← 埃利亚斯

波菲利《导论》注释

§98.1-99.4

属与种、固有属性及偶性的异同

埃利亚斯在阐明属与种的第四和第五项相异点之后,系统地列举了属与固有属性的三项共通点和四项相异点,进而列出属与偶性的一项共通点和四项相异点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1#2

τέταρτον ὅτι ἀντιπλεονεκτοῦσιν ἑαυτά·1 τὸ γὰρ γένος πλείονα εἴδη περιέχει, οἷον τὸ ζῷον γένος ὂν περιέχει ἄγγελον καὶ ἄνθρωπον ἵππον βοῦν καὶ τὰ λοιπά, τὸ δὲ εἶδος τὰς διαφορὰς πάσας ἐνεργείᾳ ἔχει τοῦ γένους δυνάμει ἔχοντος, τιμιώτερον δὲ τὸ ἐνεργείᾳ τοῦ δυνάμει. πέμπτον ὅτι ἔστι τι γένος ὃ οὐ δύναται γενέσθαι εἶδος, φημὶ τὸ γενικώτατον, καὶ ἔστιν εἶδος μὴ δυνάμενον γενέσθαι γένος, ὅ ἐστι εἰδικώτατον. Οὕτως συμπλέξας τὸ γένος τῷ εἴδει συμπλέκει αὐτὸ καὶ τῷ ἰδίῳ καὶ λέγει τρία κοινὰ καὶ τέσσαρα διάφορα. καὶ πρῶτον μὲν κοινόν ἐστι γένους καὶ ἰδίου τὸ ἀμφότερα ἕπεσθαι τοῖς εἴδεσιν· εἰ γὰρ ἄνθρωπος, ζῷον, καὶ εἰ ἄνθρωπος, γελαστικόν. δεύτερον ὅτι ἀμφότερα ἐπίσης κατηγοροῦνται· ἐπίσης γὰρ καὶ τοῦ ζῴου μετέχουσιν οἱ ἄνθρωποι καὶ ἐπίσης τοῦ γελαστικοῦ, εἰ καὶ τῇ ἐνεργείᾳ κατὰ τὸ μᾶλλον καὶ ἧττον διαφέρουσι. τρίτον κοινὸν ὅτι συνωνύμως κατηγοροῦνται τῶν εἰδῶν ἀμφότερα· ὁ γὰρ ἄνθρωπος καὶ ζῷον λέγεται 〈καὶ οὐσία ἔμψυχος αἰσθητική, καὶ γελαστικὸς λέγεται〉 καὶ ζῷον γελᾶν δυνάμενον. ταῦτα μὲν κοινά. διάφορα δὲ τέσσαρα· πρῶτον μὲν ὅτι τὸ γένος τοῦ ἰδίου πρότερον φύσει. δεύτερον ὅτι τὸ μὲν γένος κατὰ πλειόνων εἰδῶν κατηγορεῖται, τὸ δὲ ἴδιον ἑνὸς εἴδους, οὗ ἐστιν ἴδιον. τρίτον ὅτι τὸ γένος οὐκ ἀντιστρέφει πρὸς τὸ εἶδος, τὸ δὲ ἴδιον ἀντιστρέφει, ὡς τὸ γελαστικόν. τέταρτον ὅτι τὸ μὲν ἴδιον παντὶ τῷ εἴδει ὑπάρχει, οὗ ἐστιν ἴδιον, καὶ μόνῳ καὶ ἀεί, τὸ δὲ γένος παντὶ μὲν τῷ εἴδει, οὗ ἐστι γένος, ὑπάρχει καὶ ἀεί, οὐ μὴν καὶ μόνῳ. Οὕτως ταῦτα εἰπὼν παραβάλλει τὸ γένος πρὸς τὸ συμβεβηκὸς καὶ ἓν αὐτῶν λέγει κοινὸν ὡς πολὺ διεστώτων, τὸ κατὰ πλειόνων εἰδῶν φέρεσθαι· ἐπιστήμονος γάρ ἐστιν εἰπεῖν2 κοινωνίας τῶν πολὺ διαφερόντων καὶ διαφορὰς τῶν πολὺ κοινωνούντων. ἐφ’ οἷς λέγει τὰ διάφορα αὐτῶν τέσσαρα ὄντα, καὶ πρῶτον μὲν ὅτι τὸ γένος πρὸ τῶν εἰδῶν ἐστι, τὰ δὲ συμβεβηκότα τῶν εἰδῶν ὕστερα· κἂν γὰρ ἀχώριστον ᾖ συμβεβηκός, οἷον γρυπότης ἢ σιμότης, ἀλλ’ οὖν πρότερόν ἐστι τὸ ὑποκείμενον ἐκεῖνο, ἐν ᾧ ταῦτα τὸ εἶναι ἔσχον. δεύτερον ὅτι τοῦ μὲν γένους ἐπίσης τὰ μετέχοντα μετέχει, τοῦ δὲ συμβεβηκότος οὐκ ἐπίσης· λέγομεν γὰρ μᾶλλον λευκὸν καὶ ἧττον καὶ σιμὸν μᾶλλον καὶ ἧττον. τρίτον ὅτι τὰ μὲν συμβεβηκότα, ὡς καὶ ἀνωτέρω μεμαθήκαμεν, ἐπὶ τῶν ἀτόμων προηγουμένως ὑφίστανται καὶ κατὰ δευτέραν τάξιν ἐπὶ τῶν εἰδῶν (τὸν γὰρ καθόλου κύκνον λευκὸν λέγομεν καίτοι ἀσώματον ὄντα διὰ τὸ μηδένα τῶν κατὰ μέρος κύκνων ἐκπεφευγέναι τὴν λευκότητα), τὰ δὲ γένη καὶ τὰ εἴδη φύσει πρότερα τῶν ἀτόμων οὐσιῶν. τέταρτον ὅτι τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται τῶν ὑπ’ αὐτό, τὸ δὲ συμβεβηκὸς ἐν τῷ ποῖόν τι ἢ πῶς ἔχον ἕκαστον· ποῖος γὰρ Αἰθίοψ ἐρωτηθεὶς ἐρεῖς ‘μέλας’ καὶ πῶς ἔχει Σωκράτης ἐρεῖς ‘κάθηται ἢ περιπατεῖ’.

第四,它们彼此互占优势;因为属包容更多的种,例如动物作为属包容天使、人、马、牛及其他,而种在现实中拥有所有的种差,属则在潜能中拥有它们,现实者比潜能者更为尊贵。第五,存在着某种不能成为种的属,我指的是最上位属,也存在着不能成为属的种,即最下位种。如此将属与种结合之后,他又将属与固有属性相结合,并陈述了三项共通点和四项相异点。属与固有属性的第一项共通点是两者都随顺于诸种;因为如果人,则动物,而如果人,则能笑者。第二,两者被同等地述谓;因为人们同等地分有动物,也同等地分有能笑者,即使在活动中按更多与更少而有所差异。第三项共通点是,两者都同名同义地述谓于诸种;因为人既被称为动物[和有灵魂的感觉实体,又被称为能笑者]和能笑的动物。这些是共通点。而相异点有四项:第一,属在本性上先于固有属性。第二,属被述谓于多数种,而固有属性则述谓于作为其固有属性的那一个种。第三,属不与种换位,而固有属性则换位,如能笑者。第四,固有属性属于作为其固有属性的种之全体,且唯独属于它,并恒常属于它,而属固然属于作为其属的种之全体且恒常属于它,却并非唯独属于它。如此陈述了这些之后,他将属与偶性相比较,并鉴于它们相距甚远而陈述了一项共通点,即被运用于多数种;因为陈述差异巨大之物的共通性以及共通巨大之物的差异性,乃是具有真知者的本分。在这些之后,他陈述它们的相异点有四项:第一,属在诸种之前,而偶性在诸种之后;因为即使是不可分离的偶性,如鹰钩鼻或塌鼻,但这些偶性在其中获得其存在的那个底层主体终究是先在的。第二,分有者同等地分有属,却不同等地分有偶性;因为我们说更白或不那么白,更塌或不那么塌。第三,正如我们在上文也已学到的,偶性首要地持存于个体之中,并按第二等秩序持存于诸种之中(因为我们称普遍的天鹅为白,尽管它是无形体的,这是由于个别的天鹅中没有一个逃脱了白色),而属与种在本性上先于个体实体。第四,属在“是什么”中述谓于其下的事物,而偶性则在每个事物是“何种性质”或“处于何种状态”中被述谓;因为若被问及埃塞俄比亚人是怎样的人,你会说“黑色的”,若被问及苏格拉底处于何种状态,你会说“坐着或走着”。

语法注2 条
  1. 38.1ἀντιπλεονεκτοῦσιν ἑαυτά

    反身代词 ἑαυτά 在此作相互代词(相当于 ἄλληλα)使用,表示相互关系(“它们彼此互占优势”)。其采用中性复数宾格形式,指代合在一起的属与种(中性名词 γένος 与 εἶδος)。

  2. 38.1ἐπιστήμονος γάρ ἐστιν εἰπεῖν

    系动词 ἐστιν 与表特征的谓语属格 ἐπιστήμονος 连用,不定式 εἰπεῖν 作语法主语,表示“陈述……乃是具有真知者的本分/特征”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:98.1-99.4