← 埃利亚斯

亚里士多德《范畴篇》注释

§114.32-116.23

理论性著作与实践性著作的分类体系

在阐述对话体著作中关于灵魂不朽的论证并批判亚历山大对讲义式著作与对话体著作的区分之后,注解者提出了亚里士多德以本人名义所撰著作的三分法(理论、实践、逻辑),并详细给出了理论性著作(自然哲学、数学、神学)与实践性著作(伦理、家政、政治)的具体分类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#5

ἐν δὲ τοῖς διαλογικοῖς φησιν οὕτως· ὅτι ἡ ψυχὴ ἀθάνατος, ἐπειδὴ αὐτοφυῶς πάντες οἱ ἄνθρωποι καὶ σπένδομεν χοὰς τοῖς κατοιχουμένοις καὶ ὄμνυμεν κατ’ αὐτῶν, οὐδεὶς δὲ τῷ μηδαμῇ μηδαμῶς ὄντι σπένδει ποτὲ ἢ ὄμνυσι κατ’ αὐτοῦ. ὁ δὲ Ἀλέξανδρος ἄλλην διαφορὰν λέγει τῶν ἀκροαματικῶν πρὸς τὰ διαλογικά, ὅτι ἐν μὲν τοῖς ἀκροαματικοῖς τὰ δοκοῦντα αὐτῷ λέγει καὶ τὰ ἀληθῆ, ἐν δὲ τοῖς διαλογικοῖς τὰ ἄλλοις δοκοῦντα, τὰ ψευδῆ. ἀλλ’, ὦ Ἀλέξανδρε, ἔστιν εἰπεῖν πρὸς αὐτόν, ὅτι οὐκ ἔστιν τοῦτο φιλοσόφου· τὸ γὰρ ψεῦδος μὲν ἑλέσθαι, ἀφανίσαι δὲ τὸ ἀληθές, οὐχὶ θεμιτόν· ἐχθρὸς γάρ μοι κεῖνος ἀνὴρ ὁμῶς Ἀΐδαο πύλῃσιν,1 ὅς χʹ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν ἄλλο δ’ ἐνίσπῃ. τοῦτο δὲ εἶπεν ὁ Ἀλέξανδρος, ἐπειδὴ τὴν λογικὴν ψυχὴν βούλεται φθαρτὴν εἶναι, ὁ δὲ Ἀριστοτέλης ἐν τοῖς διαλογικοῖς μάλιστα δοκεῖ κηρύττειν τὴν ἀθανασίαν τῆς ψυχῆς· ἵνα οὖν μὴ σχῇ ἐλέγχοντα τὸν Ἀριστοτέλην, διὰ τοῦτο εἶπε τὴν τοιαύτην διαφοράν. ἐν οἷς ἡ πρᾶξις.2 Ἡ διαίρεσις τῶν αὐτοπροσώπων κατὰ τὴν διαίρεσιν γίνεται τῆς φιλοσοφίας προστιθεμένου τοῦ λογικοῦ ἤτοι ὀργανικοῦ· τῆς γὰρ φιλοσοφίας εἰς δύο διαιρουμένης τὰ αὐτοπρόσωπα εἰς τρία διαιρεῖται· τούτων γὰρ τὰ μέν εἰσι θεωρητικὰ τὰ δὲ πρακτικὰ τὰ δὲ λογικὰ ἤτοι ὀργανικά. καὶ ἕκαστον τούτων εἰς τρία διαιρεῖται· τὰ γὰρ θεωρητικὰ εἰς τρία διαιροῦνται, εἰς φυσιολογικὸν μαθηματικὸν θεολογικόν, τὰ δὲ πρακτικὰ εἰς ἠθικὰ οἰκονομικὰ πολιτικά, τὰ δὲ λογικὰ εἰς τὰ πρὸ τῆς μεθόδου εἰς αὐτὴν τὴν μέθοδον καὶ εἰς τὰ ὑποδυόμενα τὴν μέθοδον. τὰ οὖν φυσικὰ τοῦ Ἀριστοτέλους ἢ περὶ τῶν σωματικῶν ἐστιν ἢ περὶ τῶν ἀσωμάτων. καὶ εἰ μὲν περὶ ἀσωμάτων, ἢ περὶ τῶν χειρόνων τῶν σωμάτων ἢ περὶ τῶν κρειττόνων. καὶ εἰ μὲν περὶ τῶν κρειττόνων τῶν σωμάτων, ὡς ἡ Περὶ τῆς ψυχῆς αὐτοῦ πραγματεία (ἡ γὰρ ψυχὴ κρείττων τοῦ σώματος πέφυκεν εἶναι), εἰ δὲ περὶ χειρόνων τοῦ σώματος, ὡς τὰ Περὶ τῶν χρωμάτων αὐτοῦ ζητήματα· τὰ γὰρ χρώματα χείρω τῶν σωμάτων καθέστηκε, καθότι ἐν αὐτοῖς ἔχει τὸ εἶναι. ἡ δὲ περὶ τὰ σώματα αὐτοῦ φυσιολογία ἢ περὶ τὰ ὑπὲρ τὴν σελήνην, ὡς τὰ οὐράνια σώματα καὶ ἡ περὶ τούτων ζήτησις, περὶ γαλαξίου περὶ ἄστρων περὶ ἡλίου καὶ σελήνης, ἢ περὶ τῶν ὑπὸ σελήνην, καὶ τούτων ἢ περὶ τὰ καθόλου τῆς τῶν σωμάτων φύσεως, ὡς τὰ Περὶ γενέσεως καὶ φθορᾶς ζητήματα, ἢ περὶ τῶν μερικῶν. καὶ εἰ μὲν μερικῶν, ἢ ἐμψύχων ἢ ἀψύχων. καὶ εἰ μὲν ἐμψύχων, ἢ αἰσθητικῶν ἢ ἀναισθήτων. καὶ εἰ μὲν περὶ ἀναισθήτων ἐμψύχων, ὡς τὰ Περὶ φυτῶν αὐτοῦ ζητήματα, εἰ δὲ αἰσθητικῶν, καὶ τούτων πάλιν ἢ περὶ τῶν καθόλου, ὡς αἱ Περὶ τῶν ζῴων αὐτοῦ ἱστορίαι, ἔνθα διαλέγεται περὶ τῶν ἐν τοῖς ζῴοις παθημάτων, περὶ γήρους καὶ νεότητος, περὶ αὐξήσεως καὶ μειώσεως (ταῦτα γὰρ καθόλου εἰσὶ καὶ πᾶσι τοῖς ζῴοις ὑπάρχει), ἢ αὖ κατ’ ἰδίαν, ὡς Περὶ τῆς καθ’ ὕπνον μαντικῆς· αὕτη γὰρ μόνοις τοῖς ἀνθρώποις ὑπάρχει. εἰ δὲ πάλιν περὶ τῶν ὑπὸ σελήνην αὐτοῦ φυσιολογικῶν ζητημάτων, τὰ μὲν ὑπὲρ τὴν γῆν ἐστι τὰ δὲ ἐν τῇ γῇ τὰ δὲ ὑπὸ τὴν γῆν· καὶ εἰ μὲν ὑπὲρ τὴν γῆν, ὡς τὰ Μετεωρολογικὰ αὐτοῦ, ἔνθα διαλέγεται περὶ τῆς καπνώδους ἀτμίδος καὶ αὐχμηρώδους, περὶ βροντῆς τε καὶ ἀστραπῆς καὶ νεφῶν καὶ περὶ τῶν διαττόντων κομητῶν, δαλῶν τε καὶ αἰγῶν καὶ τῶν ἄλλων εἰδῶν, εἰ δὲ ἐν τῇ γῇ, ὡς ἡ Περὶ θαλασσῶν καὶ ποταμῶν καὶ πηγῶν πραγματεία, εἰ δὲ περὶ τῶν ὑπὸ τὴν γῆν, ὡς ἡ Περὶ τῶν σεισμῶν καὶ χασμάτων αὐτοῦ ζήτησις. καὶ ταῦτα μὲν περὶ τῆς φυσιολογικῆς τοῦ Ἀριστοτέλους. τὰ δὲ μαθηματικὰ αὐτοῦ ὡς τὰ Ὀπτικὰ καὶ Μηχανικὰ αὐτῷ βιβλία γεγραμμένα, θεολογικὰ δὲ ὡς τὰ Μετὰ τὰ φυσικὰ περὶ ἀρχῆς ζητήματα. αὕτη μὲν ἡ διαίρεσις τῶν θεωρητικῶν. Τῶν δὲ πρακτικῶν τὰ μέν εἰσιν ἠθικὰ τὰ δὲ οἰκονομικὰ τὰ δὲ πολιτικά. ἠθικὰ μὲν ὡς τὰ Εὐδήμεια καὶ Νικομάχεια τά τε μικρὰ καὶ τὰ μεγάλα· τὰ μὲν γὰρ τῷ πατρὶ προσφωνεῖ Νικομάχῳ καὶ λέγονται Νικομάχεια μεγάλα, τὰ δὲ τῷ υἱῷ ὁμωνύμῳ τῷ πατρὶ καὶ λέγονται Νικομάχεια μικρά. πολιτικὰ δὲ ὡς τὸ Πολιτικὸν σύνταγμα, ἐν ᾧ διδάσκει πῶς δεῖ πολιτεύεσθαι. κἀν τῷ δευτέρῳ λόγῳ τοῦ Πολιτικοῦ ἀντιλέγει τῇ Πολιτείᾳ Πλάτωνος ἅτε ὁμοστοίχῳ οὔσῃ τῇ πολιτείᾳ·3 ἐν γὰρ ταῖς Πολιτείαις οὐ διδάσκει πῶς δεῖ πολιτεύεσθαι, ἀλλὰ πῶς οἱ πρὸ αὐτοῦ ἐπολιτεύσαντο ἄνθρωποι.

而在对话体著作中,他则如此说道:灵魂是不朽的,因为我们全人类出于本性既为亡者奠酒,又指着他们起誓,而绝不会有人为完全不存在的事物奠酒或指着它起誓。但亚历山大指出了讲义式著作与对话体著作之间的另一差异,即在讲义式著作中他说出自己的见解和真实的事理,而在对话体著作中则说出他人的见解即虚假的事理。但是,亚历山大啊,人们可以对他说,这不是哲学家所当为的;因为选择虚假而湮灭真实是不义的:“因为那心怀一念而口吐别言的人,对我来说如同冥府之门一般可憎。”亚历山大之所以这样说,是因为他主张理性灵魂是可毁灭的,而亚里士多德在对话体著作中似乎尤其宣扬灵魂的不朽;因此,为了不让亚里士多德驳斥自己,他才道出了这样的差异。这堂讲课至此结束。以本人名义所撰著作的划分,是按照哲学的划分、并加上逻辑学即工具性学科来进行的;因为哲学划分为二,而以本人名义所撰的著作则划分为三:在这些著作中,有些是理论性的,有些是实践性的,有些是逻辑学即工具性的。且这每一类都划分为三:理论性著作划分为三,即自然哲学、数学和神学;实践性著作划分为伦理的、家政的和政治的;逻辑学著作划分为方法之前的、方法本身的以及模拟方法的。亚里士多德的自然哲学著作,要么探讨有形体的事物,要么探讨无形体的事物。如果探讨无形体的事物,则要么探讨比形体低劣的事物,要么探讨比形体优越的事物。如果探讨比形体优越的事物,正如他的《论灵魂》专论(因为灵魂在本性上优于肉体);如果探讨比形体低劣的事物,正如他的《论颜色》诸探究(因为颜色既然在形体中具有其存在,便被定为劣于形体)。而他关于形体的自然哲学,要么探讨月上领域,如天体以及关于它们的探究、关于银河、关于星辰、关于太阳与月亮;要么探讨月下领域。至于月下领域,则要么探讨形体本性的普遍方面,正如《论生成与毁灭》诸探究;要么探讨个别事物。如果是个别事物,则要么探讨有灵魂的,要么探讨无灵魂的。如果是有灵魂的,则要么探讨具感觉能力的,要么探讨无感觉能力的。如果是探讨无感觉能力的有灵魂事物,正如他的《论植物》诸探究;如果是具感觉能力的,则在此之中要么探讨普遍方面,正如他的《动物调查》,其中探讨了动物中的诸受动状态、关于衰老与年轻、关于生长与衰退(因为这些是普遍的,且属于所有动物);要么各自单独探讨,正如《论睡眠中的占卜》(因为这仅属于人类)。再次,在他关于月下领域的自然哲学探究中,有些是关于地面之上的,有些是关于地面之中的,有些是关于地下的。如果是关于地面之上的,正如他的《气象学》,其中探讨了烟状蒸气与干燥蒸气、雷电与云彩,以及流星、彗星、火把、山羊状火光及其他形态;如果是关于地面之中的,正如《论海洋、江河与泉水》专论;如果是关于地下的,正如他的《论地震与裂隙》探究。关于亚里士多德的自然哲学就谈到这里。他的数学著作正如他所撰写的《光学》与《力学》诸卷;神学著作正如《形而上学》中关于第一原理的探究。这就是理论性著作的划分。在实践性著作中,有些是伦理的,有些是家政的,有些是政治的。伦理的正如《欧德谟伦理学》以及《尼各马可伦理学》的大小卷:因为前者呈献给他的父亲尼各马可,被称为《大尼各马可伦理学》,而后者呈献给与父亲同名的儿子,被称为《小尼各马可伦理学》。政治的正如专论《政治学》,在其中他教授应当如何治理城邦。在《政治学》第二卷中,他反驳了柏拉图的《理想国》,因为后者是属于同等序列的政制专论;因为在《城邦政制》中,他并非教授应当如何治理城邦,而是教授在他之前的人们是如何治理城邦的。

语法注3 条
  1. 1.0ἐχθρὸς γάρ μοι κεῖνος ἀνὴρ ὁμῶς Ἀΐδαο πύλῃσιν

    引自荷马《伊利亚特》第9卷第312行。与格短语 ὁμῶς Ἀΐδαο πύλῃσιν 作为联合/比较与格修饰 κεῖνος ἀνὴρ ἐχθρός(“如同冥府之门一般可憎”)。其后的关系从句 ὅς χʹ ἕτερον μὲν κεύθῃ... 为带有虚拟式的泛指条件关系从句(“凡心怀一事而口道另一事者”)。

  2. 1.0ἐν οἷς ἡ πρᾶξις

    晚期亚历山大学派讲义录中标志讲课单元(πρᾶξις)结束的程式化表达。此句省略了主动词(如 τελευτᾷ 或 συμπληροῦται),属于名词性谓语结构,意为“这堂讲课至此结束”。

  3. 1.0ἅτε ὁμοστοίχῳ οὔσῃ τῇ πολιτείᾳ

    连词 ἅτε 与分词 οὔσῃ 结合,修饰与格名词短语 τῇ Πολιτείᾳ Πλάτωνος,表示客观原因。τῇ πολιτείᾳ 是由 ὁμοστοίχῳ 所支配的与格,意为“作为属于同等序列的政制论著”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:114.32-116.23