米斯》中所载的柏拉图之言:“无论艰难还是容易,皆当循此而行;这些便是学科,这便是道路;不可懈怠。”无论如何,鹰也是如此判断雏鹰的纯正与杂驳;因为它们将雏鹰立于太阳对面,凡能目不转睛正视阳光者,便带回巢中作为纯种哺育,而凡不能正视阳光者,便作为杂种弃之;因为鹰作为神圣而具王者气象的禽鸟,拥有最为王者气的感官,我是指视力,且保持得极其精确。而鹰具有王者气象,从它绝不愿啄食死尸便可看出。同样,凯尔特人也通过莱茵河来检验婴儿的血统纯正与杂驳;因为他们将婴儿置于盾牌上放入水中,凡从水中获救者,便视为纯正而加以哺育,凡被河水激流淹没者,便视为杂种而任其灭亡。
- 1.0ὡς ἔθος ἔχει ἀεὶ κατηγορεῖσθαι καὶ μηδέποτε ὑποκεῖσθαι
连词 ὡς 引导一个说明性分句,解释前述 τὰ γενικώτατα(最属普遍的类,即十范畴)的特征。短语 ἔθος ἔχει 后接被动态/中动态不定词 κατηγορεῖσθαι 与 ὑποκεῖσθαι,意为“按其惯例总是被述定,而绝不充当主体/底层基质”。
- 1.0ὡς νόθα ἡγοῦνται ἀπόλλυσθαι
动词 ἡγοῦνται 在此处支配不定词 ἀπόλλυσθαι,兼具判断与放任之意:凯尔特人“判定[其]为杂种(ὡς νόθα),任其灭亡”。
