- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:87.28-88.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯从事物中质料与形式的类比论证了种差是在性质上被述说的,随后探讨了区分性种差的两种描述,并解答了关于“本性上适于航海”这一例子的疑难。
ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν πραγμάτων·1 τὰ γὰρ πράγματα ἢ καθόλου ἢ μερικά· τὰ μὲν οὖν μερικὰ ἐξ ὕλης καὶ εἴδους συνέστηκεν, ὡς ὁ ἀνδριὰς ἐξ ὕλης μὲν τοῦ χαλκοῦ εἴδους δὲ τοῦ σχήματος καὶ ὁ ἄνθρωπος ἐξ ὕλης μὲν τοῦ σπέρματος εἴδους δὲ τῆς ἀνθρωπείας μορφῆς, τὰ δὲ καθόλου ὡς ἀσώματα οὐκ ἐξ ὕλης καὶ εἴδους, ἀλλ’ ἐκ τῶν ἀναλογούντων ὕλῃ καὶ εἴδει· ἀναλογεῖ δὲ τῇ μὲν ὕλῃ τὸ γένος (ἑκάτερον γὰρ τὸ εἶναι δίδωσι μόνον τῷ πράγματι), τῷ δὲ εἴδει ἡ διαφορά (ἑκάτερον γὰρ τοιόνδε τι ποιεῖ)· ὥσπερ γὰρ ἡ ὕλη ἀσχημάτιστος οὖσα καὶ ἄμορφος προσερχομένου αὐτῇ τοῦ εἴδους μορφοῦται καὶ τοιόνδε τι σχῆμα γίνεται, οὕτως καὶ τὸ γένος τὸ ἀναλογοῦν τῇ ὕλῃ τῆς διαφορᾶς αὐτῷ προσελθούσης τῆς ἀναλογούσης τῷ εἴδει τοιόνδε τι γίνεται. εἰ οὖν τοιόνδε τι ποιεῖ ἡ διαφορά, ἡ διαφορὰ ἄρα ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται. καὶ ταῦτα μὲν περὶ τῶν συστατικῶν. Ἐφ’ οἷς ἔλθωμεν ἐπὶ τὰς διαιρετικάς. ὑπογράφει δὲ καὶ αὐτὰς διχῶς· διαφορά ἐστι τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος, οἷον τὸ λογικὸν διαφορὰ ὂν χωρίζει τὸν ἄνθρωπον ἀπὸ τοῦ ἵππου. δεῖ δὲ προσθεῖναι τὸ κατ’ οὐσίαν, ἐπειδὴ καὶ τὸ γελαστικὸν χωρίζον ἄνθρωπον ἀπὸ ἵππου διαφορὰ οὐκ ἔστιν, ἀλλ’ ἴδιον. καὶ ἡμεῖς μὲν τούτῳ ἐχρησάμεθα παραδείγματι, αὐτὸς δὲ ὁ Πορφύριος τῷ πεφυκέναι πλεῖν. διὸ καὶ ἀποροῦσιν ὅτι ‘πῶς τὸ πεφυκέναι πλεῖν ἴδιον ἀνθρώπου; τί γὰρ καὶ σημαίνει τὸ πλεῖν; εἰ μὲν γὰρ τὸ ἐπὶ πλοίου φέρεσθαι, τοῦτο καὶ ἀλόγοις καὶ ἀψύχοις ὑπάρχει. εἰ δὲ τὸ νήχεσθαι, καὶ αὐτὸ ἀλόγοις ὑπάρχει’. ἀλλ’ ἔστι, φησί, καὶ τρίτον σημαινόμενον τοῦ πεφυκέναι πλεῖν, τὸ εἰδέναι πλεῖν καὶ ναυτίλλεσθαι. ἀλλ’ εἰ καὶ τρίτον σημαινόμενον τοῦ πλεῖν ἐπινοηθῇ, οὐδὲν ἧττον ἄπορος ὁ λόγος· εἰ γὰρ τὸ πάσης τινοσοῦν τέχνης καὶ ἐπιστήμης δεκτικὸν οὐσία τοῦ ἀνθρώπου, καὶ τὸ τινὸς τέχνης καὶ ἐπιστήμης δεκτικὸν οὐσία τοῦ ἀνθρώπου, οὐκοῦν καὶ τὸ πεφυκέναι πλεῖν οὐσία τοῦ ἀνθρώπου. πρὸς ὅ φαμεν ὅτι τὸ πάσης ἐπιστήμης δεκτικὸν καὶ τινὸς ἐπιστήμης κατ’ οὐσίαν ὑπάρχει τῷ ἀνθρώπῳ, τὸ δὲ προσφυῶς ἔχειν πρὸς τόδε ἢ τόδε μᾶλλον2 οὐκ οὐσία τοῦ ἀνθρώπου ἀλλ’ ἴδιον· κράσει γάρ τινι ἕπεται ἡ τοιαύτη ἐπιτηδειότης, ἥτις κρᾶσις συμβέβηκε. κατὰ τούτου οὖν τοῦ σημαινομένου ἔλαβε τὸ πεφυκέναι πλεῖν ὁ Πορφύριος. αὕτη μὲν πρώτη ὑπογραφή. δευτέρα δὲ ὑπογραφὴ ἡ λέγουσα ὅτι διαφορά ἐστιν ὅτῳ διαφέρει ἕκαστα. δεῖ δὲ προσθεῖναι κἀνταῦθα τὸ κατ’ οὐσίαν, ἐπειδὴ καὶ τῷ λευκῷ καὶ τῷ μέλανι διαφέρομεν, ἅπερ οὐ διαφοραὶ ἀλλὰ συμβεβηκότα. αὕτη μὲν οὖν ἡ ὑπογραφὴ καθολικωτέρα τῆς πρὸ αὐτῆς· ἐκείνη γὰρ τὰ ὑπὸ τὸ αὐτὸ γένος πέφυκε χωρίζειν, αὕτη δὲ καθολικῶς πάντα τὰ κατ’ οὐσίαν διαφέροντα.
然而,[这也是]从事物本身[显示出来的]。因为事物要么是普遍的,要么是特殊的。特殊的事物由质料与形式构成,正如雕像由作为质料的青铜与作为形式的形状构成,人由作为质料的种子与作为形式的人的形态构成;而普遍的事物作为无形体者,并非由质料与形式构成,而是由与质料和形式相当的事物构成。属与质料相当(因为两者都仅仅赋予事物以存在),而种差与形式相当(因为两者都使之成为具有如此性质者)。因为正如质料原本无形无相,当形式来到它之中时便成形并成为具有如此性质的形状,同样,与质料相当的属,在与形式相当的种差来到它之中时,也成为具有如此性质者。因此,如果种差使事物具有如此性质,那么种差也就是在[回答]属于何种性质时被述说的。关于构成的[种差]就谈这些。 在此之后,让我们转到区分的[种差]。他也以两种方式描述它们:“种差是本性上分开同属之下的事物者”,正如“有理性的”作为一个种差将人与马分开。但必须加上“依本性(按本质)”,因为“能笑的”虽然也把人与马分开,却不是种差,而是固有属性。我们使用了这个例子,但波菲利本人使用了“本性上适于航海”。因此他们亦提出疑问说:“本性上适于航海如何能是人的固有属性?因为‘航海’究竟意味着什么?如果意味着在船上被运载,这既属于无理性的事物,亦属于无生命的事物;如果意味着游泳,这自身亦属于无理性的事物。”但他回答说,“本性上适于航海”还有第三个涵义,即通晓航海并从事航行。然而,即使设想了航海的第三个涵义,论述的疑难丝毫未减:因为如果能接纳任何一种技艺与科学知识是人的本质,那么能接纳某一特定技艺与科学知识亦是人的本质;因此,本性上适于航海亦将是人的本质。对此我们说,能接纳一切知识以及某一知识固然按本质属于人,但更适宜于此或彼,则不是人的本质,而是固有属性;因为这种资质伴随着某种混合体液,而这种混合体液是偶性。波菲利正是按照这一涵义采纳了“本性上适于航海”。这是第一种描述。 第二种描述则是说:“种差是各事物借以相异者。”在这里同样必须加上“按本质”,因为我们亦因白色与黑色而相异,而这些并不是种差,而是偶性。因此,这一描述比它前面的那个描述更为普遍;因为前一个描述本性上分开同属之下的事物,而这一个则普遍地[分开]一切按本质相异的事物。
- 33.1ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν πραγμάτων
承接前一语段末尾的“他也从语言习惯中如此表明(δείκνυσι τοῦτο καὶ ἐκ τῆς λεκτικῆς συνηθείας)”以及“从语言习惯来看正是如此(οὕτως μὲν ἐκ τῆς λεκτικῆς συνηθείας)”的省略结构。需补出动词 δείκνυται 或 δείκνυσι(“[此点亦得以]表明”)。
- 33.1τὸ δὲ προσφυῶς ἔχειν πρὸς τόδε ἢ τόδε μᾶλλον
由中性定冠词 τό 实词化的不定式短语(ἔχειν 加副词 προσφυῶς 表示“适合”、“处于相称状态”)用作句子的主语。它与前面形成对比的 τὸ πάσης ἐπιστήμης δεκτικὸν 构成并列结构。
