← 埃利亚斯

亚里士多德《范畴篇》注释

§107.3-109.4

亚里士多德哲学导论的十个要点

埃利亚斯提出了学习亚里士多德哲学的十个导论性要点(命名、著作分类、阅读次序、目的、居间路径、听讲者、注解者、文风、晦涩的原因、预备知识),论证了这些要点如何从哲学实存与接受的划分中系统地推导出来,并着手阐述第一要点,即哲学学派的定义及其命名方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#1

Τῶν Ἀριστοτελικῶν ἀρχόμενοι λόγων εὐθὺς ἐκ θυρῶν φίλα τῷ Ἀριστοτέλει διαπραξώμεθα καὶ τὴν φίλην αὐτῷ συντομίαν συνόψει συντομωτάτῃ περιβάλωμεν· σύνοψις γὰρ καὶ συντομία φίλαι τῷ Ἀριστοτέλει, Πυθαγορείῳ κατ’ ἀλήθειαν γεγονότι καὶ τὴν Πυθαγόρου σιωπὴν εἰς τὴν γείτονα βραχυλογίαν μεταγαγόντι. δέκα δέ τισι κεφαλαίοις περικλείομεν τὴν αὐτοῦ φιλοσοφίαν. καὶ πρῶτόν ἐστι τῶν δέκα διὰ τί οὕτως ὠνομάσθη ἡ Ἀριστοτέλους φιλοσοφία, Περιπατητική. ἀλλ’ ἐπειδὴ τοῦτο μερικὸν καὶ ἀφιλόσοφον (φιλοκαθόλου γὰρ ὁ φιλόσοφος), τὰ καθόλου ζητείσθω διὰ τίνας καὶ πόσας αἰτίας ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις. δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτελικῶν συγγραμμάτων πολλῶν ὄντων, χιλίων τὸν ἀριθμόν, ὥς φησι Πτολεμαῖος ὁ Φιλάδελφος ἀναγραφὴν αὐτῶν ποιησάμενος καὶ τὸν βίον αὐτοῦ καὶ τὴν διάθεσιν. τρίτον πόθεν δεῖ ἄρχεσθαι τῶν Ἀριστοτελικῶν συγγραμμάτων. τέταρτον τί τὸ τέλος αὐτῶν. καὶ ἐπειδὴ ὅπου ἀρχὴ καὶ τέλος, ἔστι τι καὶ μεταξύ, πέμπτον ζητείσθω τίς ἡ μεταξὺ ὁδός. ἕκτον ποῖον δεῖ εἶναι τὸν ἀκροατὴν κατὰ ζωὴν καὶ γνῶσιν. ἕβδομον ποῖον δεῖ εἶναι τὸν ἐξηγητήν· μηδὲ γὰρ οὗτος ἐκφευγέτω τὴν βάσανον διὰ τὸ ἀξίωμα τοῦ ἐξηγητοῦ, ἀλλ’ εὐθύνας διδότω ὁποῖός ἐστιν. ὄγδοον τί τὸ εἶδος τῆς φράσεως αὐτοῦ. ἔνατον διὰ τί ἀσάφειαν ἐπετήδευσεν· οὐδὲ γὰρ ἦν φύσει τοιοῦτος, ὡς δηλοῦσιν αἱ Ἐπιστολαὶ αὐτοῦ σαφεῖς οὖσαι καὶ οἱ Τόποι καὶ τὰ Μετέωρα πάνυ σαφῆ ὄντα. δέκατον κεφάλαιον πόσα καὶ τίνα δεῖ προλαμβάνειν παντὸς Ἀριστοτελικοῦ βιβλίου. Ταῦτα πάντα τοῦ Πρόκλου λέγοντος δεῖν προλαμβάνειν ἀρχομένους τῶν Ἀριστοτελικῶν συνταγμάτων ἐν τῇ συναναγνώσει (σύνταγμα δὲ τούτου Πρόκλειον), καὶ τὴν αἰτίαν μὴ προστιθέντος,1 φέρε ἡμεῖς ἐκ διαιρέσεώς τινος προσθῶμεν καὶ τὴν αἰτίαν. ἡ δὲ διαίρεσις πρόεισιν οὕτως περιέχουσα· ἡ Ἀριστοτέλους φιλοσοφία καὶ ὀνομάζεται καὶ ὑφέστηκε. καὶ ἐπειδὴ ὀνομάζεται, ζητοῦμεν πρῶτον διὰ τί οὕτως ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις καὶ διὰ τί Περιπατητικὴ ἡ τοῦ Ἀριστοτέλους ἐκλήθη φιλοσοφία. ἐπειδὴ δὲ ὑφέστηκεν, ἢ καθ’ ἑαυτὴν ὑφέστηκε νόμῳ τέχνης καὶ ἐπιστήμης ἢ πρὸς ἡμᾶς ὡς διδακτή. ἐπειδὴ οὖν καθ’ ἑαυτὴν ὑφέστηκεν, ἢ ἀπὸ τῶν τελείων ἐπὶ τὰ ἀτελῆ καὶ μερικώτερα χωρεῖ ἢ ἀπὸ τῶν ἀτελῶν ἐπὶ τὰ τέλεια, καὶ ζητοῦμεν τίς ἡ ἀρχή, τί τὸ τέλος, τίς ἡ μεταξὺ ὁδός. καὶ οὕτως μὲν εἰ καθ’ ἑαυτήν. εἰ δὲ πρὸς ἡμᾶς, ζητοῦμεν τίς ὁ ἀκροατὴς καὶ τίς ὁ ἐξηγητής. ἐπειδὴ δὲ διαιρέσεως συνταγμάτων ἐμνήσθημεν, ἐν δὲ τοῖς συντάγμασίν ἐστι καὶ λέξις καὶ διάνοια, διὰ μὲν τὴν λέξιν ζητοῦμεν τί τὸ εἶδος τῆς φράσεως καὶ διὰ τί τὴν ἀσάφειαν ἐπετήδευσε, διὰ δὲ τὴν διάνοιαν πόσα καὶ ποῖα δεῖ προλαμβάνειν κεφάλαια τῶν Ἀριστοτέλους συνταγμάτων. ταῦτα ἔχει ἡ παροῦσα θεωρία. Πρῶτον κεφάλαιον ἦν τῶν περικλειόντων τὴν Ἀριστοτέλους φιλοσοφίαν τὸ ζητῆσαι κατὰ πόσους καὶ τίνας τρόπους ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις. καὶ δεῖ εἰδέναι ὅτι κατὰ ἑπτὰ τρόπους· ἢ γὰρ ἀπὸ τοῦ αἱρεσιάρχου, ὡς Πλατωνικοὶ καὶ Ἀριστοτελικοί, ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ὡς Κυρηναϊκοὶ δι’ Ἀρίστιππον τὸν Κυρηναῖον. ἀλλ’ ἐπειδὴ οὐκ ἀκριβῶς δυνάμεθα παρακολουθεῖν τοῖς λεγομένοις, εἰ μὴ πρῶτον γνῶμεν τί ἐστιν αἵρεσις, φέρε πρότερον περὶ αὐτῆς εἴπωμεν. αἵρεσίς ἐστι ἀνδρῶν ἀστείων δόξα πρὸς μὲν ἑαυτοὺς συμφωνούντων πρὸς δὲ ἄλλους διαφωνούντων.2 καὶ καλῶς εἶπεν ‘ἀνδρῶν’ καὶ οὐκ ἀνδρός· ἑνὸς γὰρ ἀνδρὸς δόξα αἵρεσιν οὐ ποιεῖ· θέσις γὰρ τότε γίνεται, ὡς ἡ Ἡρακλείτου ὅτι πάντα κινεῖται, ἡ Παρμενίδου ὅτι ἓν τὸ ὂν καὶ ἀκίνητον, ἡ Ἀντισθένους ὅτι οὐκ ἔστιν ἀντιλέγειν· θέσις γάρ ἐστι παράδοξος ὑπόληψις ἑνὸς τῶν κατὰ φιλοσοφίαν γνωρίμων. τὸ δὲ ‘ἀστείων’ καὶ αὐτὸ καλῶς πρόσκειται, ἵν’ ὦσιν ἀξιόλογοι καὶ ἐπιστήμονες· ἐὰν γὰρ ὦσιν εἰκαιολόγοι καὶ ἀγελαῖοι, οὐ ποιοῦσιν οὐδὲ τέχνην οὐδὲ ἐπιστήμην. ‘πρὸς ἑαυτοὺς συμφωνούντων καὶ πρὸς ἄλλους διαφωνούντων’· ἐὰν γὰρ καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς ἄλλους συμφωνῶσιν, οὐ ποιοῦσιν αἵρεσιν ἀλλὰ τὸ ἀντικείμενον τῇ αἱρέσει, τοῦτ’ ἔστι κοινὴν ἔννοιαν· χαρακτηρίζει γὰρ τὴν αἵρεσιν συμφωνία μετὰ διαφωνίας, καὶ οὐκ ἐν τοῖς τυχοῦσιν ἀνθρώποις ἀλλ’ ἐν ἀστείοις καὶ ἀξιολόγοις. καὶ ταῦτα μὲν περὶ τῆς αἱρέσεως. δεῖ δὲ εἰδέναι ὅτι κατὰ ἑπτὰ τρόπους ὀνομάζονται αἱ κατὰ φιλοσοφίαν αἱρέσεις· ἢ γὰρ ἀπὸ τοῦ αἱρεσιάρχου, ὡς Πλατωνικοὶ καὶ Ἀριστοτελικοί, ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ὡς Κυρηναϊκοὶ δι’ Ἀρίστιππον ἢ Ἐρετριεῖς διὰ Μενέδημον τὸν Ἐρετριέα ἢ Μεγαρικοὶ διὰ Τερψίωνα καὶ Εὐκλείδην τοὺς Μεγαρεῖς, ὅθεν καὶ Μεγαρικὴ φιλοσοφία, ἢ Ἠλιακοὶ διὰ Φαίδωνα τὸν ἀπὸ τῆς Ἤλιδος. καὶ οὕτω μὲν ἀπὸ τῆς τοῦ αἱρεσιάρχου πατρίδος.

在开始亚里士多德的论述之际,让我们立即从门槛起行亚里士多德所喜悦之事,并以最简短的概观来囊括为他所喜悦的简要;因为概观与简要为亚里士多德所喜悦,他确实成为了一名毕达哥拉斯主义者,并将毕达哥拉斯的沉默转移为了其比邻的简短言辞。我们用十个要点来界定他的哲学。十个要点中的第一个是:亚里士多德的哲学为何被如此命名为逍遥派?但由于这是个别的且非哲学的(因为哲学家是爱普遍者),应当探讨普遍的问题:哲学上的各个学派是因何种原因以及因多少原因而被命名的?第二:亚里士多德的著作数量繁多,多达一千部,正如记述了他的生平、性情及其著作目录的托勒密·费拉德尔甫斯所说,其划分是什么?第三:应当从亚里士多德著作的何处开始?第四:它们的目的(终点)是什么?既然凡有起点与终点之处亦必有中介,第五:应当探讨居间的道路是什么?第六:听讲者在生活与认识方面应当是怎样的人?第七:注解者应当是怎样的人?因为此人也不应因注解者的尊严而逃避审问,而应当就其是怎样的人接受审查。第八:他的文风种类是什么?第九:他为何特意运用晦涩?因为他在天性上并非如此,正如他的《书信》显得清晰,且其《论题篇》与《气象学》也全然清晰所表明的那样。第十个要点:在每部亚里士多德的著作之前,应当预先掌握多少以及哪些要点? 由于普罗克洛主张,那些在共同研读中开始研读亚里士多德著作的人必须预先掌握所有这些(且普罗克洛有一篇关于此事的论著),但并未补充其原因,来吧,让我们从某种划分出发也补充其原因。这一划分如下展开并包含:亚里士多德的哲学既被命名,又具有实在。由于它被命名,我们首先探求哲学中的各个学派为何被如此命名,以及为何亚里士多德的哲学被称为逍遥派。而由于它具有实在,它要么依技艺与科学的法则在自身中具有实在,要么对我们而言作为可教导者具有实在。因此,由于它在自身中具有实在,它要么从完全者走向不完全与更个别者,要么从不完全者走向完全者,于是我们探求起点是什么、终点是什么、居间的道路是什么。若是在自身中,情况便是如此。若是对我们而言,我们便探求听讲者是谁以及注解者是谁。又因为我们提到了著作的划分,而在著作中有文辞与思想,由于文辞,我们探求文风的种类是什么以及他为何特意运用晦涩;由于思想,我们探求在亚里士多德的著作中应当预先掌握多少以及何种要点。以上便是当前研究所包含的内容。 界定亚里士多德哲学的各个要点中,第一个是探讨哲学中的各个学派按照多少种以及何种方式被命名。应当知道,按照七种方式:因为要么源自学派创始人,如柏拉图派与亚里士多德派;要么源自创始人的故乡,如昔兰尼派因昔兰尼的阿里斯提波而得名。但是,如果我们不首先知道何为学派,就无法准确理解所说的内容,来吧,让我们先谈谈学派本身。学派是杰出人士的见解,他们彼此之间意见一致,而与他人意见不合。他说“人士”而非“一人”是恰当的;因为一人的见解不能构成学派,因为那样就会成为论题,例如赫拉克利特的“万物皆流”,巴门尼德的“存在是一且不动”,安提斯泰尼的“不可能反驳”;因为论题是哲学界知名人士之一所持的悖谬假定。而“杰出的”一词同样被恰当地附加上去,以便他们是有分量且有学识的人;因为如果他们是信口开河者与乌合之众,他们既不能创造技艺,也不能创造科学。“彼此一致而与他人不合”:因为如果他们既与自己一致又与他人一致,他们所构成的就不是学派,而是学派的对立面,即共同概念;因为规定学派特征的是伴随着分歧的一致,且这并非发生在凡夫俗子之间,而是发生在杰出且有分量的人士之中。关于学派就谈这些。应当知道,哲学中的各个学派按照七种方式命名:要么源自学派创始人,如柏拉图派与亚里士多德派;要么源自创始人的故乡,如昔兰尼派因阿里斯提波,厄勒特里亚派因厄勒特里亚的墨涅德谟,墨加拉派因墨加拉人特尔普西翁与欧几里得(由此亦称墨加拉哲学),伊利斯派因来自伊利斯的淮多。源自创始人故乡的命名便是如此。

语法注2 条
  1. 1.0Ταῦτα πάντα τοῦ Πρόκλου λέγοντος δεῖν προλαμβάνειν ἀρχομένους τῶν Ἀριστοτελικῶν συνταγμάτων ἐν τῇ συναναγνώσει (σύνταγμα δὲ τούτου Πρόκλειον), καὶ τὴν αἰτίαν μὴ προστιθέντος

    τοῦ Πρόκλου λέγοντος ... καὶ ... μὴ προστιθέντος 构成属格独立结构。表述动词 λέγοντος 统辖不定式 δεῖν,后者再统辖补足不定式 προλαμβάνειν,其逻辑主语为宾格分词 ἀρχομένους(“开始研读著作的人们”)。括号中的 σύνταγμα δὲ τούτου Πρόκλειον 为省略了 ἐστί 的名词性谓语句(意为“关于此事确有一篇普罗克洛的论著”)。

  2. 1.0ἀνδρῶν ἀστείων δόξα πρὸς μὲν ἑαυτοὺς συμφωνούντων πρὸς δὲ ἄλλους διαφωνούντων

    两个属格复数分词 συμφωνούντων 与 διαφωνούντων 一致修饰所有格/主格性属格 ἀνδρῶν ἀστείων,后者修饰主格名词 δόξα。反身代词 ἑαυτούς 在此作相互代词使用(意为“彼此之间”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:107.3-109.4