← 埃利亚斯

亚里士多德《范畴篇》注释

§111.1-113.2

依生活方式、目的及偶性命名的学派

埃利亚斯阐述了哲学各派命名的余下三种方式:源于生活方式(犬儒派及其得名的四个原因)、源于目的(快乐派与伊壁鸠鲁学说,并纠正了将快乐视作目的的观点)以及源于附带情状(漫步派的起源,以及亚里士多德与克塞诺克拉底对该名称的分化与演变)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#3

Πέμπτος τρόπος ἦν τῆς ἐπωνυμίας τῶν κατὰ φιλοσοφίαν αἱρέσεων ἀπὸ τοῦ τρόπου τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι. Κυνικοὶ δὲ ἐκλήθησαν διὰ τέσσαρας αἰτίας· ἢ γὰρ διὰ τὸ ἀδιάφορον τοῦ ζῴου, ἐπειδὴ καὶ αὐτοὶ ἀδιαφορίᾳ ἐπετήδευον ὡς οἱ κύνες δημοσίᾳ ἐσθίειν καὶ ἀφροδισιάζεσθαι καὶ ἀνυπόδετοι περιπατεῖν καὶ ἐν πίθοις καὶ ἐν τριόδοις καθεύδειν. τοῦτο δὲ ἐποίουν τοῦ φύσει καλοῦ ὀρεγόμενοι· ἔλεγον γὰρ ὅτι εἰ ἀγαθόν ἐστι, δεῖ κοινῇ καὶ ἰδίᾳ πράττεσθαι, εἰ δὲ οὐκ ἔστιν ἀγαθόν, οὔτε κοινῇ οὔτε ἰδίᾳ αὐτὸ διαπρακτέον· οὐ γὰρ ἦν παρ’ αὐτοῖς ἀλλὰ τὸ μὲν φάσθαι τὸ δὲ ἐγκεκρυμμένον εἶναι, ἀλλ’ ἦν παρ’ αὐτοῖς τὸ εἰπὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔτινα δείδια ἔμπης. αὕτη πρώτη αἰτία. δευτέρα αἰτία, ὅτι ἀναιδὲς ζῷον ὁ κύων, ἐπετήδευον δὲ καὶ αὐτοὶ τὴν ἀναίδειαν, οὐ τὴν χείρονα τῆς αἰδοῦς ἀλλὰ τὴν κρείττονα· διττὴ γὰρ ἡ ἀναίδεια, ἡ μὲν χείρων τῆς αἰδοῦς ἡ δὲ κρείττων, ἥ τ’ ἄνδρας μέγα σίνεται ἥ δ’ ὀνίνησι. ταύτην οὖν τὴν ἀναίδειαν ἐπετήδευον τὴν κρείττονα αἰδοῦς, οἷον ὑλακτοῦντες κατὰ τῶν ἀλλοτρίων τῆς αὑτῶν φιλοσοφίας. τρίτη αἰτία, ὅτι φρουρητικὸν ζῷον ὁ κύων· ἐφρούρουν δὲ καὶ αὐτοὶ τὰ δόγματα τῆς φιλοσοφίας διὰ τῶν ἀποδείξεων καὶ μέγα ἐφρόνουν ἐπὶ τούτῳ· φαίη γὰρ ἂν ἡ τύχη πρὸς Ἀντισθένην τὸν προστάτην τῆς αἱρέσεως ταύτης οὕτως ἐννέα δὴ προέηκα τανυγλώχινας ὀϊστούς, τοῦτον δ’ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα, ὅτι, φησί, τοσαύτας αὐτῷ συμφορὰς ἐπήγαγον,1 καὶ οὐκ ἠδυνήθην αὐτοῦ καταβαλεῖν τὸ φρόνημα. αὕτη καὶ ἡ τρίτη αἰτία. τετάρτη δὲ ὅτι διακριτικὸν ζῷον ὁ κύων γνώσει καὶ ἀγνοίᾳ τὸ φίλον καὶ τὸ ἀλλότριον ὁρίζον· ὃν γὰρ γινώσκει, νομίζει φίλον εἶναι, καὶ εἰ ῥόπαλον ἐπιφέροιτο, ὃν δ’ ἀγνοεῖ, ἐχθρόν, καὶ εἰ δέλεαρ ἐπιφερόμενος εἴη· οὕτως οὖν καὶ οὗτοι τοὺς μὲν ἐπιτηδείους πρὸς φιλοσοφίαν φίλους ἐνόμιζον καὶ εὐμενῶς ἐδέχοντο, τοὺς δὲ ἀνεπιτηδείους ἀπήλαυνον δίκην κυνῶν κατ’ αὐτῶν ὑλακτοῦντες. διὸ καὶ ὁ Πλάτων ἐν τῷ Γοργίᾳ φησὶν ὅτι ἔχει τινὰ σοφίαν ὁ κύων διακρίνειν φίλον ἀπὸ ἐχθροῦ. καὶ τὸ διακρίνειν δὲ ἀλήθειαν καὶ ψεῦδος μόνου φιλοσόφου. οὕτως καὶ ὁ πέμπτος τρόπος. Ἕκτος δὲ τρόπος ἀπὸ τοῦ τέλους, ὥσπερ οἱ Ἡδονικοί· τέλος γὰρ τῶν ὄντων τὴν ἡδονὴν ἔλεγον· ὧν τῆς φιλοσοφίας κατῆρξεν Ἐπίκουρος, ᾧ συνήκμασεν ὁ Μένανδρος. οὗτοι δὲ οἱ Ἐπικούρειοι καὶ μέχρι τῶν οὐρανίων ἵστων τὴν πρόνοιαν, ἵνα μὴ πράγματα σχῇ τὸ θεῖον περιεργαζόμενον τὰ τῇδε. μέμνηται δὲ τῆς δόξης ταύτης καὶ Μένανδρος ἐν τοῖς Ἐπιτρέπουσιν, ἡνίκα φησὶν οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν, ὡς ἀγαθόν τε καὶ κακὸν καθ’ ἡμέραν νέμειν ἑκάστῳ σμικρὸν ἦν; οὗτοι ἔλεγον τέλος εἶναι τὴν ἡδονήν, οὐ τὴν αἰσχρὰν δῆθεν τὴν δι’ ἀφροδισίων καὶ ἄλλων ἡδυπαθειῶν, ἀλλὰ τὴν ἀσχολίαν τῶν παθῶν καὶ καταστηματικήν, τὴν καθιστῶσαν τὴν ψυχὴν ὥστε μὴ πάσχειν αἰσχρόν τι πάθος· οὐδὲ γὰρ ἡδονὴ τέλος τῆς φύσεως·2 οὐδὲ γὰρ διὰ τοῦτο ἐνεργεῖ ἡ φύσις, ἵνα ἡδώμεθα, ἀλλὰ συνέπλεξεν ἡδονὴν τῇ ἐνεργείᾳ οἷον δελεάσασα καὶ γοητεύσασα ἡμᾶς δι’ αὐτῆς πρὸς τὸ ἐπίμοχθον τῶν ἐνεργειῶν· ἐπίμοχθον γὰρ μὴ πεινῶντα ἐσθίειν καὶ μὴ διψῶντα πίνειν. ἡ ἡδονὴ οὖν οὐκ ἔστι τέλος, ἀλλ’ ἕπεται ἤτοι συμπλέκεται τῇ κατὰ φύσιν ἐνεργείᾳ, ὥσπερ ἡ σκιὰ τῷ ἐν φωτὶ βαδίζοντι. οὕτως καὶ ὁ ἕκτος τρόπος. Ἕβδομος τρόπος τῆς ἐπωνυμίας τῶν κατὰ φιλοσοφίαν αἱρέσεων ὁ ὀνομασθεὶς ἀπό τινος συμβεβηκότος, ὡς οἱ Περιπατητικοὶ ἀπὸ τοῦ Πλάτωνος κατὰ περίπατον τὰς συνουσίας ποιουμένου διὰ τὸ ἅμα τῇ ψυχῇ τὸ σῶμα γυμνάζειν. καὶ τῶν ἀνθρωπίνων ἀναχωρήσαντος διαδέχεται τὴν σχολὴν αὐτοῦ Σπεύσιππος ὁ υἱὸς τῆς Πρωτώνης ἀδελφῆς τοῦ Πλάτωνος· οὐκ ἐτύγχανε γὰρ τηνικαῦτα παρὼν ὁ Ἀριστοτέλης· μετασταλεὶς γὰρ ἦν ὑπὸ Φιλίππου ἐν Μακεδονίᾳ ἐπὶ τῷ παιδεῦσαι τὸν υἱὸν αὐτοῦ Ἀλέξανδρον, ὃν παραλαβὼν οὕτως ἐπιμελῶς ἐπαίδευσε τὴν βασιλικὴν ἐπιστήμην ὡς ἐπιλέγειν τὸν Ἀλέξανδρον, ἡνίκα μηδένα ὠφέλησεν, ὅτι ‘σήμερον οὐκ ἐβασίλευσα· οὐδένα γὰρ εὐεργέτησα’. καί ποτε τοῦ Ἀριστοτέλους εἰπόντος ὅτι ἄπειροι κόσμοι κατὰ Δημόκριτον, ἐπιδακρῦσαί φασι τὸν Ἀλέξανδρον, ὅτι οὐδ’ ἑνὸς ὅλου κόσμου ἠδυνήθη ἐπικρατῆσαι. ἐκεῖθεν δὲ ὑποστρέψας ὁ Ἀριστοτέλης διαδέχεται τὴν σχολὴν τοῦ Σπευσίππου σὺν Ξενοκράτει, καὶ ἀμφότεροι ἐλέγοντο Περιπατητικοὶ τοῖς τόποις διαφέροντες· οἱ μὲν γὰρ ἐκαλοῦντο Λύκειοι Περιπατητικοί, ὡς οἱ Ἀριστοτελικοί, οἱ δὲ ἄλλοι Ἀκαδημαϊκοὶ Περιπατητικοί, ὡς οἱ τοῦ Ξενοκράτους. τῷ χρόνῳ δέ, οἷα συμβαίνει, ἐξέλιπε 〈τῶν〉 μὲν τὸ ὄνομα τοῦ τόπου3 καὶ ἐκαλοῦντο Περιπατητικοὶ χωρὶς τοῦ Λύκειοι, τῶν δὲ Ξενοκρατείων τὸ τῆς ἐνεργείας ὄνομα ἐξέλιπε καὶ ἐκαλοῦντο Ἀκαδημαϊκοί.

哲学各派命名的第五种方式源于生活方式,正如犬儒派哲学家一样。他们被称为犬儒派乃是出于四个原因:其一是因为这种动物的无差别[不加讲究],因为他们自己也像狗一样实行无差别,在众人面前饮食和行房,赤足行走,并在瓦罐和三岔路口睡觉。他们这样做是出于对本性上美善之物的追求;因为他们说,如果某事是善的,就应当公开地且私下里实行,如果不是善的,则无论公开还是私下都不该去行;因为在他们看来,不存在口中说一套而心中隐匿另一套,而秉持着“说出来吧,公开地说,因为我绝不畏惧任何人”。这是第一个原因。第二个原因是因为狗是一种不知羞耻的动物,而他们自己也操行不知羞耻,但不是劣于羞耻的不知羞耻,而是优于羞耻的不知羞耻;因为不知羞耻有两种,一种劣于羞耻,另一种优于羞耻,“它既大大危害人们,又使人们得益”。因此他们操行这种优于羞耻的不知羞耻,就像是对着异于他们自身哲学的人吠叫一样。第三个原因是因为狗是一种守卫的动物;而他们自己也通过论证来守卫哲学的诸项信条,并对此深感自豪;因为命运会对这一派别的开山鼻祖安提斯泰尼如此说:“我固然射出了九支锐箭,却无法击倒这条狂犬”——他说,这是因为尽管向他降下了如此多的灾祸,我却未能击垮他的气魄。这也是第三个原因。第四是因为狗是一种具有辨别力的动物,依凭知晓与不知晓来界定朋友和异己;因为凡是它所知晓的人,即便手持木棒前来,它也视作朋友;而凡是它所不知晓的人,即使带着诱饵前来,它也视作仇敌;因此,这些人也将适合从事哲学的人视作朋友而温和地接纳,而不适合的人则像狗一样对着他们吠叫而将其驱逐。正因如此,柏拉图在《高尔吉亚篇》中也说,狗具有某种分辨敌友的智慧。而辨别真与假唯独属于哲学家。第五种方式便是如此。 第六种方式源于目的,正如快乐派;因为他们说存在者的目的是快乐;伊壁鸠鲁开创了他们的哲学,米南德与他同时代达到鼎盛。这些伊壁鸠鲁派人士也将摄理止步于天体,以免神明因管辖尘世诸事而惹上麻烦。米南德在《仲裁篇》中也提到了这一见解,他说:“难道你以为诸神有如此多的闲暇,以至于每天把给每个人分配善恶当作一件微不足道的事?”这些人说快乐是目的,当然不是指源于性事和其它感官享受的可耻快乐,而是免于激情的安闲以及静止态的快乐,即安顿灵魂以使其不遭受任何可耻激情的快乐。然而快乐并非自然的目的;因为自然并非为了让我们感到快乐而活动,而是将快乐编织于活动之中,仿佛通过快乐来引诱并吸引我们去承受各项活动的辛劳;因为在不饥饿时吃和不口渴时饮乃是辛劳的。因此,快乐并不是目的,而是随附或编织在合乎自然的活动之中,恰如影子伴随着在光中行走的人。第六种方式便是如此。 哲学各派命名的第七种方式是因某种附带情状而得名,正如漫步派得名于柏拉图为了兼顾灵魂与肉体的锻炼而在散步中举行会谈。在他离世之后,柏拉图的姐妹普罗托涅之子斯派西波继承了他的学园;因为当时亚里士多德恰好不在场;他已被腓力召往马其顿去教育其子亚历山大,亚里士多德接管后极为审慎地向他传授王者之术,以至于亚历山大在未能利益任何人时便会加上一句:“今天我没有作王,因为我未曾施惠于任何人。”又据说有一次亚里士多德说到根据德谟克利特有无尽个世界时,亚历山大潸然泪下,因为他甚至连一个完整的世界都未曾能够征服。亚里士多德从那里返回后,与克塞诺克拉底一同继承了斯派西波的学派,两者都被称为漫步派,在地点上有所区别;因为一派被称为吕克昂的漫步派,如亚里士多德派,另一派则被称为学园的漫步派,如克塞诺克拉底派。但随着时间的推移,正如常有之事,前者的地名脱落,被不带“吕克昂”地称为漫步派,而克塞诺克拉底一派的活动之名则脱落,被称为学园派。

语法注3 条
  1. 1.0ὅτι, φησί, τοσαύτας αὐτῷ συμφορὰς ἐπήγαγον

    通过插入语 φησί,注释者以自己的陈述来解释和发挥方才引用的拟人化命运的诗句(φαίη γὰρ ἂν ἡ τύχη...)。ὅτι 小句中的动词 ἐπήγαγον 以及后文的 ἠδυνήθην 均为第一人称直陈语气不定过去时,直接再现了命运(τύχη)立场的独白内容。

  2. 1.0οὐδὲ γὰρ ἡδονὴ τέλος τῆς φύσεως

    否定连词 οὐδέ 在此引入了注释者立足于亚里士多德主义立场,对前文所述伊壁鸠鲁派静止态快乐定义的反驳与修正。通过断定快乐根本不是自然的目的,论述视角从介绍学派信条转向了对快乐本质的哲学判定。

  3. 1.0ἐξέλιπε 〈τῶν〉 μὲν τὸ ὄνομα τοῦ τόπου

    校勘所补入的 〈τῶν〉 与后文的 τῶν δὲ Ξενοκρατείων 相应,充当由 ἐξέλιπε 所引出的夺格性属格(“从……中脱落/消失”)或所有格。句子的语法主语是其后的中性名词短语 τὸ ὄνομα τοῦ τόπου。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:111.1-113.2