← 埃利亚斯

波菲利《导论》注释

§96.1-97.5

属与种差的共通点与六个差异

埃利亚斯阐释了波菲利列举的属与种差之间的三个共通点与六个差异,化解了关于第一与第三个差异相互重合的疑难,并补充提出了自己归纳的若干共通点与固有差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1#2

ἐν οἷς καὶ τὸ δεύτερον.1 τρίτον κοινὸν τὸ φύσει πρότερα εἶναι τὸ γένος καὶ τὴν διαφορὰν ὡς συναναιροῦντα καὶ μὴ συναναιρούμενα. ἐφ’ οἷς ἔλθωμεν καὶ ἐπὶ τὰ ἴδια αὐτῶν. πρῶτον οὖν διάφορον γένους καὶ διαφορᾶς, ὅτι διαφέρει τὸ γένος τῆς διαφορᾶς ὡς καθολικώτερον αὐτῆς. δεῖ δὲ διαφορὰς λαμβάνειν τὰς διαιρετικάς, οὐ τὰς συστατικὰς τοῦ γένους· αὗται γὰρ καθολικώτεραί εἰσιν ἐκείνων, ὧν εἰσι συστατικαί. δεύτερον ὅτι τὸ γένος ἐνεργείᾳ, αἱ δὲ διαφοραὶ δυνάμει ἐν τοῖς γένεσι. τρίτον ὅτι τὰ γένη τῶν διαφορῶν φύσει πρότερα. διὸ καὶ ἀποροῦσιν ὅτι ταὐτὸν τῷ πρώτῳ τὸ τρίτον ἐστίν·2 εἰ γὰρ καθολικώτερον, καὶ φύσει πρότερον. ἀλλ’ ἵνα μὴ δόξωμεν ἀδολεσχεῖν, τὸ τρίτον πρῶτον ποιήσωμεν καὶ προτάξωμεν τὸ φύσει πρῶτον τοῦ καθολικωτέρου, ὡς ἄλλο καὶ ἄλλο· δύναται γὰρ εἶναι τῇ φύσει πρῶτον καὶ μὴ καθόλου, ὡς ἡ μονὰς φύσει μὲν προτέρα τῆς δυάδος, καθολικωτέρα δὲ οὐκ ἔστι, καὶ ἡ οὐσία τῶν ἄλλων κατηγοριῶν φύσει προτέρα, καθολικωτέρα δὲ αὐτῶν οὐκ ἔστιν, ἐπειδὴ οὐδὲ κατηγορεῖται αὐτῶν. τέταρτον ὅτι τὸ μὲν γένος ἐν τῷ τί ἐστιν, ἡ δὲ διαφορὰ ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται. πέμπτον διάφορον γένους καὶ διαφορᾶς, ὅτι ἐν τοῖς ὁρισμοῖς ἓν μὲν τὸ γένος, διαφοραὶ δὲ πλείους. ἕκτον ὅτι ἄλλῳ ἔοικε τὸ γένος (ὕλῃ γάρ), καὶ ἄλλῳ ἔοικεν ἡ διαφορά· εἴδει γάρ. καὶ ταῦτα ὁ Πορφύριος. ἡμεῖς δὲ προσεθήκαμεν τρία κοινὰ καὶ τρία διάφορα. καὶ πρῶτον μὲν κοινὸν αὐτῶν τὸ καὶ τὸ γένος καὶ τὴν διαφορὰν ἀμφότερα ἁπλᾶ εἶναι, δεύτερον ὅτι ἀμφότερα μέρη γίνεται τοῦ εἴδους, τρίτον ὅτι πέντε οὐσῶν τῶν φωνῶν ἐκ τούτων μόνων τῶν δύο οἱ ὁρισμοὶ λαμβάνονται. καὶ τὸ ἄμφω ὁμοίως μετέχεσθαι ὑπὸ τῶν εἰδῶν, καὶ τὸ ἄμφω συνωνύμως κατηγορεῖσθαι τῶν εἰδῶν, καὶ τὸ ἄμφω συστατικὰ εἶναι τῶν εἰδῶν. ταῦτα μὲν τὰ κοινά. τὰ δὲ ἴδια τρία· πρῶτον μὲν ὅτι οὐδέποτε τὸ γένος τῷ οἰκείῳ εἴδει ἀντιστρέφει, ἡ δὲ διαφορὰ ἀντιστρέφει, ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἀντιστρέφει γὰρ πρὸς τὸν ἄνθρωπον. δεύτερον ὅτι ἔστι τι γένος μὴ δυνάμενον γενέσθαι εἶδος, πᾶσα δὲ διαφορὰ καὶ συστατικὴ καὶ διαιρετική ἐστιν, οὐ πᾶν δὲ γένος καὶ εἶδός ἐστι. τρίτον ὅτι τὸ μὲν γένος καὶ τὸ εἶδος ἄκρα γενέσθαι δύνανται, ἡ δὲ διαφορὰ ἄκρον οὐδέποτε δύναται γενέσθαι· ἀεὶ γὰρ μέση ἐστὶ γένους καὶ εἴδους. καὶ ὅτι διαφορὰ μὲν διαφορὰ ἐπιμίγνυται,3 ἵνα ποιήσῃ εἶδος (ὡς τὸ λογικὸν τῷ θνητῷ μιγνύμενον ποιεῖ τὸ τοῦ ἀνθρώπου εἶδος), γένος δὲ γένει οὐ συνέρχεται πρὸς γένεσιν εἴδους. καὶ ὅτι διαφοραί ποτε κατὰ συμβεβηκὸς ὑπάρχουσιν, ὡς αἱ κοινῶς καὶ ἰδίως λεγόμεναι, γένος δὲ κατὰ συμβεβηκὸς οὐκ ἔστι. ταῦτα ἔχει ἡ θεωρία.

在这些[论述]中,第二点也[告完结]。第三个共通点是:属与种差在本性上是在先的,乃因它们协同取消而不被协同取消。在这些之后,让我们也进而探讨它们固有的特征。于是属与种差的第一个差异在于:属有别于种差,因属比种差更加普遍。但应当将诸种差理解为区分性的种差,而非属的构成性种差;因为后者比它们所构成的那些事物更加普遍。第二点在于:属是现实地存在的,而诸种差在诸属中则是潜能地存在的。第三点在于:诸属在本性上先于诸种差。因此人们也提出了疑难,认为第三点与第一点是相同的;因为若更加普遍,也就本性上在先。然而,为了不显得我们在唠叨,让我们把第三点当作第一点,并将本性上在先者置于更加普遍者之前,因为它们是彼此不同的。因为某物可能在本性上为先却并非普遍的,正如一在本性上先于二,却并非更加普遍;实体在本性上先于其他范畴,却并非比它们更加普遍,因为实体甚至不被述谓于它们。第四点在于:属是在“是什么”中被述谓的,而种差则是在“是怎样的”中被述谓的。属与种差的第五个差异在于:在诸定义中,属是一个,而种差则是多个。第六点在于:属类似于一种东西(即质料),而种差类似于另一种东西(即形式)。这些就是波菲利所陈述的内容。 然而我们补充了三个共通点与三个差异。它们的第一项共通点是:属与种差两者皆是单纯的;第二点是:两者皆成为种的部分;第三点是:在五种术语中,仅从这两者取得诸定义。此外还有:两者同样地被诸种所分有;两者同名同义地述谓于诸种;以及两者皆为诸种的构成要素。这些是共通点。另一方面,固有特征有三点:第一,属绝不与其特有的种换位,而种差则可换位,例如能接受理智与知识的;因为[它]与人换位。第二,存在着某种无法成为种的属,而一切种差既是构成性的又是区分性的,但并非每一个属都是种。第三,属与种可以成为两极,而种差则绝不可能成为极端;因为它始终处于属与种之间。此外,种差与种差相互混杂以造成种(正如理性与有死混杂造成人的种),而属与属并不结合以生成种。此外,种差有时作为偶性而存在,如通常所谓与特有所谓的种差,但属绝非作为偶性而存在。理论探讨包含上述内容。

语法注3 条
  1. 37.1ἐν οἷς καὶ τὸ δεύτερον

    此句为缺乏显式动词的极简省略句,承接前一语块末尾关于第二项共通点(将固有述定项传导至诸种)的语词与事物辨析。中性复数关系代词 οἷς 指代前文所述的限定条件与例证,意即“在这些方面,第二点亦告完结”。

  2. 37.1ὅτι ταὐτὸν τῷ πρώτῳ τὸ τρίτον ἐστίν

    此 ὅτι 从句依附于动词 ἀποροῦσιν(“提出疑难”),充当名词性从句,陈述疑难或异议的具体内容(“即第三点与第一点是相同的”)。

  3. 37.1διαφορὰ μὲν διαφορὰ ἐπιμίγνυται

    句中第二个 διαφορὰ 在抄本和校订本中未附下加 iota(或系格的同化脱落),但根据动词 ἐπιμίγνυται(“相互混杂”)接与格的用法,以及紧接着的类比“ὡς τὸ λογικὸν τῷ θνητῷ μιγνύμενον”和后文的对偶句“γένος δὲ γένει”,在句法上应理解为与格 διαφορᾷ(“种差与种差混杂”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:96.1-97.5