← 埃利亚斯

亚里士多德《范畴篇》注释

§116.23-118.13

逻辑学著作的划分与研读顺序

埃利亚斯完成了实践性著作(家政学)与逻辑学著作的划分,以墨线和铅锤为喻说明逻辑学作为哲学工具的职能。随后,他探讨了古人关于亚里士多德著作研读顺序的分歧(伦理学、逻辑学、自然哲学、数学),并具体阐述了主张始于伦理学与始于自然哲学的两派论据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#6

ἀλλὰ μὴν καὶ οἰκονομικά εἰσιν αὐτῷ γεγραμμένα βιβλία, ὡς τὸ Οἰκονομικὸν σύνταγμα καὶ Περὶ συμβιώσεως ἀνδρὸς καὶ γυναικός, ἐν ᾧ λέγει ἐκ τεσσάρων σχέσεων συγκεκροτῆσθαι τὸν εὖ ἔχοντα οἶκον, πατρὸς πρὸς τέκνα, ἀνδρὸς πρὸς γυναῖκα, δεσπότου πρὸς δούλους, εἰσιόντων πρὸς ἐξιόντα καὶ ὡς εἴρηται ἡμῖν ἐν τοῖς τῆς Πορφυρίου Εἰσαγωγῆς προλεγομένοις. αὕτη καὶ ἡ τοῦ πρακτικοῦ διαίρεσις. Τὸ δὲ λογικὸν καὶ αὐτὸ εἰς τρία διαιρεῖται, εἰς τὰ πρὸ τῆς ἀποδείξεως ἤγουν μεθόδου καὶ εἰς αὐτὴν τὴν ἀπόδειξιν καὶ εἰς τὰ ὑποδυόμενα τὴν ἀπόδειξιν. καὶ τὰ μὲν πρὸ τῆς μεθόδου καὶ τῆς ἀποδείξεώς εἰσιν αἵ τε Κατηγορίαι καὶ τὸ Περὶ ἑρμηνείας καὶ τὰ Πρότερα ἀναλυτικά, τὰ δὲ αὐτὴν τὴν μέθοδον τῆς ἀποδείξεως διδάσκοντά εἰσι τὰ Δεύτερα ἀναλυτικά, τὰ δὲ ὑποδυόμενα αὐτὴν τὴν ἀπόδειξίν εἰσι τὰ Τοπικά, αἱ Ῥητορικαὶ τέχναι, οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ τὸ Περὶ ποιητικῆς· πέντε γάρ εἰσιν εἴδη τῶν συλλογισμῶν, ἀποδεικτικὸς διαλεκτικὸς ῥητορικὸς σοφιστικὸς ποιητικός. καὶ εἰκότως, ἐπειδὴ καὶ αἱ προτάσεις ὅθεν λαμβάνονται πέντε εἰσίν· ἢ γὰρ πάντῃ ἀληθεῖς εἰσιν αἱ προτάσεις καὶ ποιοῦσι τὸν ἀποδεικτικόν, ἢ πάντῃ ψευδεῖς καὶ ποιοῦσι τὸν ποιητικὸν τὸν μυθώδη, ἢ πῇ μὲν ἀληθεῖς πῇ δὲ ψευδεῖς, καὶ τοῦτο τριχῶς· ἢ γὰρ μᾶλλον ἀληθεύει ἧττον δὲ ψεύδεται καὶ ποιεῖ τὸν διαλεκτικὸν συλλογισμόν, ἢ πλέον ἔχει τὸ ψεῦδος τοῦ ἀληθοῦς καὶ ποιεῖ τὸν σοφιστικόν, ἢ ἐπίσης ἔχει τὸ ἀληθὲς τῷ ψεύδει καὶ ποιεῖ τὸν ῥητορικόν. ὅθεν καὶ στάσεις παρὰ μόνοις τοῖς ῥήτορσι διὰ τὸ ἐξισάζειν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· ἣν γὰρ ἐκτελεῖ χρείαν ἡ στάθμη τῷ τέκτονι διακρίνουσα τὰ εὐθέα ἀπὸ τῶν καμπύλων καὶ παρὰ τοῖς οἰκοδόμοις τὸ βαρύλλιον διακρῖνον τὰ ὀρθὰ ἀπὸ τῶν κεκλιμένων, οὕτω καὶ ἡ λογικὴ1 ὄργανον οὖσα τῆς φιλοσοφίας διακρίνει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἵνα μὴ ψευδῆ δοξάσωμεν μηδὲ κακὰ διαπραξώμεθα. ταῦτα ἔχει καὶ ἡ παροῦσα πρᾶξις. Ἐπειδὴ πολλὰ ὄντα τὰ Ἀριστοτελικὰ βιβλία ἔγνωμεν διὰ τῆς διαιρέσεως καὶ διὰ τοῦτο οὐκ ἴσμεν τί μὲν πρῶτον τί δὲ μετέπειτα τί δὲ ὑστάτιον μεταχειρισώμεθα, φέρε τρία τινὰ ζητήσωμεν, τίς ἡ ἀρχὴ τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τί τὸ τέλος, τίς ἡ μεταξὺ ὁδός. ταῦτα δὲ ζητοῦμεν οὐ μόνον διὰ τὸ πλῆθος αὐτῶν ἀλλὰ καὶ διὰ τὴν διαφωνίαν τῶν ἀρχαίων· οἱ μὲν γὰρ ἔλεγον ὅτι δεῖ ἀπὸ τῆς φυσικῆς ἄρξασθαι, οἱ δὲ ἀπὸ τῆς λογικῆς, ἄλλοι δὲ ἀπὸ τῆς ἠθικῆς, ἕτεροι δὲ ἀπὸ τῆς μαθηματικῆς· Βοηθὸς γὰρ ὁ Σιδώνιος ἀπὸ τῆς φυσικῆς λέγει, Ἀνδρόνικος δὲ ὁ Ῥόδιος ὁ Περιπατητικὸς ὁ ἑνδέκατος διάδοχος τῆς Ἀριστοτέλους σχολῆς ἀπὸ τῆς λογικῆς ἔλεγε, τῶν δὲ Πλατωνικῶν οἱ μὲν ἀπὸ τῆς ἠθικῆς οἱ δὲ ἀπὸ τῶν μαθηματικῶν. καὶ πάντες τὰς οἰκείας δόξας κατεσκεύαζον· οἱ γὰρ λέγοντες ὅτι δεῖ ἀπὸ τῆς ἠθικῆς ἄρχεσθαι ἔλεγον ὅτι δεῖ πρότερον κοσμῆσαι τὰ ἠθικὰ προκαθάραντας τὴν ψυχὴν ἀπὸ τῶν μοχθηρῶν ἠθῶν, ἵνα καθαρὰ οὖσα καθαρᾷ προσομιλήσῃ τῇ φιλοσοφίᾳ· ‘μὴ καθαρὸν γὰρ καθαρῶν ἐφάπτεσθαι οὐχὶ θεμιτόν’ κατὰ τὴν Πλάτωνος φωνήν, ὡς καὶ οἱ ἰατρικοί φασι ‘τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσα ἂν θρέψῃς, μᾶλλον ἂν βλάψοις2 ὕλην ὑποβάλλων τῇ κακοχυμίᾳ’, καὶ ὡς οὐκ ἔστιν ὄψει λημώσῃ ἢ φλεγμαινούσῃ ἀκριβολογήσασθαι τὰ ὁρατά, οὕτω καὶ ὁ τοῖς μοχθηροῖς δόγμασι προκατειλημμένος τὴν ψυχὴν ἐπιχειρῶν διδάσκειν3 μείζονας ἀρχὰς αὐτῇ ψευδοδοξίας παρέχει, καὶ ἀπαίδευτος οὐχ ὁ μηδὲν εἰδὼς ἀλλ’ ὁ τὸν ἐν αὑτῷ παῖδα μὴ καταστείλας· ἔστι γὰρ παῖς ἐν ἡμῖν καὶ γέρουσιν οὖσι, τοῦτ’ ἔστιν ἡ ἄλογος ψυχή, ἣν δεῖ παιδεύειν· ὅθεν καὶ παιδεία εἴρηται ἡ ἀναγωγὴ ὡς τοῦ ἐν ἡμῖν παιδὸς οὖσα καταστολή, καὶ πεπαιδευμένος παρὰ Πλάτωνι οὐχ ὁ πολλὰ εἰδὼς καὶ ῥέων χρήσεις ἀλλ’ ὁ τὸν ἐν αὑτῷ παῖδα κατεσταλμένον ἔχων· διό φησιν αὐτὸς ὅτι ‘φιλόσοφον ἐγὼ καλῶ τὸν εὖ ζῶντα, κἂν μήτε γράμματα μήτε νεῖν ἐπίσταται’, τὰ περισπούδαστα τοῖς Ἀθηναίοις, γράμματα μὲν διὰ τὴν σοφίαν, νεῖν δὲ διὰ τὸ ναυμαχεῖν. οὕτως μὲν οὗτοι. Οἱ δὲ ἀπὸ τῆς φυσικῆς λέγοντες 〈δεῖν〉 ἄρχεσθαι ἔλεγον ὅτι τὰ φυσικὰ μαλακώτερά εἰσιν ὡς σύντροφα ἐκ παίδων ψηλαφώμενα ὑφ’ ἡμῶν, οἷον σάρκες φλέβες νεῦρα, καὶ ὅτι οἱ ἰατροὶ ἀρχόμενοι τῆς θεραπείας ἀπὸ τῶν μαλακωτέρων ἄρχονται φαρμάκων, ὅτι μάλιστα δοκεῖ Ἀριστοτέλης εὐδοκιμεῖν ἐν ταῖς φυσικαῖς αὐτοῦ πραγματείαις. οὕτως καὶ οὗτοι.

而且,他也撰写了关于家政学的诸卷,正如专论《家政学》以及《论夫妻共处》,在后一部论考中他说,秩序井然的家庭由四种关系构成:父亲对子女、丈夫对妻子、主人对奴隶、收入对支出,正如我们在波菲利《导论》的序论中所谈到的那样。这也是实践性著作的划分。 逻辑学著作本身也划分为三:即证明亦即方法之前的、证明本身的以及模拟证明的。方法与证明之前的著作是《范畴篇》、《解释篇》和《前分析篇》;教授证明方法本身的著作是《后分析篇》;而模拟证明本身的则是《论题篇》、《修辞学》、《辩谬篇》和《诗学》。因为三段论有五种:证明的三段论、辩证的三段论、修辞的三段论、诡辩的三段论和诗的三段论。这是合情合理的,因为作为其出发点的前提也有五种:因为前提要么全然真实而构成证明的三段论,要么全然虚假而构成神话式的诗的三段论,要么部分真实部分虚假;而这最后一种情况又有三种形式:要么真实居多而虚假居少从而构成辩证的三段论,要么虚假多于真实从而构成诡辩的三段论,要么真实与虚假均等从而构成修辞的三段论。因此,争议点只存在于修辞学家之中,正是由于真实与虚假处于均等状态。因为,正如墨线对木匠发挥其效用、将直线与曲线区分开来,铅锤在建筑工匠中将垂直之物与倾斜之物区分开来一样,逻辑学作为哲学的工具,同样也区分真实与虚假、善与恶,以免我们产生虚妄的见解或行出恶事。这便是本讲课的内容。 既然我们通过划分得知亚里士多德的书籍数量众多,并因此不知道应当将什么作为第一、什么作为接续、什么作为最后来研读,那么来吧,让我们探讨三个问题:亚里士多德著作的开端是什么,终点是什么,其间的途径是什么?我们探究这些问题,不仅是因为它们数量庞大,而且也是因为古人的意见不一:因为有些人说应当从自然哲学开始,有些人说从逻辑学开始,另一些人说从伦理学开始,还有其他人说从数学开始。西顿的波埃多说从自然哲学开始;罗德岛的安德罗尼柯,这位逍遥学派学者、亚里士多德学园的第十一任继承人,则说从逻辑学开始;而在柏拉图学派中,一些人说从伦理学开始,另一些人说从数学开始。他们所有人都论证了自己的见解:主张应当从伦理学开始的人说,必须先借由预先净化灵魂脱离恶劣习气来整顿伦理事务,以便让纯洁的灵魂与纯洁的哲学相交接;正如柏拉图所言,“非纯洁者触及纯洁者是不义的”;又如医学家们所言,“不洁净的身体,你越是滋养它,便越是因给恶劣体液提供质料而加害它”;并且正如眼眵过多或发炎的目光不可能精确分辨可见之物一样,那灵魂预先被恶劣教条占据的人在企图受教时,也会为灵魂提供滋生虚假见解的更大诱因;而无教养的人并非一无所知者,而是没有克制自身内部孩子的人。因为即使在我们老去时,我们内部也有一个孩子,即必须加以教导的非理性灵魂;因此引导也被称为教养,作为对我们内部孩子的克制,而在柏拉图那里,受过教养的人不是知晓甚多且引证滔滔不绝的人,而是能将自身内部的孩子加以克制的人。因此他自己说:“我把生活得好的人称为哲学家,即使他既不知书也不知游泳”——这些是雅典人热心追求的事物,文字是为了智慧,游泳则是为了海战。这些人的观点便是如此。 而那些主张应当从自然哲学开始的人则说,自然哲学的事物更为柔和,因为它们是从孩童起就伴随我们、被我们所摩挲感知的,例如肌肉、血管、筋腱;并且医生在开始治疗时也是从较温和的药物开始;而且亚里士多德似乎尤其在其自然哲学专论中享有盛名。这些人的观点也同样如此。

语法注3 条
  1. 1.0ἣν γὰρ ἐκτελεῖ χρείαν ἡ στάθμη τῷ τέκτονι ... οὕτω καὶ ἡ λογικὴ

    相关句结构,其中关系从句内含了先行词(ἣν ... χρείαν),并与主句的 οὕτω καὶ 形成呼应,表示“正如墨线/铅锤发挥其功用……逻辑学同样也……”。

  2. 1.0τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσα ἂν θρέψῃς, μᾶλλον ἂν βλάψοις

    引自希波克拉底《箴言》的句式。句首的宾格短语 τὰ μὴ καθαρὰ τῶν σωμάτων 在关系条件从句(ὁκόσα ἂν θρέψῃς)之前被话题化(先取法 prolepsis),并与主句带有 ἄν 的希求法(μᾶλλον ἂν βλάψοις)相呼应。

  3. 1.0ὁ τοῖς μοχθηροῖς δόγμασι προκατειλημμένος τὴν ψυχὴν ἐπιχειρῶν διδάσκειν

    τὴν ψυχὴν 是依存于被动分词 προκατειλημμένος 的关系/限制宾格。虽然不定词 διδάσκειν 在形式上是能动态(教导),但结合上下文(未受伦理净化而试图学习哲学者的状态),此处指企图接受教育/学习的情境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:116.23-118.13