- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:113.2-114.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯总结了漫步派名称的由来并给出了哲学诸派七种命名方式的逻辑系统,继而论述了亚里士多德全部著作的分类体系(局部的、普遍的与居间的,以及备忘录式的与体系性的、秘传讲义与外传对话体)。
Περιπατητικοὶ οὖν ἐκαλοῦντο, οὐχ ὅτι κατὰ περίπατον ἐξηγοῦντο, ἀλλ’ ὅτι διεδέξαντο τὴν σχολὴν τοῦ Πλάτωνος, διὰ μέσου Σπευσίππου, κατὰ περίπατον ποιουμένου τὰς ἐξηγήσεις. Οὗτοί εἰσιν οἱ ἑπτὰ τρόποι τῆς ἐπωνυμίας τῶν κατὰ φιλοσοφίαν αἱρέσεων. προσθῶμεν δὲ καὶ ἡμεῖς καὶ τὴν αἰτίαν τοῦ εἶναι ἑπτὰ μόνον τοὺς τρόπους καὶ μήτε πλείονας μήτε ἐλάττονας. δεῖ εἰδέναι ὅτι ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις ἢ ἀπὸ τύχης, ὡς Περιπατητικοί, ἢ ἀπὸ διανοίας, 〈ἀπὸ δὲ διανοίας〉 ἢ ἀπὸ περιστατικοῦ ἢ ἀπὸ προηγουμένου, καὶ ἀπὸ περιστατικοῦ ἢ ὀνόματος ἢ τόπου. καὶ εἰ μὲν ὀνόματος, ὡς Πλατωνικοί, εἰ δὲ τόπου, ἢ χωριστοῦ ἢ ἀχωρίστου. καὶ εἰ μὲν ἀχωρίστου, ποιεῖ τὴν τῆς πατρίδος ἐπωνυμίαν, εἰ δὲ χωριστοῦ, ποιεῖ τὴν ἀπὸ τόπου ἐπωνυμίαν. ἀπὸ δὲ προηγουμένου ἢ ἀπὸ τοῦ τέλους, ὥσπερ οἱ Ἡδονικοί, ἢ ἀπὸ τῆς πρὸ τέλους κατασκευῆς, καὶ ταύτης ἢ γνωστικῆς ἢ ζωτικῆς. καὶ εἰ μὲν γνωστικῆς, ποιεῖ τοὺς Ἐφεκτικούς, εἰ δὲ ζωτικῆς, ποιεῖ τοὺς Κυνικούς. ταῦτα καὶ περὶ τῆς αἰτίας τῶν ἐπωνυμιῶν. Δεύτερον ἦν κεφάλαιον τῶν προτεθέντων τὸ εἰπεῖν τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων χιλίων ὄντων τὸν ἀριθμόν, ὡς Ἀνδρόνικος παραδίδωσιν ὁ † ποίτου ἑνδέκατος γενόμενος διάδοχος. τῶν τοίνυν Ἀριστοτελικῶν συγγραμμάτων τὰ μέν εἰσι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ μεταξύ. μερικὰ δὲ λέγονται οὐχ ἁπλῶς τὰ πρὸς ἕνα γεγραμμένα (δυνατὸν γὰρ καὶ καθολικὸν πρᾶγμα πρὸς ἕνα γράψαι· οὕτω γοῦν ἡ Περὶ κόσμου πραγματεία καθολικὴ οὖσα προσπεφώνηται Ἀλεξάνδρῳ τῷ βασιλεῖ), ἀλλὰ μερικὰ λέγω ὅσα περὶ ἑνὸς καὶ μερικοῦ καὶ πρὸς ἕνα, ὥσπερ αἱ ἐπιστολαὶ αὐτοῦ· αἱ γὰρ ἐπιστολαὶ πρὸς ἕνα εἰσὶ γεγραμμέναι, ἃς ἐν ὀκτὼ βιβλίοις συνήγαγεν Ἀρτέμων τις μετὰ Ἀριστοτέλην γενόμενος. καὶ καθόλου δὲ λέγονται ὅσα περὶ πάντων τῶν μονοειδῶν διαλαμβάνει, ὡς ἡ Φυσικὴ ἀκρόασις φυσικῶν πάντων καὶ ἡ Περὶ οὐρανοῦ καὶ τὸ Περὶ γενέσεως καὶ φθορᾶς καὶ τὰ Μετέωρα πάντων τῶν ἐν τῷ μεταρσίῳ τόπῳ ἱσταμένων. τὰ δὲ μεταξὺ ὅσα μήτε περὶ πάντων μήτε περὶ ἑνὸς ἀλλὰ περὶ πλειόνων διαλέγεται, ὡς ἡ ἱστορία. διττὴ δὲ αὕτη, ἡ μὲν πολιτικὴ ὡς αἱ Πολιτεῖαι, ἃς ἱστόρησεν ἐκ τοῦ πολλὴν γῆν περιελθεῖν ἅμα Ἀλεξάνδρῳ τῷ βασιλεῖ, ἃς ἐκδέδωκε κατὰ στοιχεῖον διακοσίας πεντήκοντα οὔσας τὸν ἀριθμόν, ἡ δὲ φυσικὴ ὡς ἡ Περὶ φυτῶν καὶ ζῴων ἱστορία. Τῶν δὲ καθόλου τὰ μέν εἰσιν ὑπομνηματικὰ τὰ δὲ συνταγματικά. καὶ ὑπομνηματικὰ μὲν λέγονται ἐν οἷς μόνα τὰ κεφάλαια ἀπεγράφησαν δίχα προοιμίων καὶ ἐπιλόγων καὶ τῆς πρεπούσης ἐκδόσεσιν ἀπαγγελίας. τὸ δὲ τοῦ ὑπομνήματος ὄνομα παρὰ Πλάτωνι κεῖται ἐν τῇ Ἐπινομίδι συνόψει οὔσῃ τῶν νόμων· φησὶ γὰρ ἐκεῖ περὶ τῶν νόμων ἀνεκδότων μεινάντων ὡς ἄρα φθάνουσί τινες ὑπομνήματα αὐτῶν εἰληφότες.1 διὸ οὐδὲ δεῖ ἐκ τῶν ὑπομνηματικῶν πιστοῦσθαι τὰς Ἀριστοτέλους δόξας ὡς διόρθωσιν ὑπομεινάντων.2 τῶν δὲ ὑπομνηματικῶν τὰ μὲν μονοειδῆ τὰ δὲ ποικίλα, μονοειδῆ μὲν ὡς ἐνομίσθη τὸ Περὶ ἑρμηνείας ὑπομνηματικὸν διὰ τὴν ἀσάφειαν, πρὶν γράψαι τὸν φιλόσοφον Ἀμμώνιον εἰς αὐτὸ ὑπόμνημα καὶ δεῖξαι ὅτι καὶ προοίμιον ἔχει καὶ ἐπιλόγους καὶ τὴν πρέπουσαν τῇ ἐκδόσει ἀπαγγελίαν, τὰ δὲ ποικίλα ὡς τὰ πρὸς Εὐκαίριον αὐτῷ γεγραμμένα ἑβδομήκοντα βιβλία Περὶ συμμίκτων ζητημάτων χωρὶς προοιμίων καὶ ἐπιλόγου καὶ τῆς διαιρέσεως. Τῶν δὲ συνταγματικῶν τὰ μέν εἰσιν αὐτοπρόσωπα, ἃ καὶ ἀκροαματικὰ λέγονται, τὰ δὲ διαλογικά, ἃ καὶ ἐξωτερικὰ λέγονται. καὶ ὡς μὲν αὐτοπρόσωπα ἀντίκεινται τοῖς διαλογικοῖς, ὡς δὲ ἀκροαματικὰ ἀντίκεινται τοῖς ἐξωτερικοῖς· πάντας γὰρ ἀνθρώπους ὠφελεῖν βουλόμενος ὁ Ἀριστοτέλης ἔγραψε καὶ πρὸς τοὺς ἐπιτηδείους τῆς φιλοσοφίας ἐξ οἰκείου προσώπου (διὸ καὶ ἀκροαματικὰ λέγονται, ὡς δέον αὐτῶν πάντως ἀκροάσασθαι· ὅθεν καὶ Φυσικὴ ἀκρόασις, ἐπειδὴ εὐδοκιμεῖν δοκεῖ ὁ Ἀριστοτέλης μάλιστα ἐν αὐτῇ καὶ δέον αὐτῆς πάντως ἀκροάσασθαι τοὺς ἔχοντας ἐπὶ φιλοσοφίαν), ἔγραψε δὲ καὶ πρὸς τοὺς ἀνεπιτηδείους πρὸς φιλοσοφίαν τὰ διαλογικά. καὶ ἐν μὲν τοῖς ἀκροαματικοῖς ἅτε δὴ πρὸς ἄνδρας μέλλοντας φιλοσοφεῖν διαλεγόμενος〈ἀναγκαστικοῖς, ἐν δὲ τοῖς διαλογικοῖς〉 πιθανοῖς κέχρηται λόγοις. κατασκευάζων δὲ τὴν ἀθανασίαν τῆς ψυχῆς κἀν τοῖς ἀκροαματικοῖς δι’ ἀναγκαστικῶν λόγων κατασκευάζει, ἐν δὲ τοῖς διαλογικοῖς διὰ πιθανῶν εἰκότων· φησὶ γὰρ ἐν τοῖς Περὶ ψυχῆς ἀκροαματικοῖς ὅτι ἡ ψυχὴ ἄφθαρτος· εἰ γὰρ ἦν φθαρτή, ἔδει μάλιστα αὐτὴν φθείρεσθαι ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως· τότε δὲ ἀκμάζει τοῦ σώματος παρακμάσαντος, ὥσπερ οὖν παρακμάζει ὅτε τὸ σῶμα ἀκμάζει· τὸ δὲ ὅτε δεῖ φθείρεσθαι ἀκμάζον ἄφθαρτον·3 ἡ ψυχὴ ἄρα ἄφθαρτός ἐστι. καὶ οὕτως μὲν ἐν τοῖς ἀκροαματικοῖς.
因此,他们被称为漫步派,并不是因为他们在散步中进行讲解,而是因为他们通过斯派西波的中介,继承了在散步中进行讲解的柏拉图的学园。这就是哲学各派命名的七种方式。让我们也补充说明一下为何方式恰好只有七种,既不多也不少的原因。应当知晓,哲学各派的命名,要么出于偶然(如漫步派),要么出于意图;如果出于意图,则要么源于情境性的因素,要么源于根本性的因素;如果源于情境性的因素,则要么源于名称,要么源于地点。如果是源于名称,正如柏拉图派;但如果是源于地点,则要么是可分离的,要么是不可分离的。如果是源于不可分离的,就构成了源自祖邦的称号;如果是源于可分离的,就构成了源自地点的称号。而如果是源于根本性的因素,则要么源于目的(正如快乐派),要么源于目的之前的准备,而后者又要么是认识性的,要么是生命性的。如果是认识性的,就构成了存疑派;如果是生命性的,就构成了犬儒派。关于命名原因的讨论就到这里。所提出的各项议题中的第二项,是陈述根据……的第十一任继承者安德罗尼柯所传述的、数目达一千部之多的亚里士多德著作的分类。在亚里士多德的著作中,有些是局部的,有些是普遍的,有些是居间的。所谓局部的,并不单指那些写给某一个人的(因为写给某一个人也可能涉及普遍的内容;比如《论宇宙》这部专论虽然是普遍的,却是呈献给亚历山大王的),我所说的局部,是指凡是论及单一局部事物且写给个人的,正如他的书信集;因为这些书信是写给个人的,在亚里士多德之后的一位名叫阿尔特蒙的人将其汇编为八卷。而所谓普遍的,是指凡是探讨属于同一类别的所有事物的著作,如关于所有自然事物的《物理学讲义》,以及《论天》、《论生成与毁灭》,和探讨发生在悬空领域之所有现象的《气象学》。至于居间的,是指那些既非探讨一切事物,亦非探讨个别事物,而是探讨较多事物的著作,如“调查[史]”。它有两种:一种是政治性的,如《城邦政制》,这是他与亚历山大王一同走过广袤土地后记录下来的,他按字母顺序刊行,数量达二百五十篇之多;另一种是自然性的,如《植物与动物调查》。在普遍著作中,有些是备忘录式的,有些是体系性的。所谓备忘录式的,是指其中仅记录了要点,而缺乏序言、结语以及适合刊行的叙述文体。备忘录这个名称见于柏拉图的《厄庇诺米斯篇》,该篇乃是《法律篇》的摘要;因为他在那里谈到未曾刊行的法律时说,有人抢先得到了它们的备忘录。因此,绝不应当从备忘录式的著作中去确证亚里士多德的学说,仿佛它们已经过修订似的。在备忘录式著作中,有些属于单一类别,有些则是多样的。单一类别的,正如《解释篇》因其晦涩曾被认为是备忘录式的,直到哲学家阿摩尼奥斯为其撰写了注解,并指出它同样具有序言、结语和适合刊行的叙述文体;多样的,正如他写给尤凯里奥斯的《论杂题》七十卷,其中缺乏序言、结语和划分。在体系性著作中,有些是以作者本人名义写的,也被称为讲义式的[秘传的];有些则是对话体的,也被称为通俗式的[外传的]。作为本人名义的,与对话体相对立;作为讲义式的,与通俗式相对立。因为亚里士多德期望使所有人获益,故而既以本人名义为适合从事哲学的人写作(因此它们也被称为讲义式的,意即必须全神贯注听讲;《物理学讲义》亦由此得名,因为亚里士多德在该书中似乎最负盛名,且致力于哲学的人必须全力聆听该书),又为不适合从事哲学的人撰写了对话体著作。在讲义式著作中,因为他是向将要从事哲学的人论说,故而使用了必然性的论证,而在对话体著作中则使用了具有说服力的论据。在确立灵魂不朽时,他在讲义式著作中是通过必然性的论证来确立的,而在对话体著作中则是通过具有说服力的似真推论来确立的;因为他在讲义式著作《论灵魂》中说,灵魂是不可毁灭的;因为如果它是可毁灭的,它理应尤其因老年时的衰弱而毁灭;然而在肉体衰败之时,灵魂正值鼎盛,正如当肉体鼎盛时它反而衰弱一样;可是在理应毁灭之时反而鼎盛的事物,乃是不可毁灭的;因此,灵魂是不可毁灭的。在讲义式著作中便是如此。
- 1.0ὡς ἄρα φθάνουσί τινες ὑπομνήματα αὐτῶν εἰληφότες
动词 φθάνω 与分词 εἰληφότες 构成的惯用句式,意为“某些人抢先(在他人之前)获取了它们的备忘录”。小辞 ἄρα 在间接引语从句中带有陈述新发现或出人意料之事实的语气。
- 1.0ὡς διόρθωσιν ὑπομεινάντων
由 ὡς 引导的状语性不定过去分词结构,以属格形式与前文的 τῶν ὑπομνηματικῶν(备忘录式著作)一致。διόρθωσιν ὑπομένω 意为“经历修订”,在否定表达 οὐδὲ δεῖ ... πιστοῦσθαι 统摄下,意为“仿佛它们已经过修订似的”。
- 1.0τὸ δὲ ὅτε δεῖ φθείρεσθαι ἀκμάζον ἄφθαρτον
省略系词 ἐστί 的无动词名词句,充当三段论的大前提。由定冠词中性单数名物化的主语 τὸ ... ἀκμάζον(“在应当毁灭之时反而鼎盛之物”)与表语形容词 ἄφθαρτον(“不可毁灭的”)构成判定。
