- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:99.6-100.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯注解了波菲利《导论》(17,14)中五种词项的比较,通过组合公式n(n-1)/2、递加法以及三角数求和法,论证了五种普遍概念(属、种差、种、固有属性、偶性)之间的关系总数为十项。
p. 17,14 Τὸ μὲν οὖν γένος ᾗ τῶν ἄλλων τεττάρων διαφέρει, εἴρηται. Ἐπειδὴ ἔγνωμεν τὰς σχέσεις τοῦ γένους, ἃς ἔχει πρὸς τὰς λοιπὰς φωνάς. φέρε κατὰ δίαυλόν τινα ἑτέραν ἀρχὴν προσστησάμενοι τὴν διαφορὰν εἴπωμεν τὰς σχέσεις, ἃς ποιεῖται ἡ διαφορὰ πρὸς τὰς λοιπὰς φωνάς, τοῦτ’ ἔστιν εἶδος, ἴδιον, συμβεβηκός· τοῦ μὲν γὰρ γένους αἱ πρὸς τὰς λοιπὰς φωνὰς σχέσεις τέσσαρες, ὡς μεμαθήκαμεν, πρός τε διαφορὰν καὶ εἶδος καὶ ἴδιον καὶ συμβεβηκός, τῆς δὲ διαφορᾶς τρεῖς πρὸς τὰς μετ’ αὐτήν, τοῦτ’ ἔστιν εἶδος, ἴδιον καὶ συμβεβηκός, τοῦ δὲ εἴδους δύο πρὸς τὰς ἑξῆς, ἴδιον καὶ συμβεβηκός, τοῦ δὲ ἰδίου καὶ συμβεβηκότος μία, ὡς γενέσθαι τὰς ὅλας δέκα, ὧν τέσσαρες ἤδη εἴρηνται ἡμῖν. ἀλλ’ ἵνα μὴ οὕτως ἰδιωτικῶς ἑκάστην σχέσιν ἀριθμῶμεν1 (νῦν μὲν γὰρ εὐπετὲς διὰ τὸ πέντε εἶναι τοὺς ὅρους, ἐπὶ πολλῶν δὲ ὅρων διδομένων δυσχερὲς εἰπεῖν πόσαι γίνονται2 σχέσεις)· δεῖ οὖν εἰπεῖν μέθοδόν τινα, δι’ ἧς δυνηθῶμεν ὅσων δήποτε ὅρων δοθέντων εἰπεῖν τὸν ἀριθμὸν τῶν σχέσεων. ἔστι δὲ ἡ μέθοδος αὕτη· δεῖ λαβεῖν πάντας τοὺς ἀναδιδομένους ὅρους, ὅσοι ἂν ὦσι, καὶ πολλαπλασιάσαι ἐπὶ τὸν μονάδι ἐλάττονα3 καὶ τῶν συναγομένων λαβεῖν τὸ ἥμισυ καὶ τοσαύτας ἀποφαίνεσθαι εἶναι τὰς σχέσεις· ὥσπερ ἐνταῦθα πέντε οὐσῶν τῶν φωνῶν δεῖ πολυπλασιάσαι ἐπὶ τὸν μονάδι ἐλάττονα, φημὶ τὸν τέσσαρα, πεντάκις τέσσαρα εἴκοσι, καὶ τούτων λαβεῖν τὸ ἥμισυ καὶ τοσαύτας εἰπεῖν τὰς σχέσεις, τοῦτ’ ἔστι δέκα, ὥσπερ καί εἰσι δέκα. ὁμοίως καὶ δέκα ὅρων δοθέντων ἐὰν πολυπλασιάσῃς ἐπὶ τὸν μονάδι ἐλάττονα τὸν ἐννέα, δεκάκις ἐννέα ἐνενήκοντα, καὶ τούτων λάβῃς τὸ ἥμισυ, εὑρήσεις τεσσαράκοντα πέντε οὔσας τὰς σχέσεις. ἀποροῦσι δὲ ὅτι ‘διὰ τί ἐπὶ τὸν μονάδι ἐλάττονα πολυπλασιάζομεν;’ καὶ λέγομεν ὅτι ἐπειδὴ οὐδὲν πρὸς ἑαυτὸ παραβάλλεται, ἀλλὰ πρὸς τὸ ἐφεξῆς, διὰ τοῦτο ἐπὶ τὸν μονάδι ἐλάττονα. πάλιν ἀποροῦσιν ὅτι ‘διὰ τί τῶν συναγομένων τὸ ἥμισυ λαμβάνεις;’ καὶ λέγομεν ὅτι εὐλόγως· κατὰ ἀλήθειαν μὲν γὰρ πέντε δοθέντων ὅρων εἴκοσι γίνονται αἱ πᾶσαι σχέσεις ἑκάστου τετράκις πρὸς τὰ λοιπὰ παραβαλλομένου, ἀλλὰ τὸ ἥμισυ παραλιμπάνομεν, ἵνα μὴ δὶς τὰ αὐτὰ λέγοντες ἀδολεσχήσωμεν· οἷον ὅταν παραβάλωμεν γένος πρὸς διαφορὰν ἢ εἶδος, οὐ δεῖ πάλιν τὸ εἶδος πρὸς τὸ γένος παραβάλλειν ἢ τὴν διαφορὰν πρὸς τὸ γένος, ἐπειδὴ εἴρηνται τούτων αἱ σχέσεις, ὅτε τὸ γένος αὐτοῖς παρεβάλλομεν. καὶ ταῦτα μὲν περὶ τούτου. δεῖ δὲ εἰδέναι ὅτι ἐπὶ μόνου τοῦ τρία ἐν ὅλῳ τῷ χύματι τῶν ἀριθμῶν παράδοξον συνέβη τὸ ἴσους εἶναι τοὺς ὅρους ταῖς σχέσεσιν· ἐὰν γὰρ πολυπλασιάσῃς τὸν τρία ἐπὶ τὸν μονάδι ἐλάττονα, τρὶς δύο ἕξ, καὶ λάβῃς τὸ ἥμισυ, τρεῖς εὑρίσκονται καὶ αἱ σχέσεις καὶ οἱ ὅροι. ἄλλην πάλιν μέθοδον ῥητέον, δι’ ἧς δυνάμεθα τῶν ἀναδιδομένων ὅρων τὰς σχέσεις εἰδέναι, ὅτι τοσαῦται γίνονται αἱ σχέσεις, ὅσος ὁ ἀριθμὸς τῶν προϋποκειμένων ὅρων· ἑνὸς γὰρ ὄντος ὅρου σχέσις οὐ γίνεται (οὐδὲν γὰρ πρὸς ἑαυτὸ παραβάλλεται), ἄλλου δὲ ὅρου προστεθέντος γίνεται μία σχέσις, ἐπειδὴ καὶ εἷς προϋπέκειτο ὅρος, δύο ὅρων προστεθέντων τῷ πρώτῳ γίνονται ἄλλαι δύο σχέσεις, ἐπειδὴ καὶ δύο εἰσὶν οἱ προϋποκείμενοι ὅροι. ἔχεις οὖν τὴν πρώτην μίαν σχέσιν καὶ τὰς δύο τὰς προστεθείσας καὶ γίνονται τρεῖς. πάλιν τριῶν ὅρων προστεθέντων τῷ πρώτῳ ἓξ γίνονται αἱ σχέσεις, τρεῖς αἱ προστεθεῖσαι καὶ τρεῖς αἱ προηγησάμεναι. τεσσάρων ὅρων προστεθέντων προστίθενται τέσσαρες σχέσεις ταῖς ἓξ καὶ γίνονται δέκα. ταῦτα ἔχει ἡ θεωρία. ἔστι καὶ ἑτέρα μέθοδος τοιαύτη· συντιθέντες γὰρ τοὺς ἀπὸ μονάδος ἀριθμοὺς μέχρι τοῦ μονάδι ἐλάττονος τοῦ προτεθέντος ἀριθμοῦ τὸ συναχθὲν πλῆθός φαμεν, καθ’ ὃ αἱ σχέσεις γίνονται τοῦ προκειμένου ἀριθμοῦ τῶν πραγμάτων.
“因此,属在何种方面有别于其他四者,已经讲明。” 既然我们已经认识了属对其余各词项所具有的诸种关系,那么来吧,如同在往返赛道上那样另立种差为一个新的开端,让我们来讲明种差对其余各词项所构成的诸种关系,即种、固有属性、偶性。因为正如我们所学到的,属对其余各词项的关系有四项,即对种差、种、固有属性和偶性;种差的关系有三项,是对其后各者,即种、固有属性和偶性;种的关系有两项,是对相随之物,即固有属性和偶性;而固有属性与偶性的关系有一项,以致总共为十项,其中四项已经被我们讲明。然而,为了不使我们以如此业余的方式逐一计数每一项关系——因为现在由于项数为五个所以容易,但若给出许多项,便难以说出产生多少项关系——,因此必须讲述某种方法,借助该方法,不论给出多少项,我们都能说出关系的数目。该方法如下:必须取所有给出的项,不论有多少,乘以减一之数[比它小一个单位之数],并取所得乘积的一半,以此断定关系便有这么多;正如在此处词项有五个,必须乘以减一之数,我指的是四,五乘以四为二十,取其一半,并说明关系有这么多,即十项,正如它们确实是十项一样。同样,若给出十个项,若你乘以减一之数九,十乘以九为九十,并取其一半,你将发现关系为四十五项。但人们提出疑问:“为什么我们要乘以减一之数?”我们便说,因为没有任何事物与自身相比,而是与顺次之物相比,因此要乘以减一之数。人们又提出疑问:“为什么你取乘积的一半?”我们便说,这是合理的;因为事实上,若给出五个项,在每个项分别对其余各项进行四次比较时,全部关系成为二十项,但我们省去了一半,免得我们说了两次同样的话而成了多嘴多舌。例如,当我们把属与种差或种相比较时,不应再把种与属相比较,或把种差与属相比较,因为当我们把属与它们相比较时,它们的关系已经被讲述了。关于此点就说这些。但应当知道的是,在全部数的聚集之中,唯独对于三,发生了项与关系相等这一奇特的情形;因为若你将三乘以减一之数,三乘以二为六,并取其一半,关系与项都被发现为三。又须说明另一种方法,借助该方法我们能够知晓所给出的项的关系,即:所产生的关系数目,等同于先前预先存在的项之数目;因为在一个项存在时,并不产生关系(因为没有任何事物与自身相比),但在另一个项被加上时,产生一项关系,因为此前也预先存在着一个项;在最初的项上加上两个项时,便产生另外两项关系,因为先前预先存在的项也是两个。于是你便有了最初的一项关系加上新增的两项,便成了三项。若在最初的项上又加上三个项,关系便成为六项:新增的三项加上先前已有的三项。若加上四个项,四项关系便加到那六项之上,而成为十项。这一理论所包含的就是这些。还有另一种类似的方法:即通过把从一[单子]开始直到比给出的数目小一的数相加,我们便称所得的总数为据此产生所给事物之数的关系之数目。
- 39.1ἀλλ’ ἵνα μὴ οὕτως ἰδιωτικῶς ἑκάστην σχέσιν ἀριθμῶμεν
这是一个破格语法(或夹注结构),以否定目的从句(ἵνα μή 搭配虚拟式 ἀριθμῶμεν)开头,中间插入解释性从句(νῦν μὲν γὰρ...),随后以带有非人称主动词的主句(δεῖ οὖν εἰπεῖν μέθοδόν τινα)承接。连词 οὖν 在被打断的语流之后起到复提并承接上文意图的作用,将目的从句引向主句的必然性。
- 39.1τὸ συναχθὲν πλῆθός φαμεν, καθ’ ὃ αἱ σχέσεις γίνονται
名词短语 τὸ συναχθὲν πλῆθος 是主动词 φαμέν 的直接宾语(宾格),并由关系分句 καθ’ ὃ αἱ σχέσεις γίνονται 加以限定修饰。介词 κατά 表示对应或依据(“据此/依此”),指由所给事物数目衍生出的关系总数。
- 39.1ἐπὶ τὸν μονάδι ἐλάττονα
与格 μονάδι 是表示差异程度的工具与格(dative of measure of difference),修饰比较级 ἐλάττονα,意为“少一个单位的[数]”(即数学上的 n-1)。介词 ἐπί 接宾格在此表示乘法的乘数(“乘以”)。
