- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:93.10-94.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯阐明了波菲利在《导论》第二和第三部分讨论五种术语的共通性与差异的结构及缘由,考察了它们的共通性(如普遍性等)以及基于承载物和述谓方式所产生的差异。
p. 13,6 Ἀφορισθέντων δὲ πάντων τῶν προτεθέντων. Ἐπειδὴ ἔγνωμεν τὴν οὐσίαν τῶν πέντε φωνῶν διὰ τοῦ πρώτου τμήματος ἐκ τῶν ὑπογραφῶν, ἐν τῷ δευτέρῳ τμήματι τῷδε τὰς κοινωνίας καὶ διαφορὰς αὐτῶν λέγει καὶ ἐν τῷ τρίτῳ, ἀλλ’ ἐν μὲν τῷ δευτέρῳ πασῶν ὑφὲν τὰς κοινωνίας καὶ διαφορὰς λέγει ἐν δὲ τῷ τρίτῳ πασῶν δύο φωνῶν κοινωνίας λέγει καὶ διαφοράς. καὶ ἔδει μὲν αὐτὸν ἐνταῦθα γινόμενον πέρας ἐπιθεῖναι τῇ πραγματείᾳ· ἃ γὰρ ὑπέσχετο ποιήσειν, πεποίηκεν ὑπογράψας ἑκάστην φωνήν. ἀλλ’ ἐπειδὴ πρὸς Χρυσαόριον αὐτῷ ὁ λόγος, ἄνδρα τὰ πρῶτα φέροντα τῆς ἐν Ῥώμῃ γερουσίας καὶ διὰ τοῦτο περὶ τὰ πολιτικὰ πράγματα ἐπτοημένον, ὡς δεῖσθαι διὰ τοῦτο καὶ τῆς τῶν πάνυ σαφῶν διδασκαλίας,1 οὐκ ὤκνησεν ἀδολεσχῆσαι ἐν καιρῷ καὶ γράφειν αὐτῷ κοινωνίας καὶ διαφορὰς προδήλους οὔσας ἐκ τῶν εἰρημένων καὶ ἔξω τοῦ σκοποῦ· ὁ γὰρ εἰδὼς τί ἐστι γένος καὶ διαφορὰ καὶ ἴδιον καὶ τὰ λοιπά, πρόδηλον ὡς καὶ τὰς κοινωνίας αὐτῶν γινώσκει καὶ τὰς διαφοράς· τὰ γὰρ πράγματα οὔτε πάντῃ ὅμοιά ἐστιν ἑαυτοῖς (ἐπεὶ περίεργον ἔσται τὸ ἕτερον, οὐδὲν δὲ μάτην ποιεῖ οὔτε ὁ θεὸς οὔτε ἡ φύσις), οὔτε πάντῃ διαφέρουσιν ἀλλήλων, ἐπεὶ διοίσουσι καὶ τῷ ἐκ μιᾶς εἶναι ἀρχῆς καὶ οὐκέτι μία τῶν ὅλων ἀρχή. ἀλλ’ ἐπειδὴ μία τῶν πάντων ἀρχὴ καὶ ἀπειροδύναμος, καθὸ μὲν μία τῶν πάντων ἀρχή, κοινωνοῦσι πάντα, καθὸ δὲ ἀπειροδύναμος, διαφέρουσι. καὶ ταῦτα μὲν περὶ τούτου. Ἐφ’ οἷς εἴπωμεν τὰς κοινωνίας. καὶ αὐτὸς μὲν μίαν λέγει αὐτῶν κοινωνίαν, ὅτι πᾶσαι αἱ φωναὶ κοινωνοῦσιν ἀλλήλαις, ὅτι καθόλου εἰσίν. ἡμεῖς προσθῶμεν καὶ ἄλλας δύο κοινωνίας αὐτῶν, ὅτι πᾶσαι φιλόσοφοί εἰσὶ καὶ ὅτι μιᾶς ὁποιασοῦν ἀναιρουμένης καὶ αἱ λοιπαὶ ἀναιροῦνται· γένους γὰρ ἀναιρεθέντος εἶδος οὐκ ἔστιν οὐδὲ διαφορά (συνεκλείπουσι γὰρ τῷ μὲν γένει αἱ διαιρετικαὶ διαφοραί, τῷ δὲ εἴδει αἱ συστατικαί), καὶ εἴδους μὴ ὄντος οὐδὲ ὁ χαρακτὴρ αὐτοῦ ἔσται, τὸ ἴδιον, ἰδίου 〈δὲ〉 μὴ ὄντος ἄτομον οὐκ ἔστιν οὐδὲ συμβεβηκός. καὶ ἀντιστρόφως ἐὰν εἴπῃς, τὸ αὐτὸ εὑρήσεις. αὗται μὲν αὐτῶν αἱ κοινωνίαι. ἔλθωμεν δὲ καὶ ἐπὶ τὰς διαφορὰς αὐτῶν. διχῶς δὲ λαμβάνονται αὐτῶν αἱ διαφοραί· ἢ γὰρ κατὰ τὸ ὑποκείμενον ἢ κατὰ τὸ κατηγορούμενον. κατὰ μὲν τὸ ὑποκείμενον, ὅτι ἐπὶ πλέον ἐστὶ τὸ γένος τῆς διαφορᾶς καὶ ἡ διαφορὰ τοῦ ἰδίου καὶ τὸ ἴδιον τοῦ εἴδους· τὸ γὰρ ἴδιον καὶ τοῦ ἀνθρώπου τοῦ καθόλου κατηγορεῖται καὶ τῶν κατὰ μέρος ἀνθρώπων, ὁ δὲ καθόλου ἄνθρωπος μόνον τῶν κατὰ μέρος ἀνθρώπων κατηγορεῖται. οὐ δεῖ δὲ διὰ τοῦτο παραιτεῖσθαι τὸ λέγειν ἀντιστρέφειν τὸ ἴδιον τῷ εἴδει διὰ τὸ δοκεῖν τὸ ἴδιον ἐπὶ πλέον εἶναι· εἰ γὰρ καὶ ἀντιστρέφει τὸ ἴδιον τῷ εἴδει καὶ ταύτῃ νομίζεται ἐξισάζειν αὐτῷ, ἀλλ’ ἐπὶ πλειόνων φέρεται τὸ ἴδιον, ὡς εἴρηται, ἤπερ τὸ εἶδος,2 εἴ γε τὸ μὲν γελαστικὸν καὶ ἀνθρώπου καὶ τῶν κατὰ μέρος ἀνθρώπων κατηγορεῖται, τὸ δὲ εἶδος οἷον ἄνθρωπος κατὰ μόνων τῶν κατὰ μέρος ἀνθρώπων. ἀντιστρέφει δὲ τὸ ἴδιον ὡς μόνῳ τῷ εἴδει ὑπάρχον καὶ παντὶ καὶ ἀεί, καὶ μὴ ἐκ συμβεβηκότος αὐτῷ. τὸ δὲ συμβεβηκὸς οἷον τὸ λευκὸν καὶ τοῦ εἴδους ἐπὶ πλέον οἷον τοῦ ἀνθρώπου καὶ τοῦ ἰδίου οἷον τοῦ γελαστικοῦ, τοῦ μὲν εἴδους, ὅτι πολλοῖς εἴδεσιν ὑπάρχει, τοῦ δὲ ἰδίου, ὅτι τὸ ἴδιον ἑνὶ μόνῳ εἴδει ὑπάρχει. καὶ οὕτως μὲν ἐκ τοῦ ὑποκειμένου· ἀλλὰ καὶ ἐκ τοῦ τρόπου τῆς κατηγορίας· τὰ γὰρ οὐσιώδη, γένος καὶ διαφορά, ὡς καθολικώτερα οὐσιώδη πρῶτον τοῖς εἴδεσιν ὑπάρχουσι καὶ οὕτως τοῖς ἀτόμοις (τὸ γὰρ ζῷον γένος ὂν πρῶτον ὑπάρχει τῷ καθόλου ἀνθρώπῳ, καὶ οὕτως τοῖς κατὰ μέρος, οἷον Σωκράτει καὶ Πλάτωνι), τὸ δὲ συμβεβηκὸς πρῶτον τοῖς ἀτόμοις ὑπάρχει καὶ οὕτως τοῖς εἴδεσιν· ὁ γὰρ καθόλου κύκνος λευκὸς λέγεται, καίτοι ἀσώματος ὢν καὶ ἄδεκτος λευκότητος, διὰ τὸ μηδένα τῶν κατὰ μέρος κύκνων ἐκπεφευγέναι τὴν λευκότητα. πρόσθες δὲ σὺ καὶ ἄλλα ἴδια αὐτῶν, ὅτι τῶν πέντε φωνῶν αἱ ὑπογραφαὶ διάφοροι, 〈ὧν δὲ αἱ ὑπογραφαὶ διάφοροι3〉, καὶ αὐτὰ διάφορα, καὶ ὅτι τὸ μὲν γένος καὶ τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκὸς ἐν τῷ ποῖόν τί ἐστι. ταῦτα ἔχει ἡ θεωρία.
“在所提出的一切皆已被界定之后”。 既然我们通过第一部分从概说中认识了五种术语的本质,在眼下的第二部分以及第三部分中,他便陈述了它们的共通性与差异;不过,在第二部分中他是一并陈述所有[术语]的共通性与差异,而在第三部分中他是陈述所有两两[配对的]术语的共通性与差异。而他本应在到达此处时就结束这篇论著;因为凡是他承诺要做的事,他都已通过概说每一种术语而做成了。但既然他的论说是针对克律萨奥里奥斯——一个在罗马元老院身居要职并因此专注于政治事务的人,以至于为此他也需要关于极显然事物的教导——所以他不惜在恰当的时机多费唇舌,为他写下从前述内容看来已显而易见且在论旨范围之外的共通性与差异。因为对于知晓属、种差、固有属性及其他项是什么的人而言,显然他也认识它们的共通性与差异;因为事物既非处处完全同一(否则另一者就将是多余的,而神与自然绝不徒劳妄作),亦非在各个方面皆彼此相异,否则它们也将在源于唯一起源这一点上发生差异,而万物的起源就将不再是唯一的。然而,既然万物的起源是唯一的且具有无限能力,那么就万物的起源是唯一的而言,万物皆有共通;就它是无限能力的而言,万物皆有差异。关于此事就谈这些。 接下来让我们陈述它们的共通性。他自己陈述了它们的一个共通性,即所有的术语彼此共通,因为它们都是普遍的。让我们再给它们加上另外两个共通性:即它们全都是哲学性的,并且只要其中任何一个被取消,其余的也就被取消。因为属若被取消,种便不存在,种差亦不存在(因为区分性种差随属一同消失,构成性种差随种一同消失);若种不存在,其特征标志即固有属性亦将不存在;若固有属性不存在,个体便不存在,偶性亦不存在。而你若反过来说,也会发现同样的情形。这些便是它们的共通性。 让我们也进而探讨它们的差异。它们的差异从两个方面来把握:要么依照承载物,要么依照被述谓者。依照承载物而言,是属的外延大于种差,种差大于固有属性,固有属性大于种;因为固有属性既被述谓于普遍的人,也被述谓于个别的人,而普遍的人则仅被述谓于个别的人。但并不应当因此就拒绝说固有属性与种可换位,只因固有属性似乎外延更大;因为即便固有属性与种可换位并在这一方面被认为与其均等,然而正如已说过的,固有属性所关涉的事物要多于种,既然能笑既被述谓于人也被述谓于个别的人,而种如人则仅针对个别的人被述谓。而固有属性之所以换位,是因为它仅属于、全属于且始终属于该种,而非偶然地属于它。另一方面,偶性如白色,其外延则大于种如人,亦大于固有属性如能笑:大于种,是因为它属于许多种;大于固有属性,是因为固有属性仅属于单一的种。从承载物角度而言便是如此。 然而从述谓方式的角度来看亦有差异:因为本质之物,即属和种差,作为更普遍的本质之物,首先属于诸种,然后以此方式属于诸个体(因为动物作为属,首先属于普遍的人,然后以此方式属于个别者,如苏格拉底和柏拉图);但偶性则首先属于诸个体,然后以此方式属于诸种。因为普遍的天鹅虽说自身非物体且不可接受白,却被称为白色的,乃是因为没有任何一只个别的天鹅逃避了白色。 你还可以为它们加上另外的特征:即五种术语的概说是各异的,而概说各异的事物自身也是各异的;以及属和种是在“是什么”中被述谓,而种差、固有属性和偶性则是在“是怎样的”中被述谓。理论考察便是如此。
- 36.1ὡς δεῖσθαι διὰ τοῦτο καὶ τῆς τῶν πάνυ σαφῶν διδασκαλίας
连词 ὡς 搭配不定式 δεῖσθαι 表示结果,承接前文分词短语(ἐπτοημένον)所指涉的潜心于政务的程度或结果:“以至于需要……”。
- 36.1ἐπὶ πλειόνων φέρεται τὸ ἴδιον, ὡς εἴρηται, ἤπερ τὸ εἶδος
动词 φέρεται 在此处意为“适用于”、“关涉于”,与介词短语 ἐπὶ πλειόνων 以及比较连词 ἤπερ 搭配,构成逻辑上的比较结构,表明固有属性适用的主词范围比种更为广泛。
- 36.1ὧν δὲ αἱ ὑπογραφαὶ διάφοροι
校勘者补充的关系从句。它接续前句(τῶν πέντε φωνῶν αἱ ὑπογραφαὶ διάφοροι),并作为主句 καὶ αὐτὰ διάφορα 的先行成分,构成“凡概说各异的事物,其自身亦各异”的关系/条件结构。
