← 埃利亚斯

亚里士多德《范畴篇》注释

§109.4-110.30

依活动场所与评判方式命名的学派及对怀疑派的辨析

本节论述了哲学各学派命名的第三种(活动场所)与第四种(哲学评判与态度)方式,介绍了斯多亚派名称的由由、埃利亚的芝诺与安提斯泰尼的轶事、悬疑派(怀疑派)的命名与其特征、该派与普罗泰戈拉派的对立、柏拉图与亚里士多德对两派的反驳,以及论证柏拉图自身并非悬疑派。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#2

Ἢ ἀπὸ τοῦ τόπου, ἐν ᾧ τὰς διατριβὰς ἐποιοῦντο, ὡς οἱ Στωϊκοὶ διὰ τὴν ἐν τῇ Ἀττικῇ ποικίλην στοάν, ἐν ᾗ ἐπαίδευε Ζήνων ὁ Κιττιεύς, οὐχ ὁ Ἐλεάτης ὁ καὶ Παρμενίδειος ὁ ἀμφοτερόγλωσσος, περὶ οὗ εἴρηται ἀμφοτερογλώττοιο μέγα σθένος οὐκ ἀλαπαδνὸν Ζήνωνος.1 ἀμφοτερόγλωσσος δ’ ἐκλήθη οὐχ ὅτι διαλεκτικὸς ἦν, ὡς ὁ Κιττιεύς, καὶ τὰ αὐτὰ ἀνεσκεύαζε καὶ κατεσκεύαζεν, ἀλλ’ ὅτι τῇ ζωῇ διαλεκτικὸς ἦν ἄλλα μὲν λέγων ἄλλα δὲ φρονῶν· ἐρωτηθεὶς γὰρ οὗτός ποτε ὑπό του τυράννου τίνες εἰσὶν οἱ μάλιστα ἐπιβουλεύοντες τῇ τυραννίδι αὐτοῦ, τοὺς δορυφόρους ἔδειξεν· ὁ δὲ πεισθεὶς καὶ ἀνελὼν αὐτοὺς διεφθάρη· ἀγαθὸν γὰρ ἐνόμισε τὸ ψεύσασθαι διὰ τὴν τοῦ τυράννου ἀναίρεσιν. καὶ τῷ οἰκείῳ διδασκάλῳ ποτὲ Παρμενίδῃ ἓν λέγοντι τὸ ὂν καὶ τὸ εἶδος, ἐκ τῆς ἐνεργείας πολλὰ τὰ ὄντα, συντίθησιν ἐκ τεσσαράκοντα ἐπιχειρημάτων ὅτι ἓν τὸ ὄν, ἀγαθὸν νομίσας τῷ οἰκείῳ συμμαχεῖν διδασκάλῳ. καί ποτε πάλιν τῷ αὐτῷ συνηγορῶν διδασκάλῳ ἀκίνητον λέγοντι τὸ ὄν, διὰ πέντε ἐπιχειρημάτων κατασκευάζει ὅτι ἀκίνητον τὸ ὄν· οἷς ἀντειπεῖν μὴ δυνηθεὶς Ἀντισθένης ὁ Κυνικὸς ἀναστὰς ἐβάδισε, νομίσας ἰσχυροτέραν εἶναι πάσης τῆς διὰ λόγων ἀντιλογίας τὴν διὰ τῆς ἐνεργείας ἀπόδειξιν. οὕτω μὲν καὶ ἀπὸ τοῦ τόπου τῆς συνουσίας. Ἢ ἀπὸ τῆς ἐν τοῖς φιλοσόφοις ἐπικρίσεως, ὡς οἱ Ἐφεκτικοί· οὗτοι γὰρ ἀκαταληψίαν δοξάζοντες ἐπεῖχον τὰς λύσεις τῶν προτάσεων. ἐκλήθη δὲ καὶ τρίπους ἡ αἵρεσις αὐτῶν, ἐπειδὴ τριπλᾶς ἐποιοῦντο τὰς ἀποκρίσεις· ἐρωτώμενοι γὰρ ὅ τι ἡ ψυχή, θνητὴ ἢ ἀθάνατος, ἔλεγον ὅτι ἢ θνητὴ ἢ ἀθάνατος ἢ ἀμφότερα ἢ οὐδέτερον. ἐκλήθη δὲ καὶ ἀπορηματικὴ διὰ τὸ ἀπορεῖν μόνον καὶ μὴ ἐπιλύεσθαι. οὗτοι δὲ ἀντίκεινται τοῖς Πρωταγορείοις· οἱ γὰρ Πρωταγόρειοι τἀληθὲς ἐπρέσβευον, λέγοντες ὅτι τὸ δοκοῦν ἑκάστῳ ἀληθές ἐστιν. ἐλέγχει δὲ ὁ Πλάτων ἰδίᾳ ἑκατέρους, τοὺς μὲν Ἐφεκτικοὺς ἐν τῷ Θεαιτήτῳ λέγων πρὸς αὐτοὺς οὕτως· ὅτι ‘κατειληφότες λέγετε μὴ εἶναι κατάληψιν ἢ μὴ κατειληφότες;2 καὶ εἰ μὲν κατειληφότες, ἰδοὺ ἔστι κατάληψις· εἰ δὲ μὴ κατειληφότες, οὐ πειθόμεθα ὑμῖν μὴ κατειληφόσιν ὅτι ἔστιν ἀκαταληψία’. τοὺς δὲ Πρωταγορείους ἐλέγχει ἐν τῷ Πρωταγόρᾳ διαλόγῳ λέγων οὕτως· ὅτι ‘ἡμεῖς, ὦ Πρωταγόρα, λέγοντές σε δοξάζειν κακῶς ἀληθεύομεν ἢ ψευδόμεθα; εἰ μὲν γὰρ ἀληθεύομεν, σὺ ψεύδῃ, καὶ ἰδοὺ ἔστι τὸ ψεῦδος· εἰ δὲ ψευδόμεθα σοῦ ἀληθεύοντος, ἰδοὺ πάλιν ἔστι τὸ ψεῦδος. ψεύδῃ οὖν, κἄν τε ἀληθεύῃς κἄν τε ψεύδῃ’. καὶ ἐπάγει λέγων ὅτι Πρωταγόρας ψεύδεται, κἄν τε ἀληθεύῃ κἄν τε ψεύδηται. ὁ δὲ Ἀριστοτέλης δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ ἐπιχειρήματος ἐλέγχει διὰ τὸ ἀξίωμα τῆς ἀντιφάσεως· εἰ γὰρ οἱ μὲν πάντῃ ψευδῆ δοξάζουσιν οἱ δὲ πάντῃ ἀληθῆ, ἀντίφασις τὸ τοιοῦτον, οὐδέποτε δὲ ἡ ἀντίφασις συναληθεύει· οὐδὲ γὰρ πάντως ἀληθῆ οὐδὲ πάντως ψευδῆ. ταύτης δὲ τῆς αἱρέσεως ἐνόμισάν τινες καὶ τὸν Πλάτωνα εἶναι διὰ τὸ κεχρῆσθαι διστακτικοῖς προσρήμασι, λέγοντα ‘δοκῶ μοι’ καὶ ‘ἴσως’ καὶ ‘τάχα’ καὶ ‘ὑπολαμβάνω’. ἀλλὰ ταῦτα μὲν ὁ Πλάτων δι’ ἀκρίβειαν ἔλεγεν, οὔτε δὲ ὁ ἀκριβὴς πάντως ἐφεκτικὸς οὔτε ὁ ἐφεκτικὸς ἀκριβής. πλὴν οὐκ ἐφεκτικὸς ὁ Πλάτων· ἔστι γὰρ πολλαχοῦ ἀκοῦσαι αὐτοῦ λέγοντος καὶ ἀποφαινομένου, ὅπῃ ἔλεγεν ὡς κατὰ τὸν ποιητήν, ἐν μὲν τῷ Φαίδρῳ ὅτι ἡ ψυχὴ πᾶσα ἀθάνατος καὶ ἐν τῷ Φαίδωνι ὅτι ἀδαμαντίνοις δεῖ δεσμοῖς τὴν δόξαν ταύτην ἔχοντα περὶ τῆς ἀθανασίας τῆς ψυχῆς εἰς Ἅιδου ἰέναι, κἀν τοῖς Νόμοις ὅτι ἀληθέστερα τὰ νῦν λεγόμενα τοῦ τὴν Κρήτην νῆσον εἶναι3 (ἐν Κρήτῃ γὰρ τὰς διατριβὰς ἐποιεῖτο· οὐ γὰρ ἠξίου ἔτι σκηνὰς τῶν αὑτοῦ διαλόγων ποιεῖσθαι τὰς Ἀθήνας διὰ τὰ συμβάντα ἐπὶ Σωκράτει), καὶ ἐν τῇ Πολιτείᾳ φησὶν ὅτι μισθωσώμεθα κήρυκα Στέντορος μεγαλοφωνότερον, ὅστις ἀναβὰς ἐφ’ ὑψηλοῦ βήματος ἀναβοήσει ὡς ὁ μὲν δίκαιος εὐδαίμων, καὶ εἰ λάθῃ πάντας ἀνθρώπους τοιοῦτος ὢν καὶ διὰ τοῦτο ἄδικος νομιζόμενος μαστιγοῖτο, ὁ δὲ ἄδικος ἄθλιος, καὶ εἰ λάθῃ πάντας ἀνθρώπους τοιοῦτος ὢν καὶ διὰ τοῦτο δίκαιος νομιζόμενος τιμῷτο ὑπὸ πάντων. ἐπεξέτεινα δ’ ἂν τὰς χρήσεις τοῦ Πλάτωνος κατασκευαζούσας ὅτι οὐκ ἦν ἐφεκτικός, εἰ μὴ ὅτι πρόλογος νῦν Ἀριστοτελικῶν πρόκειται,4 οὐχὶ δὲ Πλατωνικῶν.

或者源自他们从事研习的场所,正如斯多亚派因阿提卡的彩绘柱廊得名一样,基提翁的芝诺曾在这座柱廊中施教——并非那位埃利亚人、巴门尼德的追随者、双舌的芝诺,关于他曾有诗云:“双舌芝诺之伟大力量非属易制。”他被称为双舌,并非因为他像基提翁的芝诺那样是论辩性的且能对同一事物既反驳又确立,而是因为他在生活中是论辩性的,言非所想。因为有一次某僭主问他是谁最图谋反抗其僭主统治时,他指了卫队;而僭主听信并除掉了卫队,自身因而灭亡;因为他认为为了铲除僭主而说谎是善的。又有一回,当他自己的老师巴门尼德主张存在与形式是一,而由现实活动来看存在者是多时,他从四十个论据出发构建了存在是一,因为他认为襄助自己的老师是善的。又有一次,他再次为同一位主张存在是不动的老师辩护,通过五个论据确立了存在是不动的;对此无法反驳的犬儒派安提斯泰尼站起身来走开了,因为他认为通过活动的证明比通过言辞的一切反驳都更有力。源自聚会场所的命名便是如此。 或者源自哲学家们中间的评判[态度],例如悬疑派;因为这些人主张不可把握性,因而悬搁对命题的解答。他们的学派也被称为“三脚”,因为他们做出三重回答;因为当被问及灵魂是什么、是有死的还是不死的时,他们便说要么是有死的,要么是不死,要么二者兼是,要么二者皆非。它又因仅提出疑难而不予以解决而被称为“疑难派”。然而这些人与普罗泰戈拉派相对立;因为普罗泰戈拉派尊奉真理,主张凡在各人看来如此者皆为真。而柏拉图分别反驳了这两派:他在《泰阿泰德篇》中对悬疑派如此说来反驳他们:“你们是在把握了之后说不存在把握,还是在没有把握的情况下说的?如果是把握了之后,看哪,把握便存在;如果是没有把握,我们便不相信未加把握的你们所说的存在不可把握性。”他在对话录《普罗泰戈拉篇》中反驳普罗泰戈拉派时如此说道:“普罗泰戈拉啊,我们说你持有错误意见,我们是说真话还是在说谎?因为如果我们说的是真话,你便在说谎,看哪,虚妄便存在;如果我们在说谎而你说了真话,看哪,虚妄再次存在。因此无论你说了真话还是在说谎,你都在说谎。”他又接着说,无论普罗泰戈拉说了真话还是说了假话,他都在说谎。而亚里士多德则通过矛盾律,借助同一个论据反驳他们:因为如果一方在各方面都主张虚妄,而另一方在各方面都主张真实,这样的事乃是矛盾,而矛盾绝不可能同时为真;因为事物既不可能全然为真,也不可能全然为假。然而有些人认为柏拉图也属于这个学派,因为他习惯使用表示犹疑的用语,常说“依我看”、“或许”、“大概”和“我设想”。但柏拉图说这些话是出于严谨,而严谨者未必在一切情况下都是悬疑派,悬疑派也非严谨者。无论如何,柏拉图并不是悬疑派;因为在许多地方都能听到他如同依照诗人之言那样在陈述并断言:在《斐德罗篇》中说一切灵魂是不死的,在《斐多篇》中说必须带着关于灵魂不死之意见并以金刚石之锁系住它走向哈得斯,在《法律篇》中说现在所言之事比克里特是一座岛屿还要真实(因为他在克里特从事研习;由于苏格拉底所遭遇之事,他不再认为将雅典作为自己对话录的舞台是恰当的),并且在《国家篇》中他说:让我们雇一位声音比斯滕托尔更洪亮的发令官,让他登上高台高声呼喊:正义之人即使其身为正义者瞒过了所有人,并因此被视作不正义者而遭鞭笞,他也是幸福的;而不正义之人即使其身为不正义者瞒过了所有人,并因此被视作正义者而受众人尊崇,他也是悲惨的。要不是现在摆在面前的是亚里士多德著作的导论而非柏拉图著作的导论,我本会进一步展开确立柏拉图并非悬疑派的那些引证。

语法注4 条
  1. 1.0ἀμφοτερογλώττοιο μέγα σθένος οὐκ ἀλαπαδνὸν Ζήνωνος

    带有史诗形态(属格 -οιο)的六音步诗行引文。主语是 μέγα σθένος Ζήνωνος(“芝诺之大能”,即史诗特有的委婉表达,意指“强大的芝诺”),οὐκ ἀλαπαδνόν(非易摧毁的、非软弱的)作表语形容词。

  2. 1.0κατειληφότες λέγετε μὴ εἶναι κατάληψιν ἢ μὴ κατειληφότες;

    分词 κατειληφότες 与 μὴ κατειληφότες 作为与主语(你们)一致的状语分词,表示方式或条件:“你们是在把握了之后说……,还是在未把握的情况下说……?”随后的语句 καὶ εἰ μὲν κατειληφότες... εἰ δὲ μὴ κατειληφότες 进一步明确了其条件含义。

  3. 1.0ἀληθέστερα τὰ νῦν λεγόμενα τοῦ τὴν Κρήτην νῆσον εἶναι

    紧接比较级 ἀληθέστερα 之后的带冠词不定式短语 τοῦ τὴν Κρήτην νῆσον εἶναι 作比较属格:“现在所言之事(主语)比克里特是一座岛屿(比较基准)还要真实”。

  4. 1.0ἐπεξέτεινα δ’ ἂν τὰς χρήσεις τοῦ Πλάτωνος... εἰ μὴ ὅτι πρόλογος νῦν Ἀριστοτελικῶν πρόκειται

    一种非真实条件句结构,归结分句使用不定过去时直说语气加 ἄν(ἐπεξέτεινα ἄν),条件分句则采用习惯用法 εἰ μὴ ὅτι(“要不是因为……”,后接直说语气):“若非现在提出的是亚里士多德著作的导论,我本会进一步展开柏拉图的引证”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:109.4-110.30