- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:91.2-92.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯引入了波菲利对偶性的第一个描述(12,24),解释了为何与先前的述词不同、此处无需先区分同名异义而径直给出描述,辨析了偶性的三种描述之间的区别,并探讨了关于不可分离偶性以及消耗热的疑难与解答。
Περὶ συμβεβηκότος.
论偶性。
p. 12,24 Συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Αἱ ὑπογραφαὶ τοῦ συμβεβηκότος τὴν τάξιν αὐτοῦ τὴν πρὸς τὰς ἄλλας φωνὰς ἡμῖν ἀποκηρύττουσιν· εἰ γὰρ συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, ἀβληχρὸν καὶ ἀμενηνὸν καὶ οὐδενόσωρον ποιητικῶς εἰπεῖν ἐστι τὸ συμβεβηκὸς ὡς μήτε παρὸν σῶζον μήτε ἀπὸν φθεῖρον1 καὶ διὰ τοῦτο καὶ εἰς παρουσίαν περιττὸν καὶ εἰς ἀπουσίαν ἀδιάφθορον. ἀντιπέπονθε δὲ τοῦ συμβεβηκότος ἡ διδασκαλία τῇ τῶν ἄλλων φωνῶν διδασκαλίᾳ·2 ἐπὶ γὰρ ἐκείνων διεστέλλετο τὴν ὁμωνυμίαν καὶ ἐφυλοκρίνει τὸ σημαινόμενον, περὶ οὗ διαλέγονται οἱ φιλόσοφοι, καὶ τρίτον ὑπέγραφεν αὐτό, ἐνταῦθα δὲ εὐθὺς ὑπογράφει τὸ συμβεβηκός. καὶ λέγομεν ὅτι εὐλόγως τοῦτο ἐποίει, ἐπειδὴ πολλῶν ὄντων τῶν σημαινομένων ἐν ταῖς ἄλλαις φωναῖς οὐ περὶ πάντων διαλέγονται οἱ φιλόσοφοι, χρεία οὖν ἦν ἐκεῖ διαστολῆς, ἐνταῦθα δὲ διττοῦ ὄντος τοῦ σημαινομένου (ἢ γὰρ χωριστόν ἐστι τὸ συμβεβηκὸς ἢ ἀχώριστον), περὶ ἀμφοτέρων δὲ διαλέγονται οἱ φιλόσοφοι, εὐλόγως οὐ διαστέλλεται τὴν ὁμωνυμίαν ἐνταῦθα, ἀλλ’ εὐθὺς ἐκ τῶν ὑπογραφῶν ἄρχεται. λέγει δὲ τρεῖς ὑπογραφὰς τοῦ συμβεβηκότος, μίαν μὲν τὴν ἤδη εἰρημένην, δευτέραν δὲ τοιαύτην, ὅτι συμβεβηκός ἐστιν ὃ δύναται ὑπάρχειν καὶ μὴ ὑπάρχειν τῷ αὐτῷ, καὶ τρίτην ὃ οὐδὲ γένος ἐστὶν οὐδὲ διαφορὰ οὐδὲ εἶδος οὐδὲ ἴδιον. διαφέρουσι δὲ αἱ πρῶται δύο τῆς τρίτης, ὅτι αἱ μὲν τί ἐστι λέγουσι τὸ συμβεβηκός, ἡ δὲ τρίτη τί οὐκ ἔστιν. ἡ δὲ πρώτη τῆς δευτέρας διαφέρει, ὅτι ἡ μὲν πρώτη τὴν γένεσιν αὐτοῦ καὶ φθορὰν λέγει, ἡ δὲ δευτέρα τὴν ὕπαρξιν καὶ ἀνυπαρξίαν· πρότερον γὰρ γίνεται τι καὶ οὕτως ὑπάρχει. ἔστι δὲ ἀπορῆσαι πρὸς τὰς ὑπογραφάς. καὶ πρὸς μὲν τὰς πρώτας δύο ὑπογραφὰς κοινὴν ἀπορίαν· εἰ γὰρ συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου καὶ ὃ δύναται ὑπάρχειν καὶ μὴ ὑπάρχειν τῷ αὐτῷ, οὐκέτι πᾶν συμβεβηκὸς αὕτη ἡ ὑπογραφὴ περιέλαβεν, ἀλλὰ μόνον τὸ χωριστόν. πρὸς ὅ φαμεν ὅτι ὅσον μὲν ἐπὶ τῇ ἐνεργείᾳ πᾶν συμβεβηκὸς ἢ ἀχώριστόν ἐστιν ἢ χωριστόν, ὅσον δὲ ἐπὶ τῇ ἐπινοίᾳ πᾶν συμβεβηκὸς χωριστόν. διό φησι καὶ αὐτὸς ὁ Πορφύριος ὅτι δύναται ἐπινοηθῆναι καὶ κόραξ λευκὸς καὶ Αἰθίοψ ἀποβάλλων τὴν χροιὰν χωρὶς φθορᾶς τοῦ ὑποκειμένου. ἀλλὰ καὶ πρὸς τὴν πρώτην ὑπογραφὴν μόνην ἔστιν ἀπορῆσαι, ὅτι εἰ συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου, πῶς ὁ ἑκτικὸς πυρετὸς συμβεβηκὸς ὢν (θερμασία γάρ ἐστι παρὰ φύσιν), οὐκ ἀπογίνεται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου·3 εἰ μὴ γὰρ φθείρει τὸν ἄνθρωπον, οὐκ ἀπογίνεται.
“偶性是在承载物不毁灭的情况下产生并消逝的东西。” 对偶性的描述向我们昭示了它相对于其他术语的序位;因为如果偶性是在承载物不毁灭的情况下产生并消逝的东西,那么用诗意的语言来说,偶性就是软弱无力、虚幻不实且毫无分量的,因为它在场时并不保全[承载物],缺席时亦不破坏它,并因此就其在场而言是多余的,就其缺席而言是无害的。然而,关于偶性的传授与关于其他术语的传授恰恰相反;因为在那些术语中,[作者]区分了同名异义,拣选出哲学家们所论述的涵义,第三步才对其进行描述,而在这里他立即描述了偶性。我们说他这样做是合乎情理的,因为在其他术语中存在着诸多涵义,而哲学家们并非论述所有这些涵义,因此在那里需要加以区分,而在这里涵义是双重的(因为偶性要么是可分离的,要么是不可分离的),且哲学家们对二者皆加以论述,故他在这里不区分同名异义而径直从描述开始,是合乎情理的。他陈述了对偶性的三种描述:一种是已提到的那种;第二种是:“偶性是能够属于且不属于同一事物的东西”;第三种是:“既非属、亦非种差、亦非种、亦非固有属性的东西”。前两种描述与第三种不同,因为前两者陈述了偶性是什么,而第三种陈述了它不是什么。第一种与第二种不同,因为第一种陈述了它的生成与毁灭,而第二种陈述了它的存在与非存在;因为某物先是生成,然后才如此这般存在着。然而,人们可以对这些描述提出疑难。首先针对前两种描述有一个共同的疑难:如果偶性是在承载物不毁灭的情况下产生并消逝的东西,且是能够属于与不属于同一事物的东西,那么这一描述便不再包罗一切偶性,而仅包罗了可分离的偶性。对此我们回答说:就现实而言,一切偶性要么是不可分离的,要么是可分离的,但就概念而言,一切偶性都是可分离的。因此波菲利自己也说,即便是一只白乌鸦,或一个退去肤色的埃塞俄比亚人,都可以在承载物不毁灭的情况下被构想出来。然而仅针对第一种描述也可以提出疑难:如果偶性是在承载物不毁灭的情况下产生并消逝的东西,那么消耗热虽然是一种偶性(因为它是违反本性的发热),何以并非在承载物不毁灭的情况下消逝呢?因为除非它毁灭了人,否则它便不会消逝。
- 35.1ἀβληχρὸν καὶ ἀμενηνὸν καὶ οὐδενόσωρον ποιητικῶς εἰπεῖν ἐστι τὸ συμβεβηκὸς ὡς μήτε παρὸν σῶζον μήτε ἀπὸν φθεῖρον
该句核心结构为“τὸ συμβεβηκός(主语)+ ἐστι(系词)+ ἀβληχρὸν καὶ ἀμενηνὸν καὶ οὐδενόσωρον(表语)”,ποιητικῶς εἰπεῖν 为独立不定式短语(“用诗意的话来说”)。ὡς 引导与主语一致的中性主格分词 σῶζον 和 φθεῖρον,表达解释或特征(“作为……的东西”),而其中的 παρόν 和 ἀπόν 则作时间或让步性的环境分词(“在场时”、“缺席时”)。
- 35.1ἀντιπέπονθε δὲ τοῦ συμβεβηκότος ἡ διδασκαλία τῇ τῶν ἄλλων φωνῶν διδασκαλίᾳ
动词 ἀντιπέπονθε(ἀντιπάσχω 的完成体)意为“处于相互反转/相反的关系”,支配与格 τῇ τῶν ἄλλων φωνῶν διδασκαλίᾳ。属格 τοῦ συμβεβηκότος 则依附于主语名词短语 ἡ διδασκαλία。
- 35.1πῶς ὁ ἑκτικὸς πυρετὸς συμβεβηκὸς ὢν (θερμασία γάρ ἐστι παρὰ φύσιν), οὐκ ἀπογίνεται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου
在由 πῶς ... οὐκ ἀπογίνεται 构成的疑问结构中,主语是 ὁ ἑκτικὸς πυρετός,而 συμβεβηκὸς ὤν 作让步分词(“虽然是偶性”)。随后的解释性从句 εἰ μὴ γὰρ φθείρει τὸν ἄνθρωπον, οὐκ ἀπογίνεται 说明了消耗热的这一特性(“因为若不毁灭人,它就不会消逝”)。
