← 埃利亚斯

波菲利《导论》注释

§100.27-101.34

种差与种的两项共同点及四项差异

埃利亚斯遵照波菲利,论述了种差与种的两项共通点(同等分有与恒常分有)以及四项相异点(述托方式、外延广狭、本性先后及在生成中的结合),并分析了伴随的疑难与解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.1#1

p. 18,11 Κοινὸν τοίνυν διαφορᾶς καὶ εἴδους. Ἐπειδὴ μεμαθήκαμεν πρὸς ἃ δεῖ παραβαλεῖν τὴν διαφοράν, ὅτι πρὸς τὰ μέλλοντα, καὶ πρὸς ἃ οὐ δεῖ, ὅτι πρὸς τὰ φθάσαντα, φέρε τὰ μὲν σιωπῶντες τὰ δὲ διδάσκοντες μήτε τι τῶν ὀφειλόντων ῥηθῆναι παραλείψωμεν μήτε ἀδολεσχίᾳ περιπέσωμεν δὶς τὰ αὐτὰ λέγοντες. εἴπωμεν οὖν κοινὰ εἴδους καὶ διαφορᾶς. λέγει οὖν ὁ Πορφύριος κοινὰ αὐτῶν δύο, πρῶτον μὲν τὸ ἐπίσης μετέχεσθαι· τοῦ γὰρ ἀνθρωπείου εἴδους ἐπίσης μετέχει πᾶς ἄνθρωπος καὶ ἐπίσης τοῦ λογικοῦ. δεύτερον κοινὸν αὐτῶν τὸ ἀεὶ μετέχεσθαι αὐτά· ἀεὶ γὰρ ὁ Σωκράτης ἄνθρωπος καὶ ἀεὶ λογικός. ταῦτα μὲν αὐτῶν κοινά. διάφορα δὲ αὐτῶν λέγει τέσσαρα· πρῶτον ὅτι ἡ διαφορὰ ἐν τῷ ποιόν τι κατηγορεῖται, τὸ δὲ εἶδος ἐν τῷ τί ἐστι. διὸ καὶ ἀποροῦσιν ὅτι καὶ πῶς εὑρίσκομεν τὸ εἶδος ἐν τῷ ποιόν τί ἐστι κατηγορούμενον· ἐὰν γὰρ ἐρωτηθῶμεν τί ἐστι Σωκράτης, ζῷόν φαμεν, ποῖον δὲ ζῷον ἐρωτηθέντες φαμὲν ἄνθρωπος. πρὸς τοῦτό φαμεν ὅτι ὅσον ἐφ’ ἑαυτὸ τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ ἡ διαφορὰ ἐν τῷ ποιόν τί ἐστιν, ἀλλὰ διὰ τὴν διαφορὰν προσελθοῦσαν τῷ γένει καὶ ποιήσασαν τὸ εἶδος ἐν τῷ ποιόν τί ἐστι κατηγορεῖται τὸ εἶδος. διὸ πάλιν ἀποροῦσιν ὅτι διὰ τί μὴ τῇ διαφορᾷ ἐξηκολούθησε τὸ εἶδος τῇ εἰδοποιούσῃ καὶ ἐν τῷ ποιόν τί ἐστι κατηγορεῖται, ἀλλὰ τῷ γένει καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται. λύσις· ὅτι αἱ διαφοραὶ προσελθοῦσαι τῷ γένει οὐκ ἔμειναν διαφοραί, ἀλλ’ εἴδη ἐγένοντο. τοῦτο τὸ πρῶτον. δεύτερον ὅτι ἐπὶ πλεῖον ἡ διαφορὰ τοῦ εἴδους, κἂν μὴ ἀεὶ διὰ τὰς ἀντιστρεφούσας διαφοράς, οἷον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. διὸ καὶ τοῦτο πολλάκις προστέθηκεν ὁ Πορφύριος. τοῦτο καὶ τὸ δεύτερον. τρίτον αὐτῶν λέγει διάφορον ὅτι ἡ διαφορὰ φύσει προτέρα τοῦ κατ’ αὐτὴν εἴδους· τὸ γὰρ λογικὸν ἀναιρεθὲν συναναιρεῖ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος ἀναιρεθεὶς οὐκ ἀναιρεῖ καὶ τὸ λογικὸν ὄντος θεοῦ. ἀγγέλου. ἀλλὰ καὶ συνεισφέρεται καὶ οὐ συνεισφέρει·1 ἄνθρωπον γὰρ ἐὰν εἴπω, συνεισήγαγον καὶ τὸ λογικόν, λογικὸν δὲ ἐὰν εἴπω, οὐ πάντως καὶ ἄνθρωπον συνεισήγαγον. τέταρτον διάφορον ὅτι διαφορὰ μὲν διαφορᾷ μίγνυται2 πρὸς εἴδους γένεσιν, οἷον τὸ λογικὸν καὶ τὸ θνητὸν πρὸς ἀνθρώπου γένεσιν, εἶδος δὲ εἴδει οὐ μίγνυται πρὸς ἄλλου εἴδους γένεσιν. καὶ ἀπορεῖ πρὸς τοῦτο ὁ Πορφύριος, ὅτι καὶ εἶδος εἴδει μίγνυται πρὸς ἄλλου εἴδους γένεσιν, οἷον ἵππος ὄνῳ πρὸς ἡμιόνου γένεσιν. καὶ λύσιν τούτου φασὶν τοιαύτην, ὅτι ἡ καθόλου μὲν διαφορὰ τῇ καθόλου διαφορᾷ μίγνυται πρὸς εἴδους γένεσιν, ὡς τὸ καθόλου λογικὸν καὶ τὸ καθόλου θνητὸν πρὸς ἀνθρώπου γένεσιν, καθόλου δὲ εἶδος τῷ καθόλου εἴδει οὐ μίγνυται πρὸς εἴδους γένεσιν· ὁ γὰρ τὶς ἵππος τῷ τινὶ ὄνῳ μίγνυται πρὸς ἡμιόνου γένεσιν.

“因此,种差与种所共通的。” 既然我们已经获知应当将种差与什么相比(即与以后的诸项相比),以及不应当与什么相比(即与先前的诸项相比),那么来吧,通过对某些事保持沉默而对另一些事进行讲授,让我们既不遗漏任何应当讲述之事,也不因两次说同样的话而落入多嘴多舌。因此让我们来讲明种与种差的共通之处。于是波菲利说二者所共通的有两项:第一,被同等地分有;因为每个人都同等地分有人这一种,也同等地分有理性的。它们共通的第二项是它们总是被分有;因为苏格拉底总是人,且总是理性的。这些便是它们共通之处。但他讲述了它们相异的四项:第一,种差是在“何种事物”中被述说,而种则是在“是什么”中被述托。因此人们也提出疑问:我们怎会发现种是在“是何种事物”中被述托的呢?因为若我们被问及苏格拉底是什么,我们说是动物,而若被问及是何种动物,我们说是人。对此我们说,就自身而言,种是在“是什么”中被述托,种差是在“是何种事物”中被述托,但由于种差附加于属并构成了种,种才在“是何种事物”中被述托。因此人们又提出疑问:为什么种不跟随那赋予种的形式的种差从而在“是何种事物”中被述托,反而跟随属而在“是什么”中被述托呢?解答是:诸种差附加于属之后并未保持为种差,而是变为了诸种。这是第一点。第二,种差的外延大于种,即使并非总是如此——因为有可换位的种差,例如能接受理智与知识的。因此波菲利也屡次补加了这一点。这也就是第二点。他讲的它们之间相异的第三点是:种差在本性上先于依其而定的种;因为理性的若被取消,便将人一同取消,但人若被取消,由于有神和天使存在,理性的并不一同被取消。此外,它伴随被带入,却并不伴随带入[别物];因为若我说人,我便也伴随带入了理性的,但若我说理性的,却绝非也伴随带入了人。第四点差异是:种差与种差相结合以生成一个种,如理性的与有死的相结合以生成人,但种并不与种相结合以生成另一个种。波菲利对此提出疑问说:种确实也与种相结合以生成另一个种,如马与驴相结合以生成骡。对此他们所说的解答如下:普遍的种差与普遍的种差相结合以生成种,正如普遍的理性的与普遍的有死的相结合以生成人;但普遍的种并不与普遍的种相结合以生成种;因为是一匹个别的马与一头个别的驴相结合以生成骡。

语法注2 条
  1. 40.1ἀλλὰ καὶ συνεισφέρεται καὶ οὐ συνεισφέρει

    承前文脉,主语为“种差”(ἡ διαφορά)。被动态 συνεισφέρεται 表示“(当种被引入时)被伴随带入”,主动态 οὐ συνεισφέρει 表示“(当其自身被引入时)并不伴随带入(种)”,表达逻辑蕴涵上的不对称性。

  2. 40.1καὶ ἀπορεῖ πρὸς τοῦτο ὁ Πορφύριος, ὅτι καὶ εἶδος εἴδει μίγνυται

    ὅτι 引导的从句表明 ἀπορεῖ(提出疑难)所针对的具体反驳内容。紧随其后的 καί 为副词用法(“也/同样”),强调种也同样与种相结合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:100.27-101.34