← 埃利亚斯

波菲利《导论》注释

§94.32-96.1

属与种差的共通点及本性上在先者

对波菲利《导论》13,23的注解。埃利亚斯探讨了五种普遍概念配对中因在本性上在先而首当其冲的属与种差之组合,界定了“本性上在先者”的特征标志,并阐释了两者的前两个共通点,同时澄清述谓项的传导是针对实在事物本身而非语词表达。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1#1

p. 13,23 Κοινὸν δὲ γένους καὶ διαφορᾶς. Παραδοὺς ἡμῖν ὁ Πορφύριος ἐν τῷ δευτέρῳ τμήματι ὑφ’ ἓν τῶν πέντε φωνῶν τὰ κοινὰ καὶ διαφέροντα, ἐν τῷ τρίτῳ τμήματι παραδίδωσιν ἡμῖν πασῶν τῶν δύο φωνῶν τὰ κοινὰ καὶ ἴδια. ἀλλ’ ἐπειδὴ τῶν προτέρων πρότεραι καὶ αἱ συζυγίαι,1 πρότερα δὲ φύσει γένος καὶ διαφορά, τούτων πρότερον λέγει τὰ κοινὰ καὶ ἴδια. καὶ εὐλόγως ἐν μὲν τῇ διδασκαλίᾳ προέταξε τὸ εἶδος τῆς διαφορᾶς ὡς συνεισφερόμενον τῷ γένει, πρὸ δὲ τῆς διδασκαλίας αὐτῶν ἤγουν ὑπογραφῆς καὶ ἐνταῦθα πάλιν προτάττει τὴν διαφορὰν τοῦ εἴδους ὡς καθολικωτέραν. ἐπειδὴ δὲ σχεδὸν ἐν πάσαις ταῖς κοινωνίαις καὶ διαφοραῖς μέμνηται τοῦ φύσει προτέρου, εἴπωμεν τί χαρακτηρίζει τὸ φύσει πρότερον. δεῖ δὲ εἰδέναι ὅτι χαρακτηρίζει αὐτὸ τὸ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι καὶ συνεισφέρεσθαι καὶ μὴ συνεισφέρειν·2 ἰδοὺ γὰρ τὸ ζῷον φύσει πρότερον τοῦ ἀνθρώπου ὡς συναναιροῦν καὶ μὴ συναναιρούμενον· ζῴου γὰρ μὴ ὄντος οὐδὲ ἄνθρωπος ἔστιν, ἀνθρώπου δὲ μὴ ὄντος οὐδὲν ἧττον τὸ ζῷον ἔστιν. ἀλλὰ καὶ συνεισφέρεται καὶ οὐ συνεισφέρει· ὁ γὰρ ἄνθρωπος εἰσφέρει τὸ ζῷον (εἴ τι γὰρ ἄνθρωπος, ζῷον), τὸ δὲ ζῷον οὐ συνεισφέρει τὸν ἄνθρωπον· δύναται γὰρ εἶναι ζῷον χωρὶς ἀνθρώπου. καὶ ἐπὶ τῆς διαφορᾶς ὡσαύτως· λογικοῦ ἀναιρεθέντος συναναιρεῖται καὶ ἄνθρωπος καὶ πᾶν λογικόν, ἀνθρώπου δὲ μὴ ὄντος ἔστι λογικὸν ἄλλο, οἷον ἄγγελος. καὶ ἄνθρωπος μὲν συνεισφέρει τὸ λογικόν (εἴ τι γὰρ ἄνθρωπος, λογικόν), τὸ λογικὸν δὲ οὐ συνεισφέρει τὸν ἄνθρωπον· οὐκ εἴ τι γὰρ λογικόν, ἄνθρωπος. Τούτων οὕτως ἐχόντων, εἴπωμεν τὰς κοινωνίας αὐτῶν καὶ διαφοράς. τρία τοίνυν λέγει κοινὰ καὶ ἓξ ἴδια. πρῶτον μὲν κοινὸν γένους καὶ διαφορᾶς τὸ ἀμφότερα κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖσθαι, δεύτερον κοινὸν αὐτῶν τὸ μὴ μόνον αὐτὰ κατηγορεῖσθαι τῶν εἰδῶν, ἀλλὰ καὶ τὰ οἰκεῖα κατηγορούμενα διαβιβάζειν εἰς τὰ εἴδη· ἰδοὺ γὰρ τὸ ζῷον γένος ὂν κατηγορεῖται τοῦ ἀνθρώπου, ἀλλὰ καὶ τὸ ἔμψυχον καὶ αἰσθητικὸν κατηγορούμενα τοῦ ζῴου καὶ τοῦ ἀνθρώπου κατηγορεῖται. καὶ ἐπὶ τῆς διαφορᾶς ὡσαύτως· τὸ λογικὸν γὰρ τοῦ ἀνθρώπου κατηγορεῖται, ἀλλὰ καὶ τὸ λόγῳ κεχρῆσθαι κατηγορούμενον τοῦ λογικοῦ καὶ τοῦ ἀνθρώπου κατηγορεῖται· ὁ γὰρ ἄνθρωπος καὶ λόγῳ κέχρηται καὶ λογικός ἐστιν ὡς ἔχων καὶ ἐνδιάθετον λόγον καὶ προφορικόν. ὁ μέντοι ἄγγελος λόγῳ οὐ χρῆται ὡς ἐνδιάθετον μόνον ἔχων λόγον, οὐ μὴν καὶ προφορικόν. ὅταν δὲ λέγωμεν τὰ τοῦ γένους καὶ τῆς διαφορᾶς κατηγορούμενα καὶ τοῦ εἴδους κατηγορεῖσθαι, μὴ ὡς φωνὴν λάβῃς τὸ κατηγορούμενον ἀλλ’ ὡς πρᾶγμα·3 ἰδοὺ γὰρ τὸ δισύλλαβον κατηγορεῖται τοῦ ζῴου, τοῦ δὲ ἀνθρώπου οὐ κατηγορεῖται (οὐδεὶς γὰρ λέγει τὸν ἄνθρωπον δισύλλαβον), ἐπειδὴ ὡς φωνῆς τοῦ ζῴου τὸ δισύλλαβον κατηγορεῖται. καὶ ἐπὶ τῆς διαφορᾶς ὡσαύτως· τὸ τετρασύλλαβον κατηγορεῖται τῆς διαφορᾶς, τοῦ δὲ ἀνθρώπου οὐ κατηγορεῖται, ἐπειδὴ ὡς φωνῆς τῆς διαφορᾶς κατηγορήθη τὸ τετρασύλλαβον.

“属与种差的共通点”。 波菲利在第二部分中将五种术语的共通点与差异一并传授给我们之后,在第三部分中向我们传授所有两两配对术语的共通点与固有特征。但既然在先事物的组合[在诸组合中]也是在先的,而属与种差在本性上是在先的,他就首先论述它们的共通点与固有特征。而且合乎情理的是,在教学阐述中,他把种置于种差之前,因其是随属一同被带入的;但在对它们的教学阐述之前,即在概说中,以及在眼下的此处,他又重新将种差置于种之前,因其更加普遍。既然他在几乎所有的共通点与差异中都提及了本性上在先者,那么就让我们来说明什么表征着本性上在先者。必须知道,表征它的乃是:协同取消而不被协同取消,以及被协同带入而不协同带入。因为看啊,动物在本性上先于人,乃因它协同取消[人]而不被[人]协同取消;因为动物若不存在,人也就不存在,但人若不存在,动物却照样存在。此外,它被协同带入而不协同带入:因为人带入动物(因为若某物是人,它就是动物),但动物并不协同带入人,因为没有人类也可以有动物存在。关于种差亦是同样:当理性被取消时,人与一切理性之物皆被协同取消;但人若不存在,仍有其他理性之物存在,例如天使。并且人协同带入理性(因为若某物是人,它就是理性的),但理性并不协同带入人;因为并非若某物是理性的,它就是人。 情况既然如此,就让我们来陈述它们的共通点与差异。于是他陈述了三个共通点与六个固有特征。属与种差的第一个共通点是:两者皆针对更多的事物以及在种上有别的事物被述谓;它们的第二个共通点是:不仅它们自身被述谓于诸种,而且还把它们特有的被述谓项传导至诸种。因为看啊,动物作为属被述谓于人,而述谓于动物的有灵魂和具感觉亦被述谓于人。关于种差亦是同样:因为理性被述谓于人,而述谓于理性的使用言语亦被述谓于人;因为人既使用言语也是理性的,因其兼具内在思想与外显言辞。然而天使并不使用言语,因其仅具内在思想,绝无外显言辞。当我们说属与种差的被述谓项亦被述谓于种时,切莫将述谓项理解为语词,而应理解为实在事物。因为看啊,“双音节的”被述谓于动物,却不被述谓于人(因为没人会说人是双音节的),乃是因为“双音节的”是就动物作为一个语词而言被述谓的。关于种差亦是同样:“四音节的”被述谓于种差,却不被述谓于人,乃是因为“四音节的”是就种差作为一个语词而言被述谓的。

语法注3 条
  1. 37.1τῶν προτέρων πρότεραι καὶ αἱ συζυγίαι

    表示比例和比较的结构。属格 τῶν προτέρων 表示“在先诸事物的[组合]”,谓语形容词 πρότεραι 被倒置于前以示强调,主语是 αἱ συζυγίαι。其句法骨架为:“在先事物的组合[在诸组合中]也是在先的”。

  2. 37.1τὸ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι καὶ συνεισφέρεσθαι καὶ μὴ συνεισφέρειν

    冠词+不定式短语充当动词 χαρακτηρίζει 的主语,而 αὐτό(指代前文的 τὸ φύσει πρότερον)为宾语。主动语态(συναναιρεῖν, συνεισφέρειν)与被动语态(συναναιρεῖσθαι, συνεισφέρεσθαι)形成交错对比,精确表达了逻辑蕴涵的不对称性:在先者协同取消后事者而不被其协同取消,且随在后者一同被带入(被蕴涵),但自身并不协同带入(蕴涵)在后者。

  3. 37.1μὴ ὡς φωνὴν λάβῃς τὸ κατηγορούμενον ἀλλ’ ὡς πρᾶγμα

    使用不定过去时虚拟式的否定命令/禁止句式(μὴ ... λάβῃς)。转折连词 ἀλλά 连接由 ὡς 引导的两个副词性补足语(ὡς φωνήν 与 ὡς πρᾶγμα),修饰宾语 τὸ κατηγορούμενον,强调被述谓的对象不应作为“语词(语言表达)”,而应作为“实在事物”来把握。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:94.32-96.1