← 埃利亚斯

波菲利《导论》注释

§89.2-90.28

固有属性的四种区分与换位偶性的界定

埃利亚斯开启了关于固有属性的讲论,梳理了基于“唯独”、“全部”与“有时”的四种划分,论证了严格意义上被界定为“换位的偶性”的第四种涵义乃是哲学家探讨的目标,并阐明了它与定义及关系词等其他可换位概念的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.0

Περὶ ἰδίου.

论固有属性。

§34.1

p. 12,13 Τὸ δὲ ἴδιον διαιροῦσι τετραχῶς. Ἐπειδὴ αἱ ἀθρόαι μεταβολαὶ ἀεὶ σφαλεραί εἰσι καὶ οὐ μόνον ἐπὶ σωμάτων ἀλλὰ καὶ ἐν λόγοις καὶ ἐν πράγμασι, διὰ τοῦτο οὐκ ἀθρόον ἀπὸ τῶν πάντῃ οὐσιωδῶν, γένους φημὶ καὶ εἴδους καὶ διαφορᾶς, ἦλθεν ἐπὶ τὰ πάντῃ ἐπεισοδιώδη, φημὶ τὰ συμβεβηκότα, ἀλλὰ γεφύρᾳ τινὶ καὶ κλίμακι μέσῳ κέχρηται τῷ ἰδίῳ· τοῦτο γὰρ ὡς ἐν ἐπεισοδιώδεσιν οὐσιῶδες ὑπάρχει· ὁρισμὸν γὰρ μιμεῖται καὶ ὑπογραφὴν τῷ ἀντιστρέφειν, καὶ ἐπειδὴ ὁρισμὸν μιμεῖται, οὐσιῶδες, ἐπειδὴ δὲ ὑπογραφήν, ἐπεισοδιῶδες· ἡ γὰρ ὑπογραφὴ ἐκ συμβεβηκότων. ἀλλ’ ἐπειδὴ καὶ τὸ ἴδιον ὁμώνυμον (ἐν γὰρ ταῖς δέκα κατηγορίαις θεωρεῖται), φέρε διαστελλώμεθα τὴν ὁμωνυμίαν καὶ εἴπωμεν περὶ ποίου ὁ σκοπὸς τοῖς φιλοσόφοις, καὶ τρίτον ὑπογραφέσθω τὸ σημαινόμενον ἐκεῖνο. ἔστι τοίνυν πρῶτον σημαινόμενον τοῦ ἰδίου τὸ μόνῳ μὲν ὑπάρχον οὐ παντὶ δέ, ὡς ἀνθρώπῳ τὸ ἰατρεύειν καὶ τὸ γεωμετρεῖν· τοῦτο γὰρ μόνῳ ἀνθρώπῳ ὑπάρχει καὶ οὐ παντὶ ἀνθρώπῳ· οὐδὲ γὰρ πᾶς ἄνθρωπος ἢ ἰατρὸς ἢ γεωμέτρης. δεύτερον σημαινόμενον τοῦ ἰδίου ἀντίστροφον τῷ πρώτῳ τὸ παντὶ μὲν ὑπάρχον οὐ μόνῳ δέ, ὡς ἀνθρώπῳ τὸ εἶναι δίποδι· τὸ γὰρ δίπουν πᾶς ἔχει ἄνθρωπος, πλὴν οὐ μόνος· ὑπάρχει γὰρ καὶ πτηνοῖς. κἂν συμβῇ δὲ τὸν ἕνα πόδα ἀφαιρεθῆναι, ἀλλ’ οὖν δίπους λέγεται διὰ τὸ πεφυκέναι. τρίτον σημαινόμενον τοῦ ἰδίου τὸ μόνῳ καὶ παντὶ καὶ ποτέ, ὡς μόνῳ καὶ παντὶ ἀνθρώπῳ τὸ ἐν γήρᾳ πολιοῦσθαι· καὶ γὰρ εἰ καὶ τὰ ἄλλα ζῷα πολιοῦνται, ἀλλ’ οὐ διὰ τὴν ἡλικίαν ὡς ἄνθρωπος ἀλλ’ ἐκ κατασκευῆς, ὡς τὸ εἰρημένον τῷ ποιητῇ καὶ κύνας ἀργούς. τέταρτον σημαινόμενον τοῦ ἰδίου, ἐφ’ οὗ πάντα συντρέχει, τὸ μόνῳ καὶ παντὶ καὶ ἀεί, ὡς τὸ γελαστικόν· τοῦτο γὰρ καὶ μόνῳ ἀνθρώπῳ ὑπάρχει καὶ παντὶ καὶ ἀεί· κἄν τε γὰρ μὴ γελᾷ κἄν τε κλαίῃ, γελαστικὸς λέγεται οὐ τῷ ἤδη γελᾶν, ἀλλὰ τῷ πεφυκέναι· ὥσπερ γὰρ καὶ τὸ θνητὸν τὸ πεφυκὸς λέγεται, οὐ τῷ ἤδη θνήσκειν, οὕτως καὶ γελαστικὸς τῷ πεφυκέναι λέγεται, οὐ τῷ ἤδη γελᾶν· καὶ ἡ ὕλη γὰρ καίτοι ἀεὶ εἰδοπεποιημένη οὖσα ὅμως ἀνείδεος λέγεται ὡς πεφυκυῖα ἀποβαλεῖν τόδε τὸ εἶδος καὶ δέχεσθαι. ἀλλ’ οὖν τοῦτο κυρίως ἴδιον καὶ περὶ τούτου οἱ φιλόσοφοι διαλέγονται· τὰ γὰρ ἄλλα οὐ κυρίως ἴδια, ἀλλὰ πρός τι καὶ ποτέ· πρός τι μὲν τὰ δύο τὰ πρῶτα, τὸ γεωμετρεῖν πρὸς τοὺς μὴ γεωμετροῦντας καὶ τὸ δίπουν πρὸς τὰ τετράποδα, τὸ δὲ τρίτον ποτὲ ἴδιον, τὸ δὲ τέταρτον κυρίως ἴδιον. διαφέρει δὲ τὸ πρῶτον σημαινόμενον τοῦ δευτέρου, ὅτι τούτου μᾶλλον ἴδιον τὸ πρῶτον, ἐπειδὴ τὰ ἴδια στενοχωρεῖσθαι θέλοντα1 τῷ μόνῳ χαρακτηρίζονται καὶ οὐ τῷ παντί. τὸ δὲ τρίτον ἔτι μᾶλλον ἴδιον καὶ κρεῖττον τῶν δύο τῶν πρὸ αὐτοῦ, ὅτι τὸ μὲν πρῶτον σημαινόμενον μόνῳ ὑπάρχει οὐ παντὶ δέ, τὸ δεύτερον παντὶ μὲν οὐ μόνῳ δέ, τοῦτο δὲ καὶ μόνῳ καὶ παντί. τὸ δὲ τέταρτον τῶν τριῶν κρεῖττον ὡς κυρίως ἴδιον, ὃ καὶ ὑπογράφει λέγων οὕτως· ἴδιόν ἐστι τὸ ἀντιστρέφον. οὐκ ἀρκεῖ δὲ τοῦτο (ἀντιστρέφει γὰρ καὶ ὁ ὁρισμὸς καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν), ἀλλ’ ἴδιόν ἐστι συμβεβηκὸς ἀντιστρέφον, ὡς δοκεῖ καὶ Ἀριστοτέλει ἐν τοῖς Τοπικοῖς, ἀφ’ ὧν ἡ παροῦσα πραγματεία συνετέθη. ἐπειδὴ δὲ ἀντιστρέφον ἐδείχθη τὸ ἴδιον, ἀποροῦσί τινες ὅτι οὐ μόνον ἀντιστρέφει τὸ ἴδιον ἀλλὰ καὶ ὁ ὁρισμός, ὡς εἴρηται, καὶ ἡ ὑπογραφὴ καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ τὰ πρός τι. πρὸς ὅ φαμεν ὅτι ὁ ὁρισμὸς οὐσιώδης ἐστὶ καὶ ἀντιστρέφει, τὸ δὲ ἴδιον ἐπεισοδιῶδες, καὶ ἡ ὑπογραφὴ ἐκ πολλῶν συμβεβηκότων, τοῦτο δὲ ἓν συμβεβηκός, καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν οὐσιῶδες, τὰ δὲ πρός τι οὐδὲ ἀντιστρέφοντα, ἀλλὰ πρὸς ἀντιστρέφοντα λέγονται·2 τὰ γὰρ ἀντιστρέφοντα λέγονται ὅπερ τὸ ἕτερον,3 οἷον τὸ γελαστικὸν ἄνθρωπος καὶ ὁ ἄνθρωπος γελαστικόν, καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἄνθρωπος καὶ ὁ ἄνθρωπος νοῦ καὶ ἐπιστήμης δεκτικόν· τὰ δὲ πρός τι οὐ λέγονται ὅπερ τὸ ἕτερον· ὁ γὰρ πατὴρ οὐ λέγεται υἱὸς οὐδὲ ὁ υἱὸς πατήρ. ταῦτα ἔχει ἡ πρᾶξις.

“他们将固有属性区分为四种。” 由于急剧的转变无论在物体上还是在言论与事理中始终都是危险的,因此他并未一下子从完全属于本质的事物——我指的是属、种和种差——走向完全外来的事物,我指的是偶性,而是将固有属性用作某种桥梁与中介的阶梯;因为这在诸外来事物中作为本质性的东西而存在。因为由于换位,它模仿了定义与描述:就其模仿定义而言是本质性的,就其模仿描述而言是外来的(因为描述由偶性构成)。但由于固有属性也是同名异义的(因为它在十个范畴中都被考察),来吧,让我们区分这种同名异义,说明哲学家们的目标是关于何种属性的,第三,让我们描述那个涵义。 因此,固有属性的第一种涵义是:仅属于[该种]而不属于全部,如对于人而言行医和研究几何学;因为这仅属于人而不属于每个人,因为并非每个人都是医生或几何学家。 固有属性的第二种涵义与第一种相反:属于全部而不属于[该种]唯独所有,如对于人而言是二足的;因为每个人都有二足,但这并非人所唯有,因为这亦属于有翼之物。而且即便碰巧失去了一只脚,但他因具有这种本性仍被称为二足的。 固有属性的第三种涵义是:仅属于[该种]、属于全部且在某个时刻,如仅属于人且属于每个人的是在老年变白发;因为即使其他动物也会变白,但并不像人那样由于年龄,而是出于天生的构造,正如诗人所言“敏捷(白色)的猎犬”。 固有属性的第四种涵义——在其中一切条件汇聚——是:仅属于[该种]、属于全部且始终,如“能笑的”;因为这既仅属于人,又属于全部且始终。因为无论他没有在笑还是在哭泣,被称为“能笑的”不是由于此刻正在笑,而是由于具有这种本性。正如“会死的”也是根据具有这种本性而被述说,而不是由于此刻正在死去,同样,被称为“能笑的”也是由于具有这种本性,而不是由于此刻正在笑;因为质料虽然始终被赋予形式,却仍被称为无形式的,因为它是本性上能抛弃这种形式并接受[另一种形式]的。 然而,这才是严格意义上的固有属性,哲学家们所论述的也正是关于这种属性;因为其他属性不是严格意义上的固有属性,而是相对于某物且在某个时刻[才如此]:前两者是相对于某物——“研究几何学”是相对于不研究几何学的人,“二足”是相对于四足动物——第三种是在某个时刻的固有属性,第四种则是严格意义上的固有属性。 第一种涵义与第二种不同,因为第一种比第二种更是固有属性,因为固有属性倾向于受到限定,是由“唯独”而非“全部”来表征的。而第三种比在它前面的两种更是固有属性且更为优越,因为第一种涵义仅属于[该种]而不属于全部,第二种属于全部而不属于[该种]唯独所有,而这第三种既唯独属于又属于全部。第四种作为严格意义上的固有属性优于这三种,他亦如此描述说:“固有属性是换位者。” 但这并不充分(因为定义以及“能接纳理智与科学知识”也是换位的),而固有属性乃是“换位的偶性”,正如亚里士多德在《论题篇》中所认为的那样——本篇论著正是从该书编撰而成的。 既然固有属性已被证明是换位的,有人提出疑难说:不仅固有属性换位,正如已经指出的,定义、描述、“能接纳理智与科学知识”以及关系词也换位。对此我们回答说:定义是本质性的且换位,固有属性则是外来的;描述由许多偶性构成,而这是单一的偶性;“能接纳理智与科学知识”是本质性的;而关系词甚至根本不是换位者,而是相对于换位者被述说的。因为换位者被述说为彼者自身——例如“能笑的是人,人是能笑的”,“能接纳理智与科学知识的是人,人是能接纳理智与科学知识的”——而关系词并不被述说为彼者自身;因为父亲不被称为儿子,儿子亦不被称为父亲。本讲的内容即是这些。

语法注3 条
  1. 34.1στενοχωρεῖσθαι θέλοντα

    动词 θέλω 搭配不定式,采用拟人化的修辞,表达事物的内在倾向或属性要求:“倾向于/要求受到限制/限定”。此处指固有属性就其本性而言倾向于缩减适用范围(由“唯独”界定)而非扩大外延。

  2. 34.1τὰ δὲ πρός τι οὐδὲ ἀντιστρέφοντα, ἀλλὰ πρὸς ἀντιστρέφοντα λέγονται

    短语 οὐδὲ ἀντιστρέφοντα 作表语性分词,意为“甚至根本不是换位项”,后半句 πρὸς ἀντιστρέφοντα 由介词 πρός 支配中性复数分词宾语,意为“相对于换位项而被述说”。该对比基于《范畴篇》关于关系词的界定,即关系词是在与其相关的对应对极(correlatives)相对而言被述说的,而非与主词自身互换指涉。

  3. 34.1λέγονται ὅπερ τὸ ἕτερον

    代词 ὅπερ 作述语性/副词性宾格,与 λέγονται 连用表示同一性述说:“被述说为正是彼者自身”。此处将换位项(能够作为同一性命题互相述说,如“能笑的是人”)与关系词(父亲不能被述说为儿子自身)在谓述逻辑上作出鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:89.2-90.28