← 埃利亚斯

波菲利《导论》注释

§97.7-97.30

属与种的共通点及前三个差异

埃利亚斯开始注释波菲利对属与种的比较(15,10),告诫不要将同一从属项自身进行比较,并讨论了两者的共通点以及五个差异中的前三个。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1#1

p. 15,10 Γένος δὲ καὶ εἶδος κοινὸν μὲν ἔχουσι τὸ κατὰ πλειόνων, ὡς εἴρηται, κατηγορεῖσθαι. Παραβαλὼν ὁ Πορφύριος τὸ γένος τῇ διαφορᾷ καὶ εἰπὼν τὰ κοινὰ αὐτῶν καὶ διάφορα, παραβάλλει αὐτὸ καὶ πρὸς τὰς λοιπὰς φωνάς, καὶ πρῶτον πρὸς τὸ εἶδος. ἀλλὰ πρῶτον παρεγγυᾷ λέγων μὴ δεῖν παραβάλλειν τὸ γένος πρὸς εἶδος, ἔστ’ ἂν τὸ αὐτὸ καὶ γένος ᾖ καὶ εἶδος,1 ὡς τὰ ὑπάλληλα, ἐπεὶ εὑρίσκεται αὐτὸ πρὸς ἑαυτό τις παραβάλλων· αὐτοῦ δὲ πρὸς ἑαυτὸ διαφορὰ οὐκ ἔστιν· οὐ δεῖ γὰρ παραβάλλειν τὸ σῶμα πρὸς τὸ σῶμα αὐτὸ πρὸς ἑαυτό, ἀλλὰ πρὸς τὸ ἔμψυχον σῶμα, ὅ ἐστιν αὐτοῦ εἶδος. ἐφ’ οἷς λέγει τρία κοινὰ γένους καὶ εἴδους καὶ πέντε ἴδια. καὶ πρῶτον μὲν κοινὸν τὸ ἀμφότερα κατὰ πλειόνων κατηγορεῖσθαι, δεύτερον ὅτι φύσει πρότερα τῶν ἀτόμων, τρίτον τὸ ὁλότητας αὐτὰ εἶναι τῶν ἀτόμων, ἀλλὰ τὸ μὲν εἶδος προσεχὴς ὁλότης τῶν ἀτόμων, τὸ δὲ γένος πόρρω ὁλότης. ἔτι κοινὸν ἔχουσι τὸ ἄμφω ἐν τῷ τί ἐστι κατηγορεῖσθαι καὶ τὸ ἐπίσης μετέχεσθαι ὑπὸ τῶν μετεχόντων αὐτῶν καὶ τὸ ἄμφω συνωνύμως τῶν ὑπ’ αὐτὰ κατηγορεῖσθαι· συνωνύμως δὲ κατηγορεῖται τὸ μεταδιδὸν τῷ ὑποκειμένῳ καὶ τοῦ οἰκείου ὀνόματος καὶ τοῦ ὁρισμοῦ. διαφέρουσι δὲ πενταχῶς, καὶ πρῶτον μὲν ὅτι ἐπὶ πλέον τὸ γένος τοῦ εἴδους·2 τὸ μὲν γὰρ γένος περιέχει τὰ εἴδη, τὰ δὲ εἴδη περιέχεται καὶ οὐ περιέχει τὰ γένη. δεύτερον ὅτι τὸ γένος τοῦ εἴδους φύσει πρότερον, ὅθεν εἴδους μὲν ὄντος ἔστι καὶ γένος, γένους δὲ ὄντος οὐ πάντως ἔστιν εἶδος. τρίτον ὅτι τὸ μὲν γένος τοῦ εἴδους συνωνύμως κατηγορεῖται (μεταδίδωσι γὰρ 〈τὸ ζῷον〉 τῷ ἀνθρώπῳ, τοῦτ’ ἔστι τῷ εἴδει, τοῦ ἰδίου ὀνόματος καὶ ὁρισμοῦ· καὶ γὰρ ὁ ἄνθρωπος καὶ ζῷον λέγεται καὶ οὐσία ἔμψυχος αἰσθητική), τὸ δὲ εἶδος τοῦ γένους οὐκέτι.3

“然而属与种正如已言者,共同具有被述谓于多数事物这一特征。” 波菲利在将属与种差相比较并陈述了它们的共通点与相异点之后,又将属与其余的术语相比较,首先与种相比较。但他首先提出告诫,说只要同一个事物既是属又是种,如那些从属之项,就不应当将属与种相比较,因为这样就会发现有人在将其与它自身相比较;而事物对其自身是没有差异的。因为人不应当将身体与身体相比较,即自身与自身相比较,而应当将其与有灵魂的身体相比较,后者是它的种。在这些之后,他陈述了属与种的三个共通点和五个固有特征。第一项共通点是两者都被述谓于多数事物;第二项是它们在本性上先于诸个体;第三项是它们是个体的整体,但种是个体的邻近整体,而属则是远隔整体。此外,它们的共通之处还在于两者皆在“是什么”中被述谓,两者同样地被分有它们的事物所分有,以及两者皆同名同义地述谓于它们之下的事物;而所谓同名同义地述谓,是指向底层主体赋予自身固有的名称和定义的述谓。另一方面,它们在五种方式上有所差异:第一,属比种具有更大的外延;因为属包容诸种,而诸种被包容却并不包容诸属。第二,属在本性上先于种,因此种存在时属亦存在,但属存在时种未必存在。第三,属同名同义地述谓于种(因为[动物]向人,即向种,赋予自身的名称与定义;事实上人既被称为动物,又被称为有灵魂的感觉实体),但种对属则不再如此述谓。

语法注3 条
  1. 38.1ἔστ’ ἂν τὸ αὐτὸ καὶ γένος ᾖ καὶ εἶδος

    连词 ἔστε(省音为 ἔστ’)接 ἄν 与虚拟式 ᾖ,表示时间与条件限制,意为“只要/在同一个事物是……的期间”。此处指处于从属关系的中间项同时作为属与种的情形。

  2. 38.1ἐπὶ πλέον τὸ γένος τοῦ εἴδους

    系词 ἐστί 被省略的结构。成语性短语 ἐπὶ πλέον(“延展得更多/范围更广”)与比较属格 τοῦ εἴδους 连用,表达“属比种具有更大的外延”。

  3. 38.1τὸ δὲ εἶδος τοῦ γένους οὐκέτι

    承接前文 συνωνύμως κατηγορεῖται 而省略谓语动词部分的句式。理解为“然而种对于属则不再如此(同名同义地)述谓”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:97.7-97.30