- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:92.10-93.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者回应针对第一种描述的疑难,指出消耗热毁灭的是体内的湿性而非承载物本身,随后探讨了针对第三种描述(否定式定义)提出的三个疑难及其解答。
λύσις τούτου, ὅτι ὁ ἑκτικὸς πυρετὸς οὐ φθείρει τὸ ὑποκείμενον· οὐδὲν γὰρ τὸ ὑποκείμενον φθείρει, ἐπεὶ λήσει καὶ ἑαυτὸ φθεῖρον,1 πάντα δὲ τοῦ εἶναι ἐφίεται· ὁ γὰρ ἑκτικὸς πυρετὸς ἐν ἄλλῳ μέν ἐστιν, ἄλλο δὲ φθείρει· ἔστι μὲν γὰρ ἁπλῶς ἐν σώματι, φθείρει δὲ οὐ τὸ σῶμα (τὸ γὰρ σῶμα ἔμεινε καὶ μετὰ θάνατον σῶμα), ἀλλὰ φθείρει τὴν ὑγρότητα τὴν ἐν τῷ σώματι· καθόλου γὰρ ἔστιν εἰπεῖν· ποιότης ποιότητι μάχεται, οὐ ποιότης ὑποκειμένῳ· ἡ γὰρ θερμότης τῇ ψύξει μάχεται καὶ ἡ ξηρότης τῇ ὑγρότητι, ὧν φθειρομένων φθείρεται καὶ τὸ ζῷον.2 καὶ ἡ ἐμφανὴς γὰρ καῦσις τῆς θρυαλλίδος οὐ τὸ ὑποκείμενον ἔφθειρε (τοῦτο γὰρ μένει καὶ μετὰ τὴν ἀπόσβεσιν αὐτῆς), ἀλλὰ τὴν ὑγρότητα τῆς θρυαλλίδος, καὶ ἡ φαλάκρωσις οὐ τὴν κεφαλὴν φθείρει τὸ ὑποκείμενον ἀλλὰ τὴν τρίχωσιν, καὶ ἡ ἁρμονία οὐ τὰς χορδὰς φθείρει τὸ ὑποκείμενον ἀλλὰ τὸ ἀντικείμενον, φημὶ τὴν ἀναρμοστίαν. ταῦτα καὶ πρὸς τὴν ἀπορίαν τῆς πρώτης ὑπογραφῆς λεκτέον. ἔστι δὲ καὶ πρὸς τὴν τρίτην ὑπογραφὴν ἀπορῆσαι τρεῖς ἀπορίας· μίαν μὲν ὅτι ἡ τρίτη ὑπογραφὴ τί οὐκ ἔστι μόνον λέγει τὸ συμβεβηκός, οὐ μὴν τί ἐστι, δευτέραν δὲ ὅτι ἁρμόζει ἡ τοιαύτη ὑπογραφὴ καὶ τῷ μηδαμῇ μηδαμῶς ὄντι (οὐδὲν γάρ ἐστι τοῦτο τῶν πέντε φωνῶν), καὶ τρίτην ὅτι διὰ τί ἐπὶ μὲν τοῦ συμβεβηκότος ἀποφάσκει μόνον ἡ ὑπογραφή, ἐπὶ δὲ τῶν ἄλλων φωνῶν οὐχ οὕτως, ἀλλὰ καταφατικῶς προῆλθε πᾶσα ὑπογραφὴ αὐτῶν. αὗται μὲν αἱ ἀπορίαι. πρὸς τὴν πρώτην οὖν φαμεν ὅτι οὐ μόνον τί οὐκ ἔστι λέγει ἡ ὑπογραφή, ἀλλὰ καὶ τί ἐστι· ἑαυτὸν γὰρ ἐπελύσατο εἰπὼν ἀεὶ δέ ἐστιν ἐν ὑποκειμένῳ. * * τὸ συμβεβηκός, οὐχ ἁρμόζει τοῦτο τῷ μηδαμῇ μηδαμῶς ὄντι· ἐκεῖνο γὰρ ὅλως μὴ ὂν οὐδὲ ἐν ὑποκειμένῳ ἐστίν. καὶ τὴν τρίτην ἀπορίαν λύσεις οὕτω λέγων· ἐπὶ τῶν ἄλλων φωνῶν οὐκ ἠδύνατο ἀποφατικῶς προαγαγεῖν τὰς ὑπογραφὰς καὶ εἰπεῖν ‘γένος ἐστὶν ὃ μήτε διαφορὰ μήτε εἶδος μήτε ἴδιον μήτε συμβεβηκός’ ἢ ‘εἶδός ἐστιν ὃ μήτε γένος μήτε διαφορά’ καὶ τὰ λοιπά, μήπω γινωσκομένων αὐτῶν τί εἰσι, διὰ τὸ μὴ εὐθὺς ἀπορεῖν τινα3 ‘τί γάρ ἐστι γένος καὶ τί εἶδος;’. ἐκείνων δὲ προεγνωσμένων καὶ ἄλλης λοιπὸν μὴ οὔσης φωνῆς εἰ μὴ ταύτης, εἰκότως καὶ ἀποφατικῶς προῆλθεν ἡ ὑπογραφή.
对此的解决是:消耗热并不毁灭承载物;因为没有任何事物会毁灭承载物,否则它就将在无意中毁灭自身,而万物皆企求存在。因为消耗热是在一物之中,而毁灭另一物;简而言之,它是在身体之中,但毁灭的并不是身体(因为身体即便在死亡之后也依然作为身体而留存),而是毁灭了身体之中的湿性。因为总的来说可以这样讲:性质与性质相争斗,而不是性质与承载物相争斗;因为热与冷相争斗,干燥与湿性相争斗,当这些受到毁灭时,动物也就受到毁灭。事实上,灯芯可见的燃烧并没有毁灭承载物(因为承载物在它熄灭之后依然留存),而是[毁灭了]灯芯的湿性;秃顶并没有毁灭作为承载物的头部,而是[毁灭了]毛发;调律并没有毁灭作为承载物的琴弦,而是毁灭了对立之物,我指不调和。针对第一种描述的疑难,应当陈述这些。然而针对第三种描述也可以提出三个疑难:第一,第三种描述仅仅陈述了偶性不是什么,而根本没有陈述它是什么;第二,这样的描述也适用于在任何方面、以任何方式皆不存在之物(因为这也不是五种术语中的任何一种);第三,为什么唯独在偶性这里描述仅仅采取否定,而在其他术语那里却非如此,反倒它们的一切描述皆采取肯定方式展开?这些便是疑难。那么针对第一个疑难,我们说:这一描述不仅陈述了它不是什么,而且陈述了它是什么;因为他自己通过说“并且它始终在承载物之中”而解决了[这一疑难]。[……]偶性[在承载物之中],而这并不适用于在任何方面、以任何方式皆不存在之物;因为那完全不存在之物甚至不在承载物之中。而你将这样说来解决第三个疑难:在其他术语那里,他无法以否定方式提出描述并说“属是既非种差、亦非种、亦非固有属性、亦非偶性的东西”或“种是既非属、亦非种差的东西”等等,因为在它们自身是什么尚未可知的情况下,免得有人立即质疑“究竟属是什么,种又是什么呢?”;但在那些已被预先知晓且除了这一术语外别无剩余术语的情况下,描述以否定方式展开便是合乎情理的。
- 35.1ἐπεὶ λήσει καὶ ἑαυτὸ φθεῖρον
动词 λανθάνω 的将来时 λήσει 与补充现在分词 φθεῖρον 结合,构成惯用表达,意为“不知不觉中/无意中毁灭自身”。省略的主语对应于前句中假设破坏承载物的施动者。
- 35.1ὧν φθειρομένων φθείρεται καὶ τὸ ζῷον
短语 ὧν φθειρομένων 是带关系代词的独立属格结构,先行词为前文提及的诸性质(冷、热、干、湿),在此表示原因或条件(“当这些受到毁灭时”)。
- 35.1διὰ τὸ μὴ εὐθὺς ἀπορεῖν τινα
介词 διά 接带冠词不定式 τὸ ἀπορεῖν 及其否定词 μή,构成表目的或避免某种后果的句式,不定代词 τινα 作该不定式的宾格主语,意为“免得有人立即提出疑难”。
